[Capitulum 1]
7. Περὶ εὐπορίστων τῶν ταῖς ἔξωθεν τῆς
8. κεφαλῆς διαθέσεσι θεραπευομέναις προσηκόντων.
Περὶ
9. βαμμάτων τῶν τριχῶν. Καταχρίσεις τῶν τριχῶν, ὡς
ㅤ
1. αἱ πολιαὶ μελάνοχροι γένηται. σκορίαν σιδηροῦ καὶ μόλυβδον
2. ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ ἐπιχρίου,
3. ἐλαίου ἀπεχόμενος τῶν τριχῶν ἅπτεσθαι. ἄλλο. καππάρεως
4. ῥίζα λεία σὺν γάλακτι ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας
5. καὶ χρῶ. τοῦτο φύλαττε, τελέως γὰρ τὰς τῆς κεφαλῆς τρίχας
6. μελαίνει. ἄλλο. χολὴν τῆς χελώνης θαλασσίας διαλύσας
7. σὺν ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε. ἄλλο. ἀπὸ καρύας τὰ
8. ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μίξον καὶ
9. κατάχριε. ἄλλο. μόλυβδον σὺν ἐλαίῳ ἐν τῷ ἀγγείῳ ἀπολαβὼν
10. αὐτῷ τὰς τρίχας κατάχριε. ἄλλο. χερσαῖον ἔχινον
11. κατακαύσας καὶ σὺν ἐλαίῳ διαλύσας τὰς τρίχας κατάχριε
12. καὶ ἔα διὰ τῆς ὅλης νυκτός. ἄλλο. προφυλακτικὸν ὥστε μὴ
13. γενέσθαι πολιάς. κολοκυνθίδα ἀγρίαν τρυπήσας κάθαρον
14. τὰ ἔσω εὖ μάλα. εἶτα πλήρωσον αὐτὴν ἐλαίου δαφνίνου
15. καὶ πρόβαλλε
ㅤὑοσκυάμου λευκοῦ σπέρματος μὴ τρίψας·
16. καὶ ἄφες αὐτὸ μίαν ἡμέραν, καὶ ἄλειφε χρησίμως
17. ἅπαξ τοῦ ἐνιαυτοῦ. πρὸς τὸ λευκὰς ποιῆσαι τρίχας. χελιδόνος
18. κόπρον τρίψας σὺν χολῇ ταυρείᾳ μίσγε, καὶ γίνονται
ㅤ
1. λευκαί. ἄλλο. φλόμου λευκῆς τὸ ἄνθος καύσας ὄξει σβέσον
2. καὶ συμμίξας καὶ σμήγματι χρῶ. πρὸς τὸ πυῤῥὰς ποιῆσαι
3. τρίχας. τὴν στυπτηρίαν ἐν ὕδατι ἑψήσας καὶ διάβρεχε
4. δυοῖν ἡμερῶν τὰς τρίχας, καὶ μετὰ τοῦτο διάκλυζε σὺν
5. ὕδατι, ἐν ᾧ τρυγίας κεκαυμένος διαλελυμένος ᾖ. ἄλλο. ἑψήματι
6. τῶν θερμῶν πικρῶν τὰς τρίχας διάβρεχε, ἢ αὐτοὺς
7. θερμοὺς πικροὺς τρίψας καὶ διαμίξας σὺν ὕδατι κατάχριε.
8. ἄλλο. τρυγίαν οἴνου παλαιοῦ κεκαυμένην καὶ σὺν ἐλαίῳ βαλανίνῳ
9. λειουμένην συμμίξας πρὸς τῆς κηρωτῆς πάχος καὶ
10. τρίχας σύγχριε, ὅταν μέλλῃς καθεύδειν. ἄλλο. κύπρου φύλλα
11. λεῖα τῷ στρουθίου χυλῷ ἐπίβρεχε καὶ χρῶ τούτῳ ἀποβρέγματι.
12. ἄλλο. ἐρυθρόδανον, στοιχάδα κιτριοειδῆ, πολύτριχον,
13. ἀψίνθιον καὶ θερμοὺς ἐς τὸ ὕδωρ κατάβαλλε, ἀναθήσας
14. ἐν τῷ ἀγγείῳ ὑαλίνῳ, καὶ ἄφησον ἡμερῶν ἐννέα, ἀνακινέων
15. δὶς ἐν ἡμέρᾳ· τῷ δὲ χρήσεως χρόνῳ ἀπολαβὼν τὸ προειρημένου
16. ὕδατος ἱκανὸν, ἐπιβάλλων εἰς τὸ τοῦτο σπογγίαν καὶ
17. τὴν ἀφήσας τὸ ὕδωρ ἐναποληψομένην· καὶ ὅταν ἐξηρανθεῖσαι
18. τρίχες ὦσιν αἱ τούτῳ ὕδατι προκαταβραχεῖσαι, αὐτὰς
19. μετὰ τοῦ θερμοῦ ὕδατος καὶ σάπωνος ἔκκλυζε.
1. Περὶ ῥεουσῶν τριχῶν. Πρὸς ῥύσιν τριχῶν τὴν
2. πτελέας ῥίζαν τε καὶ φύλλων δράγμα α΄. ἐναποβρέξας τοῖς
3. ὕδατος κυάθοις δ΄. κατάχριε καὶ μετὰ τοῦτο τῷ ἐλαίῳ σύγχριε.
4. ἄλλο. ἀκτὴν καύσας καὶ μετὰ κηρωτῆς ὑγροτάτης
5. μίξας χρῖε. ἄλλο. ἀλόην μίξας σὺν οἴνῳ αὐστηρῷ μέλανι ἐπίχριε.
6. ἄλλο. σμύρναν καὶ λάδανον σὺν οἴνῳ ἢ ἐλαίῳ μυρσίνῳ
7. κατάχριε. ἄλλο. λαβὼν μελίσσας τὰς πλείστας καὶ
8. συγκαύσας καὶ μίξας ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε, φυλάττων
9. ἵνα μὴ τὰ πέριξ καταχρίῃς. ἄλλο. μελάνθιον καύσας
10. καὶ μετὰ ὕδατος τρίψας καὶ μίξας κατάπλαττε· μάλιστα
11. δὲ τοῦτο τοῖς ὀφρύσιν συμφέρει.
12. Πρὸς τὰς ἐκ νόσου ἀποῤῥεούσας τοῖς ἀναλαμβανομένοις
13. τρίχας. Λάδανον σὺν οἴνῳ καὶ ἐλαίῳ ῥοδίνῳ ἑψήσας
14. πρὸς τῆς κηρωτῆς πάχος καὶ κατάχριε. ἄλλο. ῥίζαν
15. τῆς μορέας φλοισθεῖσαν σύγκαιε καὶ ἕψε, ὡς εἴρηται. ἄλλο.
16. τὸ ψυλλίου σπέρμα τρίψας τίθετι ἐν τῇ κονίᾳ καὶ τὴν κεφαλὴν
17. σύγκλυζε. ἄλλο. ᾦ ἐν τῷ ἀπὸ τοῦ πυρὸς περικεκαυμένῳ
18. τόπῳ αἱ γίγνωνται τρίχες. φύλλα τῆς συκέας τριβέσθωσαν
ㅤ
1. καὶ εἰς ἄλευρον στρεφέσθωσαν καὶ τόπῳ ἐπιτιθέσθωσαν.
2. Ψίλωθρα. Ἐγκέφαλον νυκτερίδος τρίψας μετὰ
3. γάλακτος γυναικείου καὶ ἐπίχριε. ἄλλο. χολὴν θύννου κισσοῦ
4. τοῦ δακρύου ἢ κόμμεως καὶ κατάχριε. ἄλλο. λαβὼν τὸ
5. αἷμα λαγωοῦ θαλαττίου νεογενὲς ἐπιτίθετι. ἄλλο. αἷμα
6. τοῦ ἐλάφου συμμίξας ὄξει καὶ ἐπίχριε. ἄλλο. τὸ κνήδης
7. ἀγριοστέρας σπέρμα λαβὼν, σὺν ἐλαίῳ τρίψας καὶ αὐτῷ
8. τὸν τόπον τρῖβε. ἄλλο. νυκτερίδας πλείστας ζωὰς τίθετι ἐν
9. ἀσφάλτῳ καὶ ἔασας ὡς σήπωνται καὶ τόπον ὁντιναοῦ κατάχριε.
10. Πρὸς ἀλωπεκίας. Μύα καύσας καὶ λεῖον ἀρκτείῳ
11. στέατι μίξας κατάχριε, προανατρίβων κρομμύῳ λευκῷ
12. τὸν τόπον. ἄλλο. κανθαρίδας κατακαύσας καὶ τρίψας, κόνιτρον
13. τῷ μέλιτι ἀναλαβὼν, κατάχριε. ἄλλο. τοῖς φύλλοις
14. συκίνοις τρῖψον ἀκριβῶς,
ㅤἔπειτα χρῖε σὺν τῷ ἀρκτείῳ
15. στέατι. ἄλλο. ἀφρὸν θαλάσσης συγκαύσας καὶ τρίψας καὶ
16. συμμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βατράχιον τὸ μακροσκελές
ㅤ
1. κατακαύσας καὶ λεῖον μετὰ πίσσης ὑγρᾶς καὶ προανατρίβων
2. τὸν τόπον αὐτὸν κατάχριε. ἄλλο. ἵππου ποταμίου τὸ δέρμα
3. συγκαύσας κατάχριε. τὸν τόπον. ἄλλο. τῷ αἵματι χελώνης
4. θαλασσίας τὸν τόπον κατάχριε. ἄλλο. λαβὼν μυόχοδον καὶ
5. τρίψας καὶ συμμίξας τῷ ὄξει πρὸς τῷ μέλιτος πάχος καὶ
6. προανατρίβων τὸν τόπον κατάχριε. ἄλλο. ἀσφόδελον τρίψας
7. καὶ μίξας τῷ ὄξει ἢ τῷ οἴνῳ, καὶ προξυρεύσας, τόπον τρῖβε
8. τοῖς συκέας φύλλοις ἢ τῷ πανίῳ ὑφάσματι τραχεῖ καὶ κατάχριε.
9. ἄλλο. ῥίζαν καλάμου καύσας καὶ μίξας τῷ ἀρκτείῳ
10. στέατι καὶ κατάχριε. ἄλλο. τιθύμαλλον τρίψας κατάχριε τὸν τόπον.
11. Περὶ πιτυριάσεως. Κιμωλίαν προβρέξας ὕδατι,
12. μῖξον χυλὸν τεύτλου καὶ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ·
13. εἶτα ἀποπλύνας λεῖον λιβανωτὸν σὺν οἴνῳ καὶ ἐλαίῳ κατάχριε
14. καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· τῇ ὑστεραίᾳ ἡμέρᾳ σταφίδα
15. ἀγρίαν βοτάνην σὺν ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν
16. νίτρου καὶ τρυγὸς οἴνου καὶ μυροβαλάνων, ἀνὰ λίτραν α΄.
17. βοτάνης σταφίδος ἀγρίας λίτραν α΄. καὶ (S"). μίξας ἐλαίῳ
ㅤ
1. παλαιῷ κατάχριε. ἄλλο. πρὸς δὲ τὰς ὑγροτέρας πιτυριάσεις
2. ἅλμῃ ἀπόκλυζε, ἢ θερμῶν ἀποβρέγματι· πεπείραται
3. γάρ. ἄλλο. τῷ τῆς ἀνδράχνης χυλῷ τὴν κεφαλὴν ἀπόκλυζε.
4. ἄλλο. κατάχριε τὴν κεφαλὴν χυλῷ τεύτλου ἑψηθέντι, ἢ ὠμῷ
5. τῷ μέλιτι μεμιγμένῳ. ἄλλο. κιμωλίαν μίξας τῷ τήλεως
6. ἑψήματι κατάπλασσε. ἄλλο. σικύου ἀγρίου ῥίζαν ἑψήσας
7. τῷ ἀφεψήματι χρῶ. ἄλλο. σκίλλαν ὀπτήσας καὶ ὅταν μαλακὴ
8. γένηται, ἐκπιάσας τὸν χυλὸν, καὶ μίξας ἐλαίῳ, κατάχριε.
9. Πρὸς ψυδράκια καὶ ἐξανθήματα γιγνόμενα ἐν
10. τῇ κεφαλῇ. Ψυδράκιά εἰσι μικραὶ τῆς κεφαλῆς ὑπεροχαὶ
11. φλυκτίσιν ὅμοιαι, ὑπερκείμεναι τῆς ἐπιφανείας. τὰ δὲ ἐξανθήματα
12. κατὰ τὴν ἐπιφάνειαν ἐπιπόλαιαι ἑλκώσεις ὑπέρυθροι
13. καὶ τραχεῖαι. ἀμφότερα δὲ θεραπεύονται δυνάμεσι
14. ταῖς ὑποτεταγμέναις. πρῶτον λαβὼν τὸ λείωμα καὶ προσβαλὼν
15. ἐν τῷ οἴνῳ καὶ ᾧ κηρωτὴν προστιθέντι. ἄλλο. ποίει
16. κηρωτὴν ἐκ κύπου καὶ τοῦ ψιμυθίου καὶ κατάχριε. ἄλλο.
17. προσλαμβάνων ἀμύλου, ψιμυθίου, στυπτηρίας, πηγάνου
ㅤ
1. φύλλων χλωρῶν ἀνὰ δραχ. δ΄. σὺν ὄξει μίξας καὶ ἐλαίῳ μυρσίνῳ
2. κατάχριε. ἄλλο. προσλάμβανε λιθαργύρου, ψιμυθίου
3. ἀνὰ δραχ. αβ΄. θείου ἀπύρου δραχ. η΄. ἐλαίῳ μυρσίνῳ ἀναλάμβανε
4. καὶ κατάχριε.
5. Περὶ ἀχώρων καὶ κηρίων. Ἀχὼρ πάθος ἐστὶν
6. ἐν τῇ κεφαλῇ γινόμενον, τὸ λεπτοῖς πάνυ τρήμασι τὸ δέρμα
7. κατατήρον, δι᾿ ὧν ἰχὼρ ἀποδίδοται γλίσχρος. ὅμοιον δὲ
8. αὐτῷ πάθος κηρίον, ἀλλὰ τὰς κατατρήσεις ἔχει μείζονας
9. ὑγρότητος μελιτώδους περιεκτικάς. οὕτω δὲ θεραπεύονται.
10. ξυρήσας τὰς τρίχας πυρία δὶς ἢ καὶ τρὶς ἢ καὶ πλεονάκις
11. ὕδατι θερμῷ ἐναφηψημένης μυρσίνης ἢ βάτου ἢ φακοῦ
12. ἢ πικρῶν θερμῶν ἢ ἀσπαράγου ῥίζης· ὅταν δὲ πλείονες
13. ἰχῶρες ῥέωσι, κατάπλασσε φύλλοις ἰτέας μεθ᾿ ὕδατος, ἢ
14. φακῷ ἐν ὕδατι ἑψηθέντι. συμφέρει δὲ τὴν κεφαλὴν τῷ
15. θείῳ τε καὶ περδικιάδος καὶ σάπωνι προχρίειν. λαβὼν λιθαργύρου
16. δραχ. ιστ΄. πηγάνου φύλλων δραχ. η΄. σταφίδος ἀγρίας
17. δραχ. δ΄. χαλκάνθου δραχ. β΄. ὄξει καὶ μυρσίνῳ ἐλαίῳ ἀναλάμβανε.