6. Πρὸς κιονίδας. Κηκίδα λείαν καθ᾿ αὑτὴν
7. προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον
8. βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ
9. σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ
10. φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿
11. ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι
12. θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην
13. ἐπ᾿ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο.
14. βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας
15. κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν
16. ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν
17. ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς.
18. Καυστικὸν κιονίδος. Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν
ㅤ
1. ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει
2. ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ
3. ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον
4. εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ
5. μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν
6. κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου
7. ἔτους, καὶ οὐδέποτε ἕξει
ㅤτὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν
8. παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ
9. σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ
10. θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ
11. ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν
12. σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου
13. ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς.
14. Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν. Σκευαζέσθω
15. γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου,
16. ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ
17. ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν
ㅤ
1. μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας
2. ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα,
3. σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας
4. ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας
5. τρίψας σὺν μέλιτι κατάπλασσε.