8. Πρὸς τὰ τοῦ θώρακός τε καὶ πνευμονῶν
9. πάθη καὶ πρῶτον πρὸς κατάῤῥους. Τυρὸς παλαιὸς λαμβανόμενος
10. ὠφελεῖ, ἀναξηραίνει γὰρ αὐτούς. ἐν ἐλαίῳ παλαιῷ
11. διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ σμύρνῃ
12. τετριμμένῃ μετ᾿ οἴνου καὶ μέλιτος καὶ ἐλαίου.
13. Πρὸς βῆχας. Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ
14. λαμβανόμενα ὠφελεῖ. ἄλλο. ῥητίνην τερεβινθίνην σὺν μέλιτι
15. ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν.
16.
ㅤἌλλο παιδίοις μᾶλλον ἁρμόζον. Πητυὰν
17. καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο. λυκοῦργον
ㅤ
1. τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο.
2. σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιόρυξον
3. αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον
4. τὸν τόπον καὶ ὀπτήσας δὸς φαγεῖν.
5. Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας. Ὑσσώπου δεσμίδιον
6. μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ
7. ἡμέρας λ΄. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο.
8. πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν
9. τόπον. ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο.
10. σίνηπι κόψας καὶ λειοτριβήσας δίδου κοχλιάριον α΄. μετὰ
11. οἴνου κυάθων β΄. πίνειν ἑξῆς ἐπὶ ἡμέρας γ΄.
12. Πρὸς τὰς νυκτερινὰς βῆχας. Ἡδύοσμον τρίψας βάλε
13. εἰς ὄξος καὶ δίδου ῥοφεῖν.
14. Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα. Στύρακος, μαστίχης,
15. πεπέρεως, πετροσελίνου ἀνὰ δραχ. α΄. σανδαράχης δραχ. στ΄.
16. ἀκρόδρυον τῆς δάφνης α΄. τοῖς ἄνθραξιν ἐναπτομένοις ἐπιθὲς
17. καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων.
ㅤ
1. Πρὸς ἀσθματικούς. Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ μελικράτῳ
2. πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς
3. καταξυόμενος εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδαμον
4. λευκὸν κόψας καὶ μίξας μέλιτι δὸς ἐκλείχειν.
5. Πρὸς δυσπνοοῦντας. Λαβὼν προβάτων τὰς κατὰ τὸν
6. δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς πιεῖν.
7. ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δ΄.
8. Πρὸς ὀρθοπνοϊκούς. Στρούθιον ἐν ὕδατι θερμῷ
9. δὸς πιεῖν. ἄλλο. ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν
10. ἢ βολβὸν ἢ ἀβρότονον, ὡς χόνδρον δίδου μεθ᾿ ὑδρομέλιτος
11. ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν ὑδρομέλιτι, ἢ στοιχάδα τὴν
12. βοτάνην, ἢ καστόριον μετὰ γλυκέος πινόμενον, ἢ σκίλλης
13. τὸ ἐντὸς μετὰ ὀξυμέλιτος.
14. Πρὸς αἱμοπτοϊκούς. Συμφύτου ῥίζαν δὸς φαγεῖν
15. ὅσον δύναται καὶ τῇ αὐτῇ ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο.
16. Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ πολυγόνου χυλοῦ,
17. ὁτὲ δὲ καθ᾿ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος πρὸς
ㅤ
1. αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν οἴνῳ
2. κυάθων γ΄. ποιεῖ δ᾿ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλιστα
3. ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης
4. ὑπὸ τὴν γλῶσσαν κατεχόμενος.
5. Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον αἱμοῤῥαγοῦντας.
6. Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπιχέας
7. πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας
8. ὕδατι ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στ΄. τοῦτο καὶ στύφει
9. τὸν αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ
10. βρωθὲν ἐκκρίνει καὶ ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ
11. ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν.
12. Πρὸς πᾶσαν αἱμοῤῥαγίαν. Συμφύτῳ μετ᾿ ὄξους κατάπλασσε
13. τὸ πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ
14. ἀπὸ θώρακος τὸ στέρνον· ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας
15. ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε.
16.
ㅤΠρὸς ἀναφορικοὺς καὶ φθισικούς. Κόμμεως
17. τὸ μέλαν καθεψήσας διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν
ㅤ
1. κατέχειν καὶ καταπίνειν· ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμμεως
2. τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς.
3. Φθίσιν μὴ τελείαν παῦσαι. Πνεύμονα ἐλάφου καλάμῳ
4. ἐξελὼν καὶ ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια
5. γ΄. μετὰ μέλιτος κυάθων γ΄. εἶτα διαστήσας ὀλίγας ἡμέρας
6. δὸς πάλιν πιεῖν.
7. Ἐπὶ τῶν φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα. Χρώμεθα
8. τῷ ταρίχῳ μετ᾿ ἄρτου διδόντες ἐσθίειν, οὕτως βρέχοντες
9. αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις, ἕως οὗ πλυνόμενον
10. τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες αὐτὸν
11. εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον
12. ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ᾿ αὐτῷ χωρὶς τινὸς δίδωσι
13. ταρίχους σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι
14. ἐπείπερ ἅλες ἐπὶ ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ
15. δοθεὶς λύει. χρώμεθα δὲ καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρίχου
16. ἐν αὐτῇ καὶ ἀνακαθαίρονται ἰσχυρῶς. καὶ πράσοις δὲ
17. μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι ἐπιμελῶς καὶ
18. εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ τοῖς
ㅤ
1. ὁμοίοις, τῇ αὐτῇ δ᾿ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν συῤῥαγέντων
2. ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ
3. βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀναφορικοὺς
4. καὶ βήσσοντας ποιεῖ καλῶς.
5. Πρὸς τὴν αἵματος πτύσιν ἢ ἀναγωγήν. Ποιεῖ καὶ
6. γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου καὶ τροχίσκοι
7. ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη.