[Capitulum 15]
16. Πρὸς τὰ μαστῶν πάθη.
17. Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι. Λαβὼν γῆν
18. γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ
ㅤ
1. ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως
2. ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς
3. καὶ τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνεργότερον
4. αὐτὸ ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ι΄.
5. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ πολλὰ ἔτη. Κωνείῳ
6. κατάπλασσε καρυϊστίῳ.
7. Μαστοὺς μείζονας μὴ γίνεσθαι. Χοῖρον ἐκτεμὼν
8. τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ οὐκ αὔξονται.
9. Πρὸς τὸ ξηραίνειν τὸ γάλα. Κρητάριον λειωθὲν
10. ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι.
11. Πρὸς φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν. Κιμωλίαν,
12. λίβανον καὶ ἔλαιον ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο.
13. κατ᾿ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξας
14. καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο. φοίνικας καὶ
15. ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει. ἄλλο.
16. κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει.
17. ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι
18. τὴν ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ
ㅤ
1. κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ
2. γλυκέος ἐλαίου χρηστέον θερμοῦ δι᾿ ἐρίων τρυφερῶν. πυριατέον
3. δὲ αὐτοὺς ἀτμῷ θερμοῦ ὕδατος ἢ ἀφεψήματι τήλεως
4. ἢ ἀλθαίας ἢ σελινοσπέρμου.
5. Πρὸς ἐφέλκειν τὸ γάλα. Ῥάφανον σὺν πιτύροις
6. ἐν οἴνῳ ἑψήσας καὶ ἠθήσας δίδου πίνειν. ἄλλο. σήσαμον
7. σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν. ἄλλο. ἄνητον ἢ αὐτοῦ
8. σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος εὐπορίαν
9. ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας
10. ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου δραχ. α΄. τίθετι ἐν
11. μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ
12. δίδου πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθήσας
13. δίδωτι τὸ ὕδωρ πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου
14. πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ ῥηθὴν κεκαυμένην ἑψήσας
15. ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου πίνειν. ἄλλο.
16. ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ κατεσθίειν
17. αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ
18. δίδου πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ
ㅤ
1. πίνειν. ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δριμέσι
2. καὶ ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι.
3. Πρὸς κωλύειν τὸ γάλα. Μαστοὺς τῷ ὕδατι
4. θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ στυπτικά τε καὶ ξηραντικὰ πρόσθες.
5. Διαφυλακτικὰ μαστῶν, οἷς αὐταὶ διὰ πολλοῦ τεταμέναι
6. καταμένουσι. Κιόνιον λεάνας μαστῷ ἐπιτίθει ἐπὶ
7. ἡμέρας θ΄. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ βρεχόμενον.
8. ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς,
9. εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆθος
10. δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε
11. τοὺς τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας
12. πάλιν ἔα τρεῖς ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός.