3. Πρὸς στομαχικούς. Κεδρίας κοχλιάρια
4. δύο, ἐλαίου ὠμοτριβοῦς κύαθον ἴσα μίξας δὸς
5. ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς ἀποθεραπεύει. ἔστι
6. δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς ὀθόνιον
7. ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου καταῤῥοφεῖν.
8. Πρὸς ἀτόνους καὶ ναυτιῶντας. Ἡδυόσμου κλῶνας
9. β΄. ἢ γ΄. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς
10. καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ
11. ὕδατος δίδου πιεῖν, ἀπαράβατόν ἐστι.
12. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί τι χολῶδες.
13. Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν γαλακτῶδες
14. ποιῶν τὸ κρᾶμα.
15. Πρὸς τὰς τοῦ στομάχου ἀτονίας. Σίνηπι πεφρυγμένον
16. λεῖον μετὰ ὕδατος δίδου πίνειν.
17. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.
ㅤ
1. Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ.
2. Πρὸς λυγμόν. Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ,
3. τὸν δάκτυλόν σου τῆς ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς
4. κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω, ὥστε καὶ κύμινον καὶ χόνδρον·
5. ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος κατοχὴν
6. ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω·
7. ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον
8. τῇ χειρὶ ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις.
9. Πρὸς τὴν τοῦ στομάχου ὀδύνην. Καστόριον
10. δίδου πίνειν δι᾿ ὀξυκράτου· καὶ εἰ μὲν φύσημα τὸ αἴτιον ᾖ,
11. ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ πετροσέλινον
12. κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας καὶ
13. πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς
14. μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα
15. εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν.
16. Πρὸς ἀτονίαν στομάχου. Ὠφελεῖ ἔλαιον μήλινον
17. ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ σινήπεως σπέρμα κεκαυμένον
ㅤ
1. τρίψας καὶ σὺν ὕδατι δίδου πίνειν. ἄλλο. λαβὼν
2. μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη β΄. ἀψινθίου, οἰνάνθης
3. ἀνὰ μέρη γ΄. μηλίνου μέρη δ΄. οἴνου τὸ ἀρκοῦν, ῥόδων μέρη
4. β΄. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ
5. ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς
6. δὲ καὶ κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο.
7. ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ
8. τῷ ὄξει δίδου πίνειν.