9.
ㅤΠρὸς χολέραν καὶ ἔμετον
10. καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας. Ὀλβίνος οἶνος ἐπὶ τῶν
11. χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος καὶ πρὸς κοιλίαν ποιῶν.
12. Ἔμετον παῦσαι. Πολυγόνου χυλῷ χρῖε τὰ
13. ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον
14. μέρος καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ
15. κενταυρίου ἢ θύμου ἢ μυρτίδας μελαίνας.
16. Ὥστε ἐμέσαι ἀλύπως. Σαμψύχου φύλλα δὸς
17. φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον.
ㅤ
1. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.
2. Ποίησον οὕτω. ἑψήσας ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως
3. δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν καχλάζον ἔμβαλε καὶ
4. μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς φαγεῖν.
5. σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα
6. κατὰ τὴν ἡμετέραν Ἀσίαν.
7. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας. Ῥοῦν καὶ κύμινον
8. τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στ΄.
9. οὐγγίαν α΄.
10. Πρὸς χολερικοὺς λίαν καλόν. Ἡδύοσμον ἐν οἴνῳ
11. δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξηράνας
12. δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζ΄. ἢ διὰ
13. ὕδατος θερμοῦ κυάθων β΄. εὐθέως ἄπονος ἔσται. ἄλλο. κοχλίαν
14. τρίψας σὺν τῷ κελύφει δίδου πιεῖν.
15. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν. Ἀμπέλων φύλλα
16. καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν
17. ὕδατι κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ.
18. ἐλαίῳ θερμῷ πότιζε.