1. Πρὸς ἡπατικούς. Πετροσελίνου σπέρματος
2. κοχλιάριον α΄. ἡδύοσμον πασσόμενον καὶ πινόμενον
3. ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη κλυθεῖσα καὶ
4. εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν παρέχει·
5. τρίτον δὲ ποθεῖσα μεθ᾿ ὕδατος ἀπαλλάσσει. ἄλλο,
6. λύκου ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος
7. ξέστον. ἄλλο. πεπέρεως λευκοῦ κόκκους θ΄. καὶ σμύρνης
8. μέγεθος καρύου Ποντικοῦ, τρίψας πάντα ὁμοῦ, αἰθρίου
9. ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς. ἄλλο. ἧπαρ ἵππου
10. ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου
11. μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νομὴν
12. ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος
13. ἡπατικοὺς ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πόνους
14. ἥπατος. ἄλλο. λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξεστιν
15. εὐθὺς ἀπόνους ποιεῖν.
16. Ἐπίθεμα πρὸς ἡπατικούς. Σίλφιον κόψας ἀναλάμβανε
17. ἀξουγγίῳ παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει.
18. ἄλλο. σῦκον ἐν μελικράτῳ ἑψήσας καὶ λειάνας μίσγε. ἀψίνθιον
ㅤ
1. λεῖον εἰς πλεῖστον καὶ χρῶ.
ㅤἄλλο. κράμβη
2. ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει.