Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.2, ed. Kühn, 1827, vol. 14, p. 398-403. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.2

[Capitulum 2]
1. Περὶ τῶν τῆς κεφαλῆς παθῶν.

Περὶ
2. τρυμοῦ τῆς κεφαλῆς. Στοιχάδα δίδου πίνειν σὺν ὕδατι.
3. ἄλλο. ἀρτεμισίας λεπτοφύλλου χυλὸν μίξας ἐλαίῳ ῥοδίνῳ καὶ
4. τὰ τῶν νεύρων ῥίζια κατάχριε. ἄλλο. ἀκάνθας λευκῆς σπέρμα
5. δίδου πίνειν. ἄλλο. καστόριον ὕδατι διακλύσας δίδου πίνειν.

6. Περὶ κεφαλαλγίας. Κέρας ἐλάφου καύσας καὶ
7. τρίψας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ κατάχριε τὸ μέτωπον καὶ
8. κροτάφους. ἄλλο. ἐγκέφαλον γύπειον τρίψας τὴν κεφαλὴν
9. κατάχριε καὶ κροτάφους. ἄλλο. ψύλλιον κατάχεε ἐλαίῳ ῥοδίνῳ
10. μίξας καὶ χρῶ. τοῦτο δὲ συμφέρει καὶ πρὸς τὴν ἡμικρανίαν.
11. ἄλλο. στύρακα τὴν ὑργὰν μίξας ἐλαίῳ παράπλεκε.
12. ἄλλο. ὀνίσκους τοὺς ὑπὸ ὑδρίαις διαγομένους ἐν ἐλαίῳ ἑψήσας
13. τὴν κεφαλὴν κατάχριε. ἄλλο. κυτίνους ἢ τὰ βαλάντια
14. ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι θαλασσίῳ μέχρι τῆς τρίτου τοῦ μέρους
15. καταναλώσεως, καὶ τρίψας καὶ μετὰ κηρωτῆς μίξας
16. κατάχριε. ἄλλο. τῷ γλήχωνι καὶ μαράθρου ῥίζῃ σὺν ἀλεύρῳ
1. κριθίνῳ τοὺς κροτάφους κατάχριε. ἄλλο. ἡδύοσμον ἢ σίνηπι
2. σὺν ὄξει μίξας κατάχριε κροτάφους δὶς ἐν ἡμέρᾳ.

3. Πρὸς τῆς κεφαλῆς τε καὶ τῶν κροτάφων ἀλγήματα.
4. Προσλάμβανε ὀπίου τὸ κυάμου μέγεθος καὶ γλήχωνος
5. καὶ σχίνου μερίδας ἓξ, καὶ ἀναλαβὼν ὄξει καὶ ἐλαίῳ
6. ῥοδίνῳ κατάχριε. ἄλλο. ὀξυλάπαθον καὶ τὴν κικίδα τρίψας
7. τὸ μέτωπον καὶ κροτάφους κατάχριε. ἄλλο. καστόριον διαλύσας
8. ἐλαίῳ ῥοδίνῳ καὶ ὄξει κατάχριε μέτωπον καὶ κροτάφους.
9. ἄλλο. ἴριδα ξηρὰν καὶ καρδάμωμον ἔλαττον ὄξει ἀναλύσας
10. χρῖε τρίχας ὡς γυναῖκες ποιοῦσιν αὐτὰς καταχρίουσαι.
11. ἄλλο. χυλὸν πευκεδάνου ἐλαίῳ ἰρίνῳ διαλύσας ἐπιτίθετι.
12. ἄλλο. νεοττείαν χελιδόνων μὴ συγχωρέῃς εἰς γῆν πίπτειν
13. καὶ πηλὸν τὸν τῷ κόπρῳ μεμιγμένον λαβὼν καὶ τῷ ὄξει ἐν
14. ἀγγείῳ ξυλίνῳ συμβρέξας καὶ ὑπάξας τὸ μέτωπον κατάχριε.
15. ἄλλο. τὸ κόμμι κισσοῦ τῷ ὄξει τε καὶ ἐλαίῳ ῥοδίνῳ διαλύσας
16. τοὺς κροτάφους κατάχριε. ἄλλο. βοήθημα σπυράθους,
17. τουτέστιν ἀφοδεύματα αἰγὸς σὺν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ
18. λειοτριβήσας κατάχριε τὸ μέτωπον καὶ κατάδησον φασκίᾳ· 
1. ποίει δὲ πρωῒ καὶ δείλης καὶ ἰάσῃ τὸν κεφαλαλγοῦντα. ἄλλο.
2. εὐφόρβιον καὶ μέλαν γραφικὸν λειώσας μετ᾿ ὄξους κατάχριε
3. τὸ μέτωπον. ἄλλο. παῖς ἄφθορος οὐρησάτω ἐπὶ τὴν οὐδὸν
4. τῆς θύρας τοῦ πάσχοντος. σὺ δ᾿ ἐπιβάλλων ὄξος τρῖβε
5. ἀμφότερα εἰς ἓν ἐπὶ τὴν οὐδὸν, ὡς γλοιοῦ γίνεσθαι πάχος,
6. καὶ κατάχριε τὸ μέτωπον αὐθωρόν. ἄλλο. ἐάν τις τίκτουσα
7. κεφαλὴν πονῇ, σποδὸν ὄξει φυράσας κατάχριε. ἄλλο. δάκρυον
8. κισσοῦ, μετ᾿ ὄξους καὶ ῥοδίνου λειώσας, κατάχριε τὸ
9. μέτωπον καὶ κροτάφους. ἐπίθεμα πρὸς ταυτά. κάρδαμον
10. φυράσας ὄξει καὶ ῥοδίνῳ καὶ ποιήσας κηρωτῆς τὸ πάχος
11. ἐπιτίθει ἀπὸ κροτάφου ἐπὶ κρόταφον. παραχρῆμα τὴν ὀδύνην παύει.

12. Πρὸς ἑτεροκράνιον. Ἀκακίαν λαβὼν κηρωτῇ
13. ῥοδίνῃ χρῶ. ἄλλο. κιχώριον ἐπιτιθέμενον καὶ πόνους κεφαλῆς
14. καὶ τὰς ἐγκαύσεις τὰς γινομένας ἀφ᾿ ἡλίου παύει.

15. Πρὸς ἐπιληπτικοὺς πότημα. Ἰκτῖνον
16. καύσας ζῶντα ἐν χύτρᾳ, δίδου πίνειν τὴν τέφραν καὶ ὑγιάσεις.
17. ἄλλο. ἧπαρ αὐτοῦ καύσας καὶ τρίψας δίδου δι᾿
1. ὕδατος. ἄλλο. κόπρον ὀνείαν φρῦξον καὶ λάμβανε ἀπ᾿ αὐτῆς
2. ὅσον κοχλιάρια β΄. καὶ πότιζε καθ᾿ ἡμέραν, καὶ ἀπαλλαγήσεται
3. τοῦ πάθους· τοῦτο τῶν λίαν πεπειραμένων ἐστίν.
4. ἄλλο. οὖρον κάπρου ἐν κάπνῳ ξηρὸν ποίει, ποτιζόμενον δι᾿
5. ὀξυμέλιτος· ἔστω δὲ τοῦ οὔρου τὸ μέγεθος κυάμου Αἰγυπτίου,
6. μάλιστα δὲ συάργου. ἄλλο. κόπρος τράγειος ποιεῖ διδομένη
7. ἕως πεντεκαίδεκα σπυράθων. ἄλλο. μαλάχης ἀγρίας
8. χυλὸν δίδου ἐπὶ ἡμέρας λ΄. πίνειν νηστικῷ, καὶ ἰάσῃ. ἄλλο.
9. γαλῆς αἷμα κατάξηρον δίδου δι᾿ ὕδατος. τοῦτο δὲ ποίει,
10. ὅταν ᾖ παραύτικα πεσούμενος ὁ κάμνων. ἄλλο. ὀλίγον ἐλαίου
11. τῇ λαγώῃ πητύᾳ κατάχεε καὶ καταπότια ποίεε, ἐξ ὧν |ὅθ᾿
12. ἓν, ὁτὲ δύο δίδου. ἄλλο. γαλῆς αἷμα περίχριε καὶ τὴν γαλῆν
13. δίδου φαγεῖν, ἀποκόπτων αὐτῆς τοὺς πόδας καὶ τὴν
14. κεφαλήν· ποιεῖ ὁμοίως καὶ πρὸς χοιράδας διδομένη γαλῆ.
15. ἄλλο. μῦν ἀνατεμὼν ἐν ληγοσεληνίῳ δέξαι αὐτοῦ τὸ ἧπαρ
16. καὶ ὀπτήσας δὸς φαγεῖν τῷ πάσχοντι. ὠφελεῖ καὶ τὸ ὀξύμελι
17. σκιλλιτικὸν καὶ τὸ Ἰουλιανοῦ καὶ ἡ θηριακή.


1. Ἄλλο ὀσφραντικὸν πρὸς ἐπιληπτικούς. Τιθύμαλλον
2. τρίψας μετὰ ὄξους καὶ ἀλφίτων, μαζία ποιήσας δίδου
3. ὀσφραίνεσθαι τῷ ἐπιληπτικῷ καὶ οὐ πεσεῖται. καὶ συμφέρει
4. τοῦ πευκεδάνου τε καὶ πίσσης ὀσφρᾶσθαι.

5. Ἐπιθυμίαμα τῷ γνῶναι εἰ ἔστιν ἐπιληπτικός.
6. Λίθον ἐπιθυμίασον τὸν γαγάτην, αὐτῷ συμπεριβαλὼν, ὡς
7. μὴ διασκίδνασθαι τὴν ὀσμὴν καὶ καταπεσεῖται εἴπερ ἑάλῳ
8. τῷ πάθει.

9. Πότημα πρὸς τὸ γνῶναι εἰ ἀθεράπευτοί εἰσιν
10. οἱ ἐπιληπτικοί. Ἀκακίας δραχμὴν ὕδατι διεὶς πότιζε· ἐὰν
11. ἐμέσῃ, ἀνίατόν ἐστιν· ἐὰν δὲ πυρέξῃ, πότερον συμφέρει αὐτῷ.

12. Ἀστροπλήκτων θεραπεία. Ὄνου οὖρον κατάχεε
13. αὐτοῖς καὶ θεραπεύονται.

14. Ἐὰν πεπτωκότα ἐπιληπτικὸν θέλῃς ἐγεῖραι παραχρῆμα.
15. Θύμον ἢ γλήχωνα τρίψας προσένεγκε αὐτοῦ τοῖς μυκτῆρσι.

16. Καθαρτικὸν διὰ μυκτήρων. Ἀναγαλλίδος τῆς
1. τὸ κυανοῦν ἄνθος ἐχούσης τὸν χυλὸν εἰς τοὺς μυκτῆρας
2. ἐνθεὶς κέλευε ὕπτιον ἀνανεύσαντα. τοῦτο δὲ βοηθεῖ πᾶσι
3. τοῖς περὶ κεφαλὴν ὀχλουμένοις. ἄλλο. χυλὸν τοῦ κισσοῦ λευκοῦ
4. ἔγχει εἰς μυκτῆρας. ἄλλο. μελάνθιον χυλίσας μετὰ ὑδρομέλιτος
5. καὶ ἶριν, οὕτως χρῶ, ἔλαιον παλαιὸν μίξας. ἄλλο.
6. σεύτλου ῥίζαν χυλίσας ἔγχει εἰς μυκτῆρας καὶ καθαίρει.

Cliquer un n° de page pour en afficher l’image