3. Πρὸς ἰκτερικοὺς καὶ νεφριτικοὺς καὶ λιθάρια
4. μικρὰ ἐξουροῦντας. Ἀκάνθου ῥίζας ὃ καλεῖται Ῥωμαϊστὶ
5. τρικαρδουμαίας χλωρὰς γ΄. ἐὰν δὲ μὴ, ξηρὰς δ΄. μεθ᾿
6. ὕδατος ἕψει ἕως ἥμισυ λειφθῇ καὶ τὴν ῥίζαν ἐκθλίψας δίδου
7. τὸ ὕδωρ πιεῖν.
8. Πρὸς ἴκτερον καλὸν λίαν καὶ ἐπὶ πολλῶν πεπειραμένον.
9. Ῥαφάνους χλωροὺς σὺν τοῖς φύλλοις λειώσας, τοῦ
10. χυλοῦ μετὰ οἴνου κυάθου α΄. ἢ δύο, πότιζε δὲ πρὸ τοῦ βαλανείου,
11. ἐὰν νῆστις ᾖ. καὶ εἰς τὸ θερμὸν ἐμβαίνειν ποίει.
12. ὄψει γὰρ τὸν ἴκτερον εἰς τὸ ὕδωρ ἐπιπλέοντα. ἐὰν δὲ πλείονα
13. νόσον ἔχῃ, τοῦ χυλοῦ δίδου πιεῖν ἢ ἀγχούσης τῆς
14. ῥίζης ξηρᾶς κοχλιάρια β΄. λαβὼν μεθ᾿ ὕδατος κυάθων
15. γ΄. δίδου πίνειν· ἢ θείου ἀπύρου κοχλιάρια δ΄. δίδου ἐν
16. οἴνῳ ἢ βράθυος γο. α΄. μετὰ οἰνομέλιτος δίδου πίνειν.
17. ἐγὼ μέντοι καὶ τοιούτῳ χρῶμαι ἐναργῶς ποιοῦντι. ἀφρονίτρου
ㅤ
1. γο. β΄. βρέχων ἐν οἴνῳ Ἀμιναίῳ κυάθων β΄. καὶ ἐξαιθριάσας
2. τὴν νύκτα ὅλην δίδωμι νήστει πιεῖν· ποιῶ δὲ τοῦτο
3. τριῶν ἡμερῶν ἢ δ΄. ἐφεξῆς καὶ ἰῶμαι. ἄλλο. βοτάνην ὑπερικὸν
4. καὶ ἀδίαντον ἐν ὕδατι ἑψήσας δὸς πιεῖν. ἄλλο. μυρίκην
5. μετ᾿ ὄξους τρίψας δὸς πιεῖν, ἰᾶται ἰκτερικούς. ἀπάγων
6. εἰς βαλανεῖον τὸν ἰκτερικὸν καὶ ἐμβιβάσας εἰς τὴν ἐμβατὴν
7. δίδου σχοίνου ἄνθος γο. ιβ΄. μετ᾿ οἰνομέλιτος κυάθων
8. γ΄. πιεῖν, βάψει τὴν μακρὰν καὶ ἀπαλλαγήσεται. ἄλλο. βοτάνῃ
9. ῥυβίᾳ χρώμενος τῇ καθημερινῇ διαίτῃ χωρὶς χοιρείου
10. κρέως, κόψας ταύτην καὶ σήσας, δίδου ἐπὶ ἡμέρας στ΄. τῇ
11. α΄. κοχλιάριον μετὰ κοχλιαρίων δ΄. οἴνου. εἶτα προσαφαιρῶν
12. τοῦ οἴνου δὸς κοχλιάρια θ΄. εἶτα η΄. εἶτα ζ΄. εἶτα στ΄. εἶτα
13. ε΄. εἶτα δ΄. εἶτα γ΄. ἐὰν δὲ τῇ λ΄. εἴη κατάλειμμα, |δίδου τὰ
14. αὐτὰ ὁμοίως ποιῶν. ἄλλο. ἀνθεμὶς σὺν ὕδατι πινομένη ἴκτερον
15. ἀποκαταστήσει καὶ ἡπατικοῖς ἄκρως ποιεῖ. ἄλλο.
16. στρούθιον μετὰ μέλιτος καὶ γάλακτος ἰᾶται πινόμενον. ἄλλο.
17. ὀνίσκοι οἱ ὑπὸ τῆς ὑδρίας γεννώμενοι, λεῖοι δι᾿ οἰνομέλιτος
18. πινόμενοι ἰῶνται ἴκτερον. ἄλλο. ἕρπυλλον ἑφθὸν σὺν ὕδατι
ㅤ
1. πινόμενον ἀποκαταστήσει ἰκτερικούς. ἄλλο. θεῖον ἄπυρον
2. δι᾿ οἴνου πινόμενον θεραπεύει ἴκτερον, ὅσον κοχλιάριον α΄.
3. καὶ β΄. λαμβανόμενον τοῦ σιδήρου ἰὸς καταστήσει ἐν τάχει.
4. ἄλλο. αἰγὸς βοσκάδος ἄφοδον ξηράνας, κόψας σῆσον, δὸς
5. νήστει λουσαμένῳ, οἴνῳ εὐώδει κυάθους δ΄. κοχλιάριον μὴ
6. δειπνήσαντος· πυρέσσουσι δὲ δι᾿ ὕδατος τὸ αὐτὸ πλῆθος.
7. ἄλλο. χολῆς ἀρκείας ὅσον κύαμον Ἑλληνικὸν δίδου, εἶτα
8. ὕδωρ ἐπιπινέτω. ἄλλο. βράθυος κύαθον α΄. μετ᾿ οἰνομέλιτος
9. πινόμενον ἰᾶται ἴκτερον. ἄλλο. λίβανον ἀφέψων τῷ
10. ὕδατι πότιζε. ἄλλο. γῆς ἔντερον λειοτριβήσας δίδου πιεῖν.
11. ἄλλο. ἀριστολοχίας δι᾿ ὑδρομέλιτος πότιζε. ἄλλο. κιχωρίου
12. χυλοῦ κυάθους δ΄. δὸς πιεῖν καὶ ἰαθήσεται. ἄλλο. εἰς τὸν
13. μέσον οἶκον τοῦ βαλανείου ἱδρώσειν ἐμβίβασον καὶ ἐξελθὼν
14. ἀποθήσει.
ㅤἄλλο. κυνείας λευκῆς τῆς καλουμένης γενούβεως
15. κοχλιάριον α΄. μετ᾿ οἴνου καλοῦ κυάθων γ΄. δίδου
16. πιεῖν ἐπὶ ἡμέρας ι΄. ποιεῖ δὲ καὶ πρὸς κωλικοὺς καὶ πνευματώσεις ὁμοίως.
ㅤ
1. Ἔῤῥινον πρὸς ἰκτερικούς. Ἐλατήριον ὅσον κύαμον
2. Ἑλληνικὸν διεὶς γάλακτι γυναικείῳ εἰς τοὺς μυκτῆρας ἔγχει.
3. ἄλλο. μελάνθιον ἑψήσας ἐγχυμάτιζε τοὺς μυκτῆρας ἐν βαλανείῳ,
4. ἐκχεῖ τὸν ἴκτερον.