Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.21, ed. Kühn, 1827, vol. 14, p. 458-462. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.21

5. Πρὸς σπληνικούς. Λαπάθου ἀγρίου
6. ῥίζαν κόψας ἐν ὅλμῳ καὶ τρίψας τὸν χυλὸν δίδου πιεῖν
7. ἐπὶ ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἄλλο. πάνακος ῥίζαν κόψας
8. δὸς νήστει ἐν ὕδατι θερμῷ κυάθων γ΄. κοχλιάριον α΄.

9. Πρὸς σπληνικοὺς, κᾂν ὦσιν ἐσκιῤῥωμένοι. Λαβὼν
10. καππάρεως ῥίζης τοῦ φλοιοῦ γο. β΄. ὄξους κοτύλης τὸ ἥμισυ,
11. ὕδατος κοτύλην α΄. ἕψει ἕως εἰς τρίτον κατέλθῃ μέρος καὶ
12. δίδου εὐπέπτῳ ὄντι κύαθον α΄. ἢ β΄. καὶ τοῦτο ποίει ἐκ
13. διαστημάτων. ἄλλο. κισσοῦ φύλλα ἑψήσας ἐν ὄξει καὶ κόψας,
14. ἔκθλιψον τὸ ὑγρὸν, κᾂν ἰσχυρὸς ᾖ, ἄκρατον αὐτῷ
15. δίδου πιεῖν. τοῖς δὲ τῶν τρυφερωτέρων ὕδωρ ἐπιμίσγων
16. τῷ χυλῷ. δεῖ μὲν πρὸ τοῦ πίνειν αὐτοὺς ἀναγκάζειν συχνῶς
17. περιπατεῖν. ἄλλο. κενταυρίου λεπτοῦ γεγηρακότος, κοπτομένου
1. ἐν ὅλμῳ δίδου κοχλιαρίου τὸ πλῆθος ἀπυρέτοις. ἄλλο.
2. λαγωοῦ σπλὴν πρόσφατος καταπινόμενος, ὥστε τοῖς ὀδοῦσι
3. μὴ ἅπτεσθαι, ὑγιάζει τοὺς σπληνικούς. ἀγνοείτω δὲ ὁ
4. πάσχων ὅ τι κατέπιεν ἐνδεδεμένος τοὺς ὀφθαλμοὺς, ποιεῖ
5. δὲ καὶ ὁ τῶν μήπω βλεπόντων κυνιδίων σπλὴν ὡσαύτως
6. καταπινόμενος. ἄλλο. κυνηγετικοῦ κυνὸς σκυλάκιον λεῖον
7. ξηρὸν δίδου νήστει προσβαλὼν νάρδου ὀλίγης. ἔλεγε δὲ
8. Μάρκελλος ποιεῖν καλῶς πρὸς σπληνικοὺς καρδαμώμου κοχλιάριον
9. α΄. ἢ β΄. μετὰ ὄξους σκιλλητικοῦ κυάθου α΄. ἢ β΄.
10. διδόμενον πιεῖν ἐπὶ ἡμέρας β΄. νήστει δίδου. ἄλλο. κισσοῦ
11. ῥίζας ἁπαλὰς ἑψήσας δι᾿ οἴνου πότιζε. ἢ ὠμὰς κόψας πότιζε
12. δι᾿ οἴνου. ἄλλο. ὀνίδας ξηρὰς διάλυσον ὄξει καἰ διηθήσας
13. δι᾿ ὀθόνης δίδου πιεῖν. ἄλλο. ῥαφάνου χυλὸν λειοτριβήσας
14. δι᾿ ὀξυμέλιτος δὸς ἐπὶ ἡμέρας γ΄. τῆς ἡμέρας ἀνὰ
15. κυάθους β΄. πιεῖν. τήκει τὸν σπλῆνα. ἄλλο. σκωρίαν σιδήρου
16. δίδου πιεῖν, ὅσον κοχλιάριον μετὰ ὀξυκράτου. ἄλλο.
17. ἴριν μακρὰν ἑψήσας διὰ ὄξους δίδου πιεῖν τὸ ὄξους ἀπόζεμα.
18. ἄλλο. ἑλκοροδάνου καρδίαν δίδου πιεῖν καὶ ἐσθίειν. 
1. ἄλλο. μοῦξιν καθεψήσας δι᾿ ὕδατος, ἐὰν ᾖ ξηρὸς, δὸς πιεῖν
2. τὸν χυλόν· μοῦξιν δὲ λέγεται Καππαδοκιστί. ἄλλο. στοιχάδος
3. κοχλιάριον μετὰ οἴνου σχοινίνου κύαθον α΄. λειοτριβήσας δὸς
4. πιεῖν. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος λειοτριβήσας μετ᾿
5. ὄξους δίδου πιεῖν κύαθον νήστει. ἄλλο. μυὸς σπλῆνα καὶ
6. πεπέρεως κόκκους ζ΄. εἰς σῦκον ὀπτήσας δὸς λεληθότως φαγεῖν.

7. Ἐπίθεμα πρὸς σπληνικούς. Λίθον ἄσιον ἐμβαλὼν
8. εἰς κύστιν βοείαν καὶ ὄξος δριμὺ ἀποδήσας ἐπιτίθει κατὰ
9. τοῦ σπληνὸς καὶ καταδιέλῃς. ἄλλο. μυροβάλανον μετ᾿ ὄξους
10. λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπιτίθει. ἄλλο.
11. ἀλώπεκος σπλὴν ἐπιδεσμούμενος ἰᾶται σπληνικούς.
12. ἄλλο. ἐρίφου σπλὴν ἐπιτιθέμενος τήκει σπλῆνα. ἄλλο. ἀγρία
13. κράμβη καταπλασσομένη ἰᾶται σπληνικούς. ἄλλο. Περσικῆς
14. φύλλα καταπλασσόμενα ποιεῖ καλῶς. ἄλλο. μυρίκης καρπὸν
15. ἐν ὄξει καθεψήσας, λεῖον ἑλκύσας ἐπιτίθει. ἄλλο. ἀμμωνιακὸν
16. θυμίασμα λειοτριβήσας μετ᾿ ὄξους ἔνελκε καὶ ἐπιτίθει.
17. ἄλλο. κροκόμαγμα ἐν ὄξει λειοτριβήσας καὶ ποιήσας κηρωτῆς
1. πάχος ἐπίθες. οὐκ ἀφίσταται μέχρις οὗ ἀποθεραπεύσεται.
2. ἄλλο. καππάρεως ῥίζαν κόψας ἐπιμελῶς εἰς ὀθόνην
3. ἐπιτίθει, αὐθήμερον ἐπιτιθέμενον ὠφελήσει.

4. Πρὸς σπληνικούς. Καππάρεως ῥίζης φλοιοῦ μεθ᾿
5. ὕδατος λίτραν α΄. καὶ ὄξους λίτραν (S"). ἕψει ἕως ἂν ἀποτριτωθῇ
6. καὶ δίδου γο. α΄. (S"). ἄλλο. φύλλα κισσοῦ ἑψήσας
7. σὺν ὄξει καὶ κοπανίσας ἐκπίασον τὸ ὑγρὸν καὶ τοῖς μὲν
8. ἰσχυροτέροις δίδου ἐξ αὐτοῦ, τοῖς δὲ τρυφεροῖς ὕδωρ μιγνύων,
9. περιπατείτω δὲ καὶ οὕτως πότιζε. ἄλλο. καππάρεως
10. ῥίζαν κοπανήσας καὶ ζέσας μετ᾿ ὄξους καὶ μέλιτος δίδου
11. πιεῖν νήστει.

12. Πρὸς σπλῆνα. Λαβὼν κυπαρίσσου κώνους κόψον
13. εὐτόνως καὶ ἄλευρον ὀρόβινον λεπτότατον βάλε εἰς ὄξος καὶ
14. ἕψε ἕως γένηται ὡς ἔμπλαστρον. ἐπιτίθει εἰς τὸν σπλῆνα
15. ἕως ἡμερῶν γ΄. καὶ μετὰ γ΄. ἡμέρας λῦσον καὶ εὑρήσεις τὸ
16. ἔμπλαστρον πεπληρωμένον. ἄλλο. Ἀμμωνιακοῦ θυμιάματος
17. ἐναποβρέξας ὄξει σκιλλητικῷ ἐπὶ ἡμέρας γ΄. καὶ λειώσας εἰς
18. ῥάκος ἐπιθὲς καὶ μὴ λύσῃς, ἕως τὸ ἔμπλαστρον ἀποπέσῃ.
1. ἄλλο. φύλλα συκαμίνου χλωρὰ ψύξας ἐν σκιᾷ καὶ τρίψας
2. ποίησον ξηρίων γραμμάρια δ΄. καὶ μετὰ ὀλίγου πεπέρεως
3. καὶ καρυοφύλλων μετὰ οἴνου ἀκράτου θερμοῦ εἰς ἔμβασιν
4. δίδου πιεῖν.

Cliquer un n° de page pour en afficher l’image