5. Πρὸς ὑδρωπικοὺς πόμα ὥστε ἐξουρεῖν
6. τὸ παρακείμενον ὑγρόν. Χαλκοῦ κεκαυμένου ὅσον κυάμου
7. Αἰγυπτίου, κόπρου περιστερᾶς γο. α΄. οἴνου κυάθους γ΄.
8. δίδου. ἔστω δὲ μία πόσις. ἄλλο πεπειραμένον ἡμῖν ἐπὶ
9. πολλῶν. τιθυμάλλου χαρακίου τὴν ῥίζαν δίδου ἐσθίειν πρὸς
10. δύναμιν καὶ παραχρῆμα κενοῖ. ἄλλο. κόκκον Κνίδιον κεκομμένον
11. καὶ σεσησμένον ἀναλάμβανε μέλιτι, ποιῶν πάχος γλοιοῦ
12. καὶ δίδου κοχλιάριον α΄. πλῆρες δ᾿ οἰνομέλιτος κυάθων γ΄.
13. καὶ ὀλίγου θερμοῦ ὕδατος, ὡς εἶναι γαλακτῶδες ἢ διὰ
14. ὠοῦ ῥοφήτου. ὑδραγωγὸν κάλλιστον πάνυ. χαμαιάκτης τὸν
15. χυλὸν τὸν ἐκ τῆς ῥίζης κυάθων β΄. καὶ οἴνου κυάθους β΄.
16. ἀπαλλάσσει δίχα τοῦ τὸν στόμαχον ἀνατρέπειν. ἄλλο. ἀγρώστεως
17. ἀφέψημα πινόμενον ἔστι διουρητικόν. ἄλλο. στρύχνου
ㅤ
1. χυλοῦ κυάθους δ΄. μέλιτος κυάθους ιστ΄. δὸς πιεῖν. ἄλλο.
2. ὕσσωπον καὶ γλυκεῖ τράγου οὖρον ποτιζόμενον διουρητικόν
3. ἐστιν. ὁμοίως ἐὰν αἴγειον ἔχῃς.
4. Ἐπίθεμα πρὸς ὑδρωπικούς. Κισσὸν κεκαυμένον ἐπιμελῶς
5. κατάπλασσε. ἄλλο. ῥαφάνους καθεψήσας δι᾿ ὕδατος
6. ἕως τακεραὶ γένωνται, κομισάμενος κρίθινον ἄλευρον μίξας
7. ἕψει καὶ κατάπλασσε.