Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.24, ed. Kühn, 1827, vol. 14, p. 464-472. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.24

3. Πρὸς τὰ γαστρὸς πάθη καὶ πρῶτον πρὸς
4. στρόφον καὶ ὀδύνην γαστρός. Ἀριστολοχίας ῥίζαν ἐν οἴνῳ
5. δὸς πιεῖν. πρὸς στρόφον καὶ λυγμὸν καὶ κεφαλαλγίαν καὶ
6. δυστοκίας καλῶς ποιεῖ. ἁρμόζει πταρμὸς πρὸς στρόφον καὶ
7. πάντα τὰ ἐντὸς πάθη. ἄλλο. τῆς λυχνίτιδος ἡ ῥίζα πλυθεῖσα
8. καὶ ἑψηθεῖσα μετὰ γλυκέος, εἶτα διυλισθεῖσα καὶ ποθεῖσα
9. ποιεῖ καλῶς. εἰ δὲ μὴ, βρώματι σεαυτοῦ πρόσβαλλε
10. ὀλίγην κασσίαν καὶ ὀλυρίδα μὴ κόψας.

11. Πρὸς στρόφον ἐντέρων καὶ κοιλίας. Κυμίνου πεφρυγμένου
12. καὶ κεκομμένου κοχλιάριον α΄. ἢ β΄. μεθ᾿ ὕδατος
13. κυάθων τριῶν δίδου πιεῖν· καὶ πρὸς ἐμπνευματώσεις ὄξος
14. ζέσας καὶ ψύξας. ἔπειτα σελίνου σπέρματος τρῖβε, παραζέων
15. τὸ ὄξος καὶ ἐκ τοῦ αὐτοῦ δίδου πιεῖν. ἄλλο. ἐρύσιμον
16. βοτάνην μετὰ ὕδατος τρίψας δίδου πίνειν. ἄλλο. ἐκ τοῦ
17. λαμπροῦ τὸ ἀρκοῦν τρίψας ὄξους δίδου πίνειν νήστει. 
1. ἄλλο. δάφνην μασησάμενος νῆστις τὸν χυλὸν καταπινέτω.
2. καὶ τὸ μάσημα ἐπιτιθέτω ἐπὶ τὸν ὀμφαλὸν καὶ παραχρῆμα παύσεται.

3. Πρὸς κάθετον δακτύλιον καθαρτικὸν κοιλίας. Εἰς
4. χολὴν ταύρου κροκίδα βρέξας ἐντίθει εἰς τὸν δακτύλιον.
5. ἄλλο. σαπῶνα Γαλλικὸν εἰς ἔριον ἐνδύσας ὑπόθου ἢ μάλιστα
6. στυπτηρίαν ὑγράν.

7. Πρὸς δυσεντερικούς. Φακὸν ἑψήσας σὺν βάτου
8. ῥίζῃ τρυφερὸν κεκομμένον ἐπίβαλε καὶ δὸς φαγεῖν. ἄλλο.
9. κυτίνους καθεψήσας, εἰς ὀξύγαλα λειοτριβήσας ἔμβαλλε ἔλαιον
10. τὸν αὐτὸν τρόπον καὶ δίδου φαγεῖν. ἄλλο. κέγχρον κεκομμένον
11. ἑψήσας βάλε στέαρ μόσχειον. καὶ ποιήσας λιπαρώτατον
12. δὸς ῥοφῆσαι θερμότατον, εἶτα ψυχρότατον τὸ ὕδωρ
13. ἐπιῤῥοφείτω καὶ παραχρῆμα ὑγιὴς ἔσται. ἄλλο. κηκίδος τὸ
14. ἐντὸς λαβὼν τρῖψον λεῖον καὶ μίξας ἄλευρον καὶ ὠοῦ τὸ
15. λευκὸν φυράσας ποίησον ἀρτίσκον καὶ ὀπτήσας κατάκλα καὶ
16. ἔγχει εἰς οἶνον ἀπαράχυτον καὶ δὸς φαγεῖν.


1. Ἔκλειγμα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ
2. λειεντερίαν. Σιλφίου ξύσματα μέλιτι παραμίξας δὸς ἐκλείχειν.
3. ἄλλο. ὠὸν, μέλι, οἶνον, σίδια ἴσα διαβάλλων τηγάνιζε
4. καὶ πεπέρεως μικρὸν ἐπιπάσσων δίδου πιεῖν ἄκρως. ἄλλο.
5. ὠὰ τρία βαλὼν εἰς ὄξος ἔα ἐμβρέχεσθαι ἐπὶ ἡμέρας τρεῖς
6. καὶ λαβὼν σεμιδάλιον φύρασον τοῖς ὠοῖς τοῖς τρισὶ καὶ
7. ὀπτήσας καὶ ἐμβάψας εἰς ἄκρατον δός.

8. Πότημα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.
9. Ῥοῦν καθεψήσας δι᾿ οἴνου στύφου εἰς τρίτον,
10. δίδου πιεῖν, οἷς ἡ κοιλία οὐ καλὰ φέρει. ἄλλο. κηκίδα δι᾿
11. οἴνου αὐστηροῦ καθεψήσας πότιζε τοὺς ῥευματισμένους τὴν
12. κοιλίαν πρὸς δύναμιν.

13. Πρὸς στρόφον καὶ ὀδύνην γαστρός. Δίδου κύμινον
14. μασώμενον καὶ καταπινόμενον. ἄλλο. κνίκον καὶ τήλεα τρίψας
15. καὶ ἑψήσας δίδου ἀφέψημα πίνειν. ἄλλο. δαφνίδας ξηρὰς
16. καὶ φλοισθείσας τρίψας δίδου πίνειν κοχλιάρια θ΄. ἄλλο.
1. ἕρπυλλον τρίψας δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. ἀφέψημα
2. σαμψύχου δίδου πίνειν σὺν οἴνῳ. ἄλλο. ἠρυγγίου ῥίζαν δίδου
3. σὺν οἴνῳ πίνειν ἢ ἀφέψημα σταχύος ἢ καστόριον.
4. πρὸς τὴν δὲ ὀδύνην τῶν δυσεντερικῶν κυδώνια σὺν κηρωτῇ
5. ῥοδίνῃ ἢ μυρσινίνῃ τὰ ἴσα τῇ γαστρὶ ἐντίθετι.

6. Πρὸς κωλικήν. Γῆρας ὄφιος ἐν ἀγγείῳ χαλκείῳ
7. φρύξας σὺν ἐλαίῳ μέχρι τοῦ καίεσθαι, αὐτὸ δὲ διαλύσας ἐν
8. ἐκείνῳ ἐλαίῳ καὶ ἐξ αὐτοῦ σὺν δακτύλῳ σου κατάχριε. ἄλλο.
9. βάλανον ὀπίῳ ἐν χυλῷ τῆς θρίδακος τετηγμένῳ περιχρίσας
10. εἰς δακτύλιον ἐντίθετι.

11. Πρὸς διάῤῥοιαν γαστρός. Καλλίτριχον ἑψήσας ἐν
12. ὕδατι δίδου πιεῖν. ἄλλο. στοιβὴν τὴν εἰς τὰ κεράμια, τὴν
13. ἀκανθώδη κόψον εἰς ὅλμον καὶ ἕψει δι᾿ ὕδατος καὶ δίδου
14. πιεῖν τὸ ὕδωρ κοιλιαλγοῦντι, ἀπυρέτῳ δι᾿ οἴνου, πυρέττοντι
15. χωρὶς οἴνου. ἄλλο. καρύων φλοιὸν τὸν περικείμενον περὶ
16. τὰ τρωγόμενα, λεῖον δι᾿ ὕδατος, δίδου πιεῖν κοχλιάρια γ΄.
17. ἄλλο. κέρας ἐλάφειον τρυφερὸν καύσας δίδου μετὰ κηκίδος
18. ἴσης πιεῖν. ἄλλο. λαπάθου σπέρμα λειώσας καὶ ἐπιπάσας
1. εἰς τὸν ποτὸν δίδου ἢ εἰς τὸ βρωτόν. ἄλλο. καρύων τὸ ἐντὸς
2. τὸ ὡσανεὶ κιόνιον καὶ μήκωνος κωδειῶν τὸ ἐπικείμενον ὡς
3. πῶμα, ἴσον δίδου δι᾿ οἴνου. ἄλλο. δρυὸς βαλάνους κόψας
4. καὶ σήσας πλεῖον ἐπίπασσε εἰς οἶνον αὐστηρὸν ὡς ἄλφιτα
5. καὶ δίδου πιεῖν. ἄλλο. καράβου τὰ ὄστρακα φρύξας λεῖα
6. διὰ ὕδατος. ἄλλο. στρουθιοκαμήλου κοιλία πινομένη καὶ
7. ὀρνίθων ὁμοίως ὅσον κοχλιάρια β΄. ἀπυρέτοις δι᾿ οἴνου, πυρέσσουσι
8. δὲ δι᾿ ὕδατος. ἄλλο. λιβάνου χόνδρον κυαμιαῖον
9. διεὶς οἴνῳ μέλανι κυάθον α΄. καὶ στρύχνου χυλοῦ κυάθους
10. β΄. δίδου πιεῖν. ἄλλο. κόμμι τὸ λευκὸν κόψας μετ᾿ οἴνου
11. μέλανος κυάθων στ΄. δίδου γο. α΄. πίνειν, ποιεῖ ὑπόθετον
12. τοῖς αὐτοῖς. ἄλλο. κοχλιάριον Ἀφρικανὸν λαβὼν βάλλε εἰς
13. αὐτὸ πίσσαν ὑγρὰν καὶ θερμάνας ἔξελε τὸ κρέας καὶ ὑπόθες
14. εἰς τὸν δακτύλιον δὶς ἢ τρίς. ἄλλο. ὄφεως γῆρας ἐν
15. χαλκώματι μετὰ ἐλαίου φρύξας ἕως ἀνθρακωθῇ, συλλειώσας,
16. τῷ ἐλαίῳ διάχριε τὸ δακτύλιον τῷ δακτύλῳ.
1. ἄλλο. βοτάνῃ ὑποκάτω ὕδατος μὴ ἁπτόμενος. ἄλλο. σεύτλιον
2. κεκομμένον μετ᾿ ὄξους καταπλαττόμενον ἀπ᾿ ἄνωθεν μέχρι
3. κάτω καλῶς ποιεῖται δυσεντερικοῖς. ἄλλο. κερατίων ὀστᾶ
4. κόψας κατάπλασσε τὴν κοιλίαν.

5. Πρὸς ἀλγήματα δυσεντερικῶν. Μῆλον κυδώνιον ὀπτὸν
6. μετὰ κηρωτῆς ῥοδίνης ἑκάστου τὸ ἴσον μίξας κατάπλασσε.
7. παραχρῆμα ἄπονον ποιεῖ.

8. Πρὸς κωλικούς. Ὀστρέων ὄστρακα καύσας καὶ λεάνας
9. δίδου πιεῖν κοχλιάρια β΄. δι᾿ ὕδατος θερμοῦ κυάθων γ΄.
10. ἄλλο. θύμον Κρητικὸν καθεψήσας διὰ ὕδατος ἕως εἰς τρίτον
11. καταστῇ μέρος, μετὰ μέλιτος Ἀττικοῦ δὸς πιεῖν. ἄλλο. ἱερὰν
12. ῥίζαν λεπτὴν κόψας βάλε εἰς ὕδωρ καὶ ἕψει εἰς ἥμισυ
13. καὶ δίδου πιεῖν τὸ ἀφέψημα ἐπὶ ἡμέρας ε΄. καὶ ἰᾶται. ἐπὶ
14. πολλῶν δεδοκίμασται. ἄλλο. ἡδύοσμον χλωρὸν καθεψήσας
15. δὸς ἐπὶ τρεῖς ἡμέρας καὶ οὐδέποτε πονήσει. ἄλλο. τῆς δάφνης
16. οἱ ἀκρέμονες τρυφεροὶ ζύλοι τρωγόμενοι ἐπὶ ἡμέρας
17. ἰῶνται. τὸ δὲ πολταρίδιον, ἐν ᾧ ἑψεῖς τὸ ἡδύοσμον, βλέπε
18. μὴ γῆς ἅψηται ἐπὶ τὰς τρεῖς ἡμέρας. 


1. Πρὸς διάφραγμα. Φραξίνου ξύλου κύαθον δὸς ἐπὶ
2. ἡμέρας γ΄. πιεῖν ξύσματα καὶ ὑγιὴς ἔσται. ἄλλο πολύχρηστον.
3. κολοκυνθίδα Ἀλεξανδρεινὴν τρήσας μὴ σιδήρῳ καὶ ἐκκενώσας
4. βάλε εἰς οἴνου Κώου κοτύλην α΄. καὶ ἀναζέσας καὶ εὔκρατον
5. ποιήσας δὸς πιεῖν καὶ περιπατείτω καὶ ἀνάλγητος
6. ἔσται. κατάγει ἀπολύματα πολλὰ τουτὶ πότημα. κατέχειν
7. δὲ ἅλας ἐν τῷ στόματι, ἵνα μὴ ναυτιάσῃ. ποιεῖ δὲ καὶ
8. πρὸς ἰσχιάδας.

9. Πρόσθετον κωλικοῖς. Ὄπιον Σπανὸν ἀναλάμβανε
10. θρίδακος καὶ πεσσὸν ποιῶν ἐντίθει τῷ δακτυλίῳ. ἄλλο.
11. σκορόδου σκελιδόνιον α΄. κονίᾳ θερμάνας θὲς εἰς τὸν δακτύλιον
12. καὶ σκύβαλα κατασπάσας ὑγίασται. ἄλλο. ἐὰν κῶλον
13. πονῶν κύνα κοιμώμενον ἐγείρει, κατὰ δὲ αὐτὸν τόπον
14. οὗ ἐκοιμᾶτο ὁ κύων, οὐρήσῃ, εὐθέως ἄπονος ἔσται, ὁ δὲ
15. κύων ἀποθανεῖται.

16. Ἐπίθεμα κωλικοῖς καὶ ἐμπνευματουμένοις. Κηρωτῇ
17. Κυπρίνῃ σίλφιον ἀναλάμβανε πολὺ καὶ ἐπιτίθει· ἐγὼ δὲ
18. σμήγω καὶ καστόριον ὀλίγον καὶ γίνεται ἐνεργέστερον.


1. Πρὸς στρόφον. Κύμινον Ἑλληνικὸν μασάσθω καὶ
2. καταπινέτω. ἄλλο. κνίκον κόψας καὶ τῆλιν ἑψήσας πότιζε
3. τῷ χυλῷ. ἄλλο. κτένα εἰς θερμὸν ὕδωρ ἐμβρέξας καὶ ἀποκλύσας
4. πότιζε. ἄλλο. δαφνίδων ξηρῶν λεπισμάτων ὅσον
5. κοχλιάρια θ΄. δίδου πιεῖν. ἄλλο. ἕρπυλον λειώσας μετὰ
6. ἀκράτου δίδου πιεῖν.

7. Πρὸς πάντα τὰ ἐντὸς ἀλγήματα. Ἔντερα ἀλγοῦντι
8. εἴ τις τοὺς πόδας νίψῃ, δὸς πιεῖν τὸ ἀπόνιμμα, ἄπονος
9. ἔσται παραχρῆμα.

10. Πρὸς διακοπὴν ἐντέρων. Λαβὼν ἀκάνθης Αἰγυπτίας
11. ῥίζαν καὶ κρέα ἐρίφεια σὺν ταῖς θριξὶ καὶ τῷ δέρματι, ἢ
12. αἴγεια λείωσον καὶ ἐκ σεμιδάλεως γενομένων κρομμύων καὶ
13. ἐν οἴνῳ συγκεράσας δίδου πίνειν. αὐτὴ ἡ ῥίζα ἐπειράθη
14. καὶ ἐπὶ πνευμονιακοῖς πινομένη· ἡ δὲ αὐτὴ καὶ περιαπτομένη
15. ποιεῖ πρὸς τριταῖον καὶ ἀμφημερινὸν καὶ μετὰ ἐλαίου
16. πινομένη ἐστὶ τραυματική.

17. Πρὸς νεφρῶν καὶ ἰσχιάδος ἀλγήματα. Λαβὼν
18. ἄλευρον ἴρεως καὶ τὸ ἰσχυρὸν ὄξος αὐτοῖς διαμίγνυθι
1. ῥητίνην πιτυίνην καὶ θερμοὺς καὶ πύρεθρον καὶ τερεβινθίνην
2. καὶ θεῖον καὶ νίτρον καὶ δαφνίδας, πάντα μίξας σὺν
3. μέλιτι πρόσθες.

4. Ἰσχιάδος καθαρτικόν. Τιθυμάλλου τοῦ ὀποῦ ἐνστάξας
5. σταλαγμοὺς ε΄. εἰς τὸ σῦκον δίδου φαγεῖν, καθαίρει.

6. Ἐπίθεμα κοιλίας λυτικόν. Κόκκον Κνίδιον σαλεπὶς
7. ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει ἐπὶ τῆς κοιλίας τοῖς παιδίοις
8. ἐπὶ τὸν ὀμφαλόν. ἄλλο. χολῇ ταύρου διάχριε τὸν ὀμφαλόν.
9. ἄλλο. ἀστράγαλον χοίρειον καύσας καὶ λειοτριβήσας
10. δὸς πιεῖν διὰ ὕδατος. ἄλλο. τὴν ἄνθεμιν βοτάνην τρίψας
11. μετὰ ἐλαίου ἄλειψον καὶ παύσεται. ἄλλο. κροκοφάντιον
12. λαβὼν οἷον θέλεις ἀπὸ κεφαλῆς γυναικὸς ἐπίθες ἐπὶ τὴν
13. κεφαλὴν τοῦ πάσχοντος καὶ ἰάσῃ. κάλλιον δὲ ἐὰν θερμάνας
14. αὐτὸ, οὕτως ἐπιθῇς. ἄλλο. κορίαννον καύσας καὶ
15. διεὶς ἐλαίῳ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ ἐπάνω ἔρια.

Cliquer un n° de page pour en afficher l’image