Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.26, ed. Kühn, 1827, vol. 14, p. 475-486. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.26

[Capitulum 26]
9. Πρὸς γυναικεῖα πάθη.

Πρὸς
10. σύλληψιν. Ἰσχάδας νήστει μετὰ φύλλων ἐλαινῶν δὸς φαγεῖν.
11. ἄλλο. προβάτου μηρυκωμένου ἄρας τῷ δακτύλῳ τὸν
12. ἀφρὸν δὸς πιεῖν μετὰ οἴνου. ἄλλο. κάρδαμον λεῖον μετ᾿
13. ὄξους δίδου φαγεῖν ἐπὶ ἡμέρας δ΄. μετὰ τὴν κάθαρσιν. ἄλλο.
14. ἀλώπεκος ἀφόδευμα ἐν πεσσῷ παρατιθέμενον καὶ ὑποχριόμενον
15. συγγιγνέσθω. ἄλλο. ἀρτεμισίαν λείαν πρόσθες καὶ
16. συλλήψεται. χριέσθωσαν δὲ τὴν φύσιν κόμμι, ὅταν ᾖ ἀπὸ
17. τῶν ἐμμήνων τρίτη, καὶ συλλήψεται.

1. Πρὸς σύλληψιν. Ὑστέραν λαγωοῦ ξηράνας καὶ
2. τρίψας δίδου πίνειν μετὰ τὴν ἀπὸ τῶν ἐμμήνων κάθαρσιν.

3. Ἐὰν γυνὴ ἄῤῥενα γεννῆσαι θέλει. Φασκίᾳ λευκῇ
4. παιδικῇ δῆσον τὸν δεξιὸν πόδα καὶ συγίνου.

5. Ἐὰν δὲ θῆλυ. Φασκίᾳ μελαίνῃ τὸν ἀριστερόν.

6. Πρὸς γνῶναι ἢ ἄῤῥεν ἢ θῆλυ τὸ ἐν γαστρί.
7. Σέλινον μὴ γινωσκούσης ἐπὶ τὴν κεφαλὴν ἐπίθες καὶ ὃ ἂν
8. φωνήσῃ πρῶτον, εἴτε ἄῤῥεν, εἴτε θῆλυ, ἐκεῖνο τέξεται· ἀπαράβατόν
9. ἐστιν. ἄλλο. λαβὼν τῆς ἐν γαστρὶ ἐχούσης οὖρον
10. ὄρυξον βοθρίσκους δύο καὶ εἰς τὸν ἕνα βάλε κριθὰς
11. καὶ εἰς τὸν ἕτερον πυροὺς καὶ ἐπίχεε γῆν μετὰ τὸ ἐμβαλεῖν
12. τὸ οὖρον αὐτῆς, καὶ ἐὰν πρῶτον ἐκβλαστήσουσιν οἱ πυροὶ,
13. ἄῤῥεν τέξεται· ἐὰν δὲ αἱ κριθαὶ, θῆλυ.

14. Πρὸς σύλληψιν ἀῤῥενοτόκιον. Χηνὸς στέαρ
15. καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐπὶ ἡμέρας β΄. τῇ δὲ
16. γ΄. συγγινέσθω καὶ συλλήψεται. ἄλλο. ἀνὴρ τὸν δεξιὸν ὄρχιν
17. ἀποδήσας συγγενέσθω· ἐὰν δὲ θῆλυ, τὸ ἀριστερόν.

18. Κατόχιον ἐμβρύων. Ἀετίνην λίθον περίαπτε·
1. κατέχει δὲ ἔμβρυον λίθος ὁ βλαστήσας εἰς ἀχράδα καὶ περιμείνας,
2. εἶτα περιαπτόμενος. καὶ μαλάχης δὲ ἀγρίας ῥίζαν
3. ἁπτόμενος καὶ ἐπίβοσκον λέγουσι· κατέχει καὶ σαρδὰ ἔμβρυα
4. μέχρι τέλους. χρὴ δὲ τῇ κοιλίᾳ περιάπτειν. ἔστι δὲ
5. καὶ ἡ σιδηρῖτις βοτάνη τῶν ἐμβρύων. τηρητικὴ περιαπτομένη.

6. Πρὸς δυστοκίαν. Χαμαιπίτυν καὶ
7. ἄσφαλτον ἐπὶ τῶν ἀνθράκων θεὶς ὑποκάπνιζε ἢ αὐτὰ πρόσθες.

8. Ἐκβόλιον ἐμβρύου τεθνηκότος. Χολῆς ταύρου
9. τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ ὕδατι κεκραμένῳ, κοχλιάρια
10. β΄. δὸς πιεῖν, ἐκβαλεῖ παραχρῆμα. ἄλλο. λύκιον ὠμὸν
11. καυλίσκου συγκεκομμένῳ κεδρίᾳ χρίσων καὶ θέρμανον καὶ
12. δὸς πίνειν νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου
13. δὸς πίνειν. ἄλλο. λίθον κυνόδηκτον πρὸς κύνα ἀπεῤῥιμμένον,
14. ἐν γῇ τεθειμένον μεταβαινέτω δυστοκίαν ἡ φέρουσα γυνή.

15. Πρὸς ἐξάγειν καταμήνια. Λαβὼν πρασίου, νεπέτης,
1. πηγάνου καὶ καππάρεως φλοιοῦ ἀνὰ δραχ. γ΄. ἐν οἴνῳ
2. ἑψήσας ἢ ὕδατι δίδου πιεῖν. ἄλλο. τὸ τὶ ὕδατος, ἐν ᾦ διαλύεται
3. ἡ ζύμη παλαιὰ ὅτε ποιεῖται ἄρτος, δὸς πίνειν.

4. Πρὸς πόνον ὑστέρας. Παιονίας ῥίζαν πότιζε·
5. ἢ ἴριδος ῥίζαν ἢ παιονίας σπέρματος κόκκους ιε΄. ἢ ψυλλίου
6. ἢ ἀκαλήφης χυλὸν πρόσθες. ἢ τὰ φύλλα μελισσοφύλλου
7. ἀφηψήμενα ἐν οἴνῳ. ἄλλο. λαβὼν πήγανον χλωρὸν καὶ
8. κόψας σὺν βουτύρῳ καὶ στέατι χοιρείῳ ποίει χρῖμα.

9. Ὡς γυνὴ ἡ βεβιασμένη παραφαίνηται παρθένος.
10. Λαβὼν ὀμφακιτίδων, κύπρου, ξυλοκασσίας, ῥόδων ξηρῶν,
11. πεπέρεως λευκοῦ καὶ κόκκου γνιδίου ἀνὰ ἐξάγιον α΄. προλελουμένῃ
12. ὑστέρᾳ προσθέτω ταῦτα· ὠφελεῖ δὲ καὶ σπέρμα
13. ὀξυλαπάθου τετριμμένον καὶ πρόσθετον.

14. Ὠκυτόκιον. Βολβοὺς πικροὺς τρίψας διὰ γλυκέος
15. δὸς πιεῖν καὶ παραχρῆμα τέξεται. ἄλλο. δίκταμνον διὰ
16. οἴνου ἢ ὕδατος πότιζε. ἄλλο. ὕειον γάλα ἐν μέλιτι πινέτω.
17. ἄλλο. χαλβάνην τρίψας ἐν ὕδατι δὸς πιεῖν καὶ τέξεται παραχρῆμα.

1. Ὑποθυμίαμα δυστοκούσαις. Χαμαιπίτυν ἐπὶ
2. τῶν ἀνθράκων θεὶς ἢ ἄσφαλτον οἷον οἱ χαλκεῖς χρῶνται β΄.
3. προστιθέσθω καὶ εὐθέως ποιεῖ. ἄλλο. γλήχωνος δεσμίδιον
4. εἰς ὕδωρ θερμὸν βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα καὶ
5. λέγε εἰς τὸ οὖς αὐτῆς, χοῦ. κᾶ. μῖ. δοῦς. ἄλλο. λαβὼν
6. ἔλαιον εἰς τὰς χεῖρας ἀνάτριψον αὐτῆς τὰ ἰσχία ἐπιλέγων·
7. χορίον στῆθι σῶμα, ὅτι ἐπιτάσσει σοι μεγάλη ἡ θεοτόκος.

8. Γάλα κατασπάσαι. Ῥαφανῖδας μετὰ πυρῶν
9. ἀναζέσας ἐν οἴνῳ καὶ διηθήσας δὸς πιεῖν. ἄλλο. πίτυρα
10. μετὰ μαράθρων ῥιζῶν ἑψήσας τὸ ὕδωρ δὸς πιεῖν. ἄλλο.
11. μελάνθιον διεὶς ἐν μελικράτῳ οἶον ὀλκὴν δίδου πιεῖν. ἄλλο.
12. κισσοῦ φύλλα διεὶς ἐν μελικράτῳ δὸς πιεῖν.

13. Γάλα σβέσαι. Κατάντλει θαλάσσῃ καὶ κατάπλασσε
14. τοῖς στύφειν δυναμένοις καὶ ἀναξηραίνειν. ἄλλο.
15. ἅλμην ποιήσας θερμὴν καὶ σπόγγοις ἐκθλίβων καὶ μάννα
16. ἐπιπάσσων ἐπίδει καὶ χάρτας ὁμοίως.

17. Ἐὰν δὲ σκληροὶ ὦσι καὶ φλεγμαίνωσι. Κατάπλασσε 
1. λινοσπέρμῳ δι᾿ ὀξυμέλιτος ἑφθῷ, ἤ τήλει ὁμοίως ἑψηθείσῃ
2. ἢ σησάμῳ ἀπλύτῳ, ψυχθέντι καὶ λειωθέντι μίξας μέλιτι ἢ
3. σύκοις κατάπλασσε. ἄλλο. κύμινον τρίψας μετ᾿ οἰνομέλιτος
4. καὶ κηρωτῆς πάχος ποιήσας ἔμπλασσε εἰς ὀθόνιον ἐπιθείς.

5. Πότημα ἐκβόλιον ἐμβρύου τεθνηκότος ἤ μὴ
6. φερομένου κατὰ φύσιν. Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου
7. διεὶς οἴνῳ παλαιῷ κεκραμένῳ κοχλιάρια β΄. δὸς πιεῖν,
8. ἐκβάλλει παραχρῆμα. ἄλλο. ὠὸν ὠμὸν κεδρίᾳ χρῖσον καὶ
9. θέρμανον καὶ δὸς ῥοφῆσαι νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας
10. μετὰ μελικράτου δὸς πιεῖν. ἄλλο. ὁ φοινικίτης λίθος ἐγχριόμενος
11. ἐκβόλιόν ἐστιν· ἀτελὲς δὲ ἔμβρυον ἐκβάλλει λίθος
12. κυνόδηκτος ἂν τεθῇ καὶ ὑπερβῇ αὐτὸν ἢ κύουσα, ὡς τάχος
13. ἐκβάλλει τὸ κατὰ γαστρός.

14. Γυναῖκα γνῶναι εἰ ἐκτρώσει τὸ ἐν γαστρί. Ἐὰν
15. οἱ μαστοὶ ἰσχναίνοιντο, σημαίνει ἔκτρωσιν.

16. Κατάπλασμα φθόριον. Ἐρεγμοῦ καθαροῦ κύαθοι
17. δύο ἕψει ἐν πολταρίῳ μετ᾿ ὄξους· μετὰ δὲ τὸ ἡμίεφθον
1. γενέσθαι ἀλόης γο. α΄. καὶ μαλαγματῶδες ποιήσας ἐπιτίθει
2. κατὰ τοῦ ὀμφαλοῦ μέχρι κτενὸς καὶ ἐπίδει.

3. Κατάπλασμα ὥστε φθεῖραι ἄνευ πάσης βλάβης
4. καὶ βασάνου. Κυπαρίσσου φύλλων ἑψήσας μέρος ὕδατι
5. λείανον ἐπιμελῶς ὡς μαλαγματῶδες γενέσθαι καὶ ἐπίθες ἐπὶ
6. τὸν ὀμφαλόν καὶ τὸ ἐπιγάστριον καὶ κατάδει φασκίᾳ· κέλευον
7. ἐπικαθίσαι ὑπτίαν ἢ ἐπὶ κουρικοῦ βάθρου καθίσαι καὶ
8. κοιμωμένη ἀπόνως ἐκβάλλει.

9. Ἐκβόλιον ἀκίνδυνον ὥστε μηνῶν τριῶν ἣ δ΄.
10. ἐκβάλλειν. Ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες.
11. ἀκίνδυνόν ἐστι καὶ πεπείραται ἐπὶ πολλῶν. ἄλλο. στρουθίον
12. λεῖον μετὰ μέλιτος ἀναλαβὼν ἀνάπλασσε πεσσοὺς μικροὺς
13. καὶ ὑποτίθει. ἄγει καὶ τὰ δεύτερα καὶ καταμήνια. ἄλλο.
14. ἀρτεμισίας τῶν φύλλων λειοτριβήσας μετὰ ῥοδίνου καὶ ποιήσας
15. γλοιοῦ πάχος προστίθει· καταμηνίων ἀγωγόν. ἄλλο.
16. ἰσχάδας β΄. (S"). νίτρου ὀβολὸν πεσσὸν ποιήσας ἐπιτίθει.
17. ἄλλο. ἀρτεμισίαν τρίψας ἐπιτίθει. ἄλλο. πηγάνου ἀγρίου
1. σπέρμα προστίθει. ἄλλο. γαγάτης λίθος ὑποθυμιώμενος τὰς
2. μὴ καθαιρομένας καθαίρει.

3. Ἐὰν τεκούσῃ αἷμα μὴ ἐκκριθῇ. Ἄρου σπέρμα
4. τρίψας ἐν οἴνῳ λευκῷ νηστικῇ δίδου πιεῖν.

5. Πρὸς τὰς ἐκ τοκετοῦ χλωράς. Πάνακος ῥίζας
6. τρίψας ἐν οἴνῳ γλυκεῖ δίδου πιεῖν νηστικῇ. ἄλλο. κυτίνων
7. ἄνθος ῥοῶν μετὰ μύρων ἑψημένων δὸς πιεῖν. ἄλλο. λαβὼν
8. τρύγα οἴνου παλαιοῦ καὶ ῥίζαν κρίνου καὶ σκόροδα λεάνας
9. κατάχριε πρόσωπον δείλης καὶ πρωῒ ἀπόπλυνε καὶ τοῦτο
10. ἕως ἄν τὸ πρόσωπον ἐρυθρὸν γένηται.

11. Πρὸς κοιλίαν κατεῤῥωγυῖαν καὶ μαστοὺς καὶ
12. μηροὺς καὶ ἰσχία. Κοχλίου θαλασσίου τὸν ὑπόμακρον
13. καύσας καὶ λειοτριβήσας πρόσβαλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον
14. γάλα καὶ κατάχριε. ἄλλο. διαφανὲς κόψας καὶ τρίψας ὅταν
15. εἰς βαλάνειον εἰσέρχεται καὶ κατάχριε πρὶν ἀλείψασθαι. ἐπὶ
16. ἡμέρας κ΄. ἀφανίζονται.

17. Πρὸς τὸ κοιλίαν, ἢ ὑποχόνδριον, ἢ μηροὺς
1. ἱδροῦσθαι ἐκ τοκετῶν. Κιμωλίας καὶ μάννης ἑκάστου
2. ἴσον ἀναλάμβανε ὠοῦ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης.

3. Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα.
4. Ἄρτου τὸ ἐντὸς καὶ μελαντηρίαν συμφυράσας ἐπιτίθει· τοῦτο καθίστησιν.

5. Πρὸς ἐξομφάλους. Κηκίδας καύσας, τρίψας
6. μετὰ ὕδατος κατάπλασσε.

7. Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι.
8. Λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ,
9. ἔπειτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔνθες
10. εἰς τὸν ὀμφαλὸν καὶ ἐπίδει προστύπως.

11. Πρὸς ὑστερικὰς πνίξεις. Χελώνης χερσαίας
12. ἧπαρ λεῖον ἐν πεσσῷ ὑποτίθει, ἀπαράβατόν ἐστι, μηδενὶ μεταδίδου.

13. Πόμα πρὸς πόνον ὑστέρας. Λαγωοῦ καρδίαν
14. ξηράνας ἐπιξύων δίδου πιεῖν.

15. Πρὸς τοὺς γενομένους στρόφους ἀπὸ τοκετοῦ
1. καὶ φθορὰς καὶ πνιγμούς. Λεπτοσφαίρους ὀβολοῦ (S").
2. ὀρεσίνημα καλοῦσι, τοῖς τρισὶ δακτύλοις μετὰ γλυκέος πινέτω.

3. Πρὸς ὑστέρας πόνους. Γλυκείας ῥοᾶς ῥίζαν
4. ἐν οἴνῳ πινέτω.

5. Πρὸς τὰς ἐκ μήτρας σκληρίας. Κύμινον λεῖον
6. καὶ πηγάνου φύλλα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ βουτύρῳ
7. καὶ πεσσὸν ποιήσας δι᾿ ἐρίου ἐντίθει.

8. Πόμα πρὸς ὑστερικὰς γυναῖκας. Καστόριον
9. μετὰ ἀνίσου πότιζε. ἄλλο. κύμινον τρίψας καὶ μελανθίου
10. μέρος (S"). μετὰ ὀξυμέλιτος πότιζε.

11. Πόμα πρὸς ῥοῦν γυναικεῖον. Πευκεδάνου ῥίζαν
12. καὶ κυπαρίσσου σφαιρίων ἴσα ἑκάστου ἐν οἴνῳ λευκῷ
13. δίδου πιεῖν. ἄλλο. γίγαρτα σταφυλῆς μελαίνης ξηρὰ λειώσας
14. ἐν οἴνῳ μελαυστηρῷ δίδου πίνειν. ἄλλο. πιτυὰν ἐρίφου
15. λαβὼν λείανον σὺν ὄξει δριμυτάτῳ καὶ δίδου νήστει πιεῖν.
16. ἄλλο. κοράλλιον δίδου ἐν οἴνῳ μέλανι καὶ παραχρῆμα στήσεται.
17. ἄλλο. νάρθηκος σποδὸν καὶ μήκωνος κονίαν ἐν ὕδατι
18. δίδου πίνειν πρὸς ὀλίγον· εἰ δὲ εἴη πλέον φερόμενον, σπόγγον
1. καύσας δίδου ὅσον δραχ. γ΄. ἄλλο. κέρας ἐλάφειον καύσας
2. δὸς πιεῖν.

3. Πρόσθετα. Ῥοιὰν σὺν ἐρίῳ καταπλάσας προστίθει.
4. ἢ σίδια ἑψήσας καὶ τρίψας ἐν ἐρίῳ δεῖ προστίθεσθαι
5. ἐν πεσσῷ. ἄλλο. κηκίδος τὸ ἐντὸς καὶ λιβάνου ἀναλαβὼν
6. ἐν πεσσῷ προστίθει διὰ ὕδατος. ἄλλο. γλήχωνα λεῖον ἀναλαβὼν
7. ἐρίῳ καθαρῷ προστίθει· βοηθεῖ δὲ ὄξει ξεστῷ σπόγγος
8. βαπτόμενος καὶ ἐκθλιβόμενος συμμέτρως καὶ μηρῶν
9. δὲ συναγωγὴ καὶ δέσις ἄκρων καὶ κατάκλισις ἐπὶ κεφαλήν.

10. Πρὸς τὸ μὴ καθυγραίνεσθαι τὸ αἰδοῖον ἐν ταῖς
11. συνουσίαις τῶν γυναικῶν. Κηκίδος ὀμφακίνης κόκκους δ΄.
12. σποδίου, ᾧ χρῶνται εἰς τὰ ὀφθαλμικὰ, μύστρα δύο τρῖψον
13. καὶ μῖξον εἰς τὸ αὐτὸ καὶ ἀπόθου εἰς ἀγγεῖον καθαρὸν καὶ
14. τούτου λαμβάνουσα μύστρον οἴνῳ παλαιῷ διεῖσα καὶ τούτῳ
15. ὑπονοτιζέσθω ταῖς πρώταις ἡμέραις, ἡ γαμηθεῖσα καθ᾿ ὅλου
16. τοῦ βίου διαμενεῖ τοὺς τόπους μὴ καθυγρουμένη. ἄλλο.
17. κηκίδας ἐμβρέχων εἰς ὕδωρ ἡμέρας η΄. εἶτα βρέχε ἔριον 
1. τεθυωμένον τρυφερὸν τῷ ἀποβρέγματι καὶ μὴ ἐκπιέζων ἔα
2. ξηρανθῆναι καὶ πεσσὸν ποιῶν τοῦ ὀρίου δίδου ὑποτίθεσθαι·
3. καὶ ἔσται ὡς παρθένος ἐν τῇ συνουσίᾳ. αἱρείτω τὸ
4. ἔριον καὶ ξηραινέτω καὶ πάλιν χρήσθω εἰ θέλει. ἄλλο. ὀξυλαπάθου
5. σπέρμα τρίψας δίδου ὑποτίθεσθαι καὶ ἔσται ὡς
6. παρθένος. ἄλλο. κηκίδας κόψας εἰς ὕδωρ ἔμβαλε καὶ δίδου
7. προσκλύζεσθαι καὶ θερμοτέρας ποιεῖ τὰς γυναῖκας. ἄλλο.
8. ὀθόνια ἰσχνὰ ἀποβρέχειν εἰς στυπτηρίαν μετὰ ὕδατος ἀνειμένην
9. καὶ ξηραίνειν· εἶτα κυπέρου καὶ κασσίας καὶ κηκίδος
10. ἴσον ἑκάστου τρῖβε ἐν οἴνῳ παλαιῷ πάχος ποιεῖν μέλιτος.
11. τούτῳ τὰ ὀθόνια βρέχων ἀναξήρανον καὶ δίδου προστίθεσθαι
12. καὶ κέλευε συνέχειν ὥραις δυσὶ ταμιευομένην πρὸς τὴν
13. χρείαν· ὅταν δὲ ὁμιλεῖν μέλλῃ, τότε ἀφαίρετο ἐκεῖνα. ἄλλο.
14. λαβοῦσα δὲ μέλι καὶ νίτρον καταχριέτω τὸ μόριον μέχρι
15. τοῦ ἐφηβαίου. οὕτως συγγίνου.

Cliquer un n° de page pour en afficher l’image