8. Πρὸς τὸ δῆγμα τῶν ἰοβόλων ζώων.
9. Πρὸς δῆγμα τῶν ἰοβόλων θηρίων τὰ μελίας φύλλα κόψας
10. χυλοῦ δίδου κοχλιάρια γ΄. ἀπυρέττουσι μετὰ τῶν γ΄. κυάθων
11. τοῦ οἴνου. ἄλλο. φλοῖον δένδρου βαλάνου ἢ εὔζυμον τὸ ἐν
12. τοῖς λαχάνοις γιγνόμενον, ἢ χαμαιπίτυα, ἢ σκόροδον, ἓν ἐξ
13. αὐτῶν τρίψας σὺν οἴνῳ ἀκράτῳ νήστει δίδου πίνειν. ἄλλο.
14. αἷμα τῆς νήττης ἐναντιοῦται πᾶσι τοῖς δηλητηρίοις καὶ
15. θανασίμοις. τοῦτο μὲν αὐτὸ ποιοῦσιν αἱ σάρκες τῆς
16. ὄρνιθος προσφάτως ἀναιρεθείσης τοῖς δήγμασιν ἐντιθεμέναι·
17. ἐναντιοῦνται γὰρ τοῖς ἰοβόλοις ἅπασι καὶ ἰαοῦνται
ㅤ
1. πλὴν δήγματος τοῦ ἀσπίδος. ἄλλο. πήγανον σὺν οἴνῳ δίδου
2. πίνειν. ἄλλο. ἐγκέφαλος τῆς ὄρνιθος πινόμενος ὠφελεῖ.
3. Πρὸς τὰ τῆς ἔχεως δήγματα.Τὴν χαλβάνην σὺν
4. κυπρίνῳ πρόσθες. ἄλλο. ἕρπυλλον σὺν ὄξει ὁμοίως κατάχριε.
5. Ὑποθυμιάματα τῶν ἰοβόλων φευτικά. Τὸ πύρεθρον
6. καὶ θεῖον ἐμπύριζε καὶ φευξοῦνται. ἄλλο. ταὐτὸ ποιεῖ τὸ
7. κέρας ἐλάφου καὶ τὸ στέαρ αὐτοῦ· ἔτι καὶ τὸ σκύτος καὶ
8. πόδες, τὰ μὲν ταῖς πύλαις ἐμπηγνύμενα τὴν ἅπαντος ἰοβόλου
9. εἴσοδον κωλύουσιν. ἄλλο. πνεύμων ὄνου ὑποθυμιαζόμενος
10. ἅπαν ἰοβόλον φυγαδεύει.
11. Ὡς ἔχιδνα μὴ δήκῃ. Δρακόντιον τρίψας τὴν χεῖρά
12. σου κατάχριε καὶ μὴ δηχθήσῃ. σπέρμα δὲ ταύτης βοτάνης
13. τετριμμένον σὺν ὕδατι καὶ τιθὲν ἐν τοῖς ὕδασι τῶν ἀποδημεόντων
14. αὐτὰς φυγαδεύει. ἄλλο. χυλῷ στρύχνου χεῖρας κατάχριε.
15. Ἐπίθεμα πρὸς τὰ δήγματα τῆς ἐχίδνης. Ἐχίδνης
16. κεφαλὴν ἀποκόψας τὸ μόριον αἱματηρὸν τῷ τόπῳ ἀποδηχθέντι
17. προστίθετι καὶ ἐπίδει καὶ οὕτως ἐᾷ.
ㅤ
1. Πυρία πρὸς τὸ δῆγμα τῆς ἐχίδνης καὶ μυγάλης.
2. Τρίφυλλον ἀσφάλτιον ἕψε καὶ ἀφεψήματι θερμῷ τόπον ἀποδηχθέντα
3. πυριᾷ. οὐδεὶς δὲ πυρίᾳ ταύτῃ χράσθω ὁ μὴ πάσχων.
4. μεταβαίνει γὰρ ἡ διάθεσις εἰς αὐτὴν, ὡς νομίζῃ ἑαυτὸν ἀπὸ
5. τῆς ἐχίδνης ἢ μυγάλης ἀποδηχθέντα.