[Capitulum 3]
7. Πρὸς τὰ ὤτων πάθη
Πρὸς τὰς
8. διαθέσεις τὰς ἐν τοῖς ἀκουστικοῖς πόροις. Ἐγκλύσας οἴνῳ
9. κεκραμένῳ ἢ ὑδρομέλιτι τὸ οὖς ἔνσταζε λύκιον, λεάνας ἐν λεπυρίαις.
10.
ㅤΠρὸς φλεγμονὰς καὶ πόνους. Σκορόδου
11. τὸ ἐντὸς ἀμυγδαλοειδὲς θλάσας μετὰ ἐλαίου εἰς ξύστραν
12. θερμάνας, ἔγχει τὸ ἔλαιον εἰς οὖς καὶ ἄπονος ἔσται.
13. Πρὸς περιωδυνίαν, Ἧπαρ χήνειον τεταριχευμένον
14. τήξας μετὰ νάρδου καὶ ἀπομάξας εἰς τὸ οὖς ἐντίθει.
15. Πρὸς ὦτα πυοῤῥοοῦντα. Στυπτηρίαν ὑγρὰν ἀνεὶς
16. ὕδατι ἔμβαλον εἰς ὑέλινον ἀγγεῖον καὶ λειάνας ἔνσταζε.
ㅤ
1. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα. Πράσου
2. χυλὸν μέλιτι διεὶς χρῶ. ἄλλο. ὄπιον ἀνιεὶς γλυκεῖ
3. εἰς τὸ οὖς ἔνσταζε χλιαίνων. ἄλλο. κεδρίαν ἐν ὀλίγῳ νάρδῳ
4. ἔνσταζε. ἄλλο. μέλι καὶ ἔλαιον ἐν κενώμασι προχλιάνας ἔνσταζε.
5. Πρὸς τερηδόνας καὶ πυοῤῥοοῦντας. Στυπτηρίαν
6. σχιστὴν μετ᾿ ὄξους καὶ γλυκέος ἑψήσας ἔνσταζε ποιῶν μέλιτος
7. πάχος, ἐνεργὲς ἐπὶ προσφάτου καὶ ἐπὶ χρονίου.
8. Πρὸς ἤχους καὶ περιωδυνίας. Κεδρίαν μέλιτι
9. μίξας ἔνσταζε. ἄλλο. ἀλόην ἡπατικὴν μετὰ οἰνομέλιτος,
10. ποιῶν γλοιοῦ πάχος, ἔνσταζε. ἄλλο. ἀλώπεκος στέαρ ἀνειμένον
11. ἔνσταζε. ἄλλο. νάρδον χλιαρὰν ἔνσταζε. ἄλλο. κασίαν
12. μετὰ ῥοδίνου ἔνσταζε. ἄλλο. σίλφας τὰς κατοικιδίους μετὰ
13. ῥοδίνου θερμαίνων ἔνσταζε.
14. Πρὸς τὰς κατὰ μικρὸν περιωδυνίας. Ἔρια οἰσυπηρὰ
15. περιζέσας ὄξει ἐγχυμάτιζε καὶ ἐξ αὐτοῦ τοῦ ἐρίου
16. ἐντίθει εἰς τὸ οὖς. ἄλλο. ῥοιᾶς ἀώρου τῷ χυλῷ μετὰ μέλιτος
17. χρῶ, ἢ σχίνου τῷ χυλῷ ἢ περδικίου βοτάνης ἢ κύπρου
ㅤ
1. ἢ βάτου. τούτων τὸν χυλὸν κατ᾿ ἰδίαν ἑκάστου ἢ
2. καὶ μετὰ μέλιτος μίσγων καὶ ἑψῶν χρῶ. ἢ ἀρνογλώσσου
3. ἢ θριδακίνης ἢ πολυγόνου χυλοῦ ὁμοίως χρῶ.
4. Πρὸς πόνους χωρὶς ἑλκώσεως. Θεῖον ἄπυρον
5. ἐμφύσα διὰ συριγγίου. ἄλλο. ὄπιον ἀνιεὶς γυναικείῳ γάλακτι ἔνσταζε.
6. Πρὸς δυσηκοοῦντας. Ἀψίνθιον ἀφέψων διὰ
7. ὕδατος κλύζε τὸ οὖς τῷ ἀφεψήματι.
8. Πρὸς τοὺς ἐκ γενετῆς κωφούς. Αἰγὸς νεωστὶ
9. ἐσφαγμένης τὸ κέρας πλῆσον οὔρου αἰγὸς καὶ κρέμασον εἰς
10. καπνὸν ἐπὶ ἡμέρας θ΄. καὶ χρῶ.
11. Πρὸς τοὺς ἐκ βάθους ἤχους. Ὄξος καὶ ῥόδινον,
12. πήγανον, κύμινον λεάνας μετὰ μέλιτος χρῶ.
13. Πρὸς βόμβους καὶ ἤχους ἐξαπίνης γινομένους.
14. Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἄλλο. βρυωνίας, μέλιτος καὶ
15. ἐλλεβόρου λευκοῦ καὶ ῥοδίνου λεάνας ἔνσταζε.
ㅤ
1. Πρὸς ἀλγοῦντα καὶ πυοῤῥοοῦντα. Ὄξος καὶ
2. μέλι καὶ ῥόδινον μίξας χλιάνας χρῶ.
3. Πρὸς περιωδυνίας. Εὐθύπαστον ἐλαίῳ στέαρ
4. ἔνσταζε, καὶ σπόγγῳ τόπον ἔπεχε· ποιεῖ καὶ πρὸς τὰ νευρώδη
5. μισγόμενον καὶ μετὰ ἀλωπεκίου στέατος καὶ ἴου, ἴσα ἴσοις.
6. Πρὸς ἀλγηδόνας καὶ φλεγμονάς. Ἀσφοδέλου
7. ῥίζαν καθάρας βάλλε εἰς ἔλαιον ἐν ἀγγείῳ ὑελίνῳ καὶ
8. ἡλίαζε ταῖς ὑπὸ κυνὸς καύμασιν
ㅤἡμέραις μ΄. καὶ χρῶ.
9. Πρὸς τὰ ἡλκωμένα καὶ πυοῤῥοοῦντα. Σαύρας
10. τὰς μικρὰς λαβὼν τῆξον ἐλαίῳ καθαρῷ, καὶ οὕτως ἐγχυμάτιζε
11. καὶ ἐὰν σκώληκας ἔχῃ, ἰᾶται.
12. Πρὸς τὰ ἐν ὠσὶ σκωλήκια παρεισδυόμενα εἰς τὰς
13. ἀκοάς. Κρόμμυα καὶ ὕσσωπον τρίψας οὔρῳ παλαιῷ ἐγχυμάτιζε.
14. ἄλλο. κολοκυνθίδος τοῦ σπέρματος τῆς ἐντεριώνης,
15. στυπτηρίας Αἰγυπτίας ἴσα, μετὰ κεδρίνου ἐλαίου λειώσας ἐγχυμάτιζε.
ㅤ
1. Πρὸς τὸ ῥύπον ἐξελεῖν. Κροκίδα βρέξας μυροβαλάνῳ
2. ἔνθες καὶ εὑρήσεις τὴν κροκίδα πλήρη τοῦ ῥύπου.
3. ἄλλο. νίτρον λεπτὸν ἔμβαλλε εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος
4. καὶ πρόσθες ἔριον, ἔασον ἐννυκτερεῦσαι· τῇ δὲ ἐπιούσῃ
5. κλύσον ὑδρελαίῳ θερμῷ.
6. Πρὸς ὠταλγίαν. Ἁλὸς ἄνθος μετὰ ῥοδίνου καὶ
7. ὄξους ἔνσταζε.
8. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα. Νίτρον
9. μετὰ ῥοδίνου διεὶς ἐγχυμάτιζε τὸ οὖς. ἄλλο. ἐλλέβορον
10. λευκὸν μετὰ οἴνου ἢ ὄξους ἔνσταζε σὺν στυπτηρίᾳ· καὶ
11. χυλὸν καλαμίνθης ῥίζης συλλειοτριβήσας μετ᾿ ὄξους ἐγχυμάτιζε.
12. Πρὸς τὰ χρόνια. Λύκιον καὶ μέλι ἴσα μίξας χρῶ.
13. Πρὸς φλεγμαίνοντα. Σκωδειῶν κελύφη κόψας
14. εἰς ὠμὴν λύσιν ἕως τρίτου μέρους, καὶ ἑψήσας ἐν γλυκεῖ
15. κεκραμένῳ κατάπλασσε.
ㅤ
1. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα. Μυελὸν
2. μόσχειον χυλίσας ἔνσταζε. ἄλλο. σκωρίαν σιδήρου τρίψας
3. ἐν τῷ ὄξει δριμυτάτῳ ἔνσταζε.
4. Πρὸς χοιράδας καὶ παρωτίδας. Χοιράδας κοινῇ
5. μὲν θεραπείᾳ τὰ τῶν σκιῤῥῶν διαφορητικὰ διαφορέουσι·
6. ἰδίᾳ δὲ οὕτως. ἄλευρον θερμῶν πικρῶν ἑψήσας ἐν τῷ ὀξυμέλιτι
7. κατάπλασσε. ἄλλο. βοείαν κόπρον ἢ αἰγείαν ἐν ὄξει
8. ἑφθὴν ἐπιτίθετι. ἄλλο. ἄσβεστον μέλιτι ἢ ἐλαίῳ ἢ στέατι
9. χοιρείῳ ἀναληφθεῖσαν ἐπιτίθετι. ἄλλο. ἄλευρον ἴριδος καὶ
10. κόπρον περιστερᾶς ἑψήσας οἴνῳ κατάπλασσε. ἄλλο. λαβὼν
11. στέατος παλαιοῦ καὶ σπέρματος ὑοσκυάμου καὶ πίσσης καὶ
12. ἐλαίου παλαιοῦ καὶ κόπρου ἀλεκτόριδος μελίνης τὰ ἴσα συμμίξας κατάπλασσε.