Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.4, ed. Kühn, 1827, vol. 14, p. 408-415. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.4

[Capitulum 4]
13. Εὐπόριστα φάρμακα πρὸς τὰ τῶν ὀφθαλμῶν
14. πάθη.

Πρὸς ὀφθαλμίαν ἀρχομένην. Χυλὸν
15. ἡδυόσμου ἔνσταζε, διαλύει γάρ· ἔστι δὲ βέλτιον τὸ περιστερᾶς
16. αἷμα. ἄλλο. μαράθρου χυλὸν ἐκπιέσας καὶ χρῶ· παλαιὸς
17. μέν ἐστιν ἀμείνων. αὐτὸν δὲ τῷ ὕδατι μίξας χρῶ.
1. ἄλλο. ἐκ τοῦ πηγάνου προσφάτου χυλὸν ἐκπιέσας τίθετι ἐν
2. τῇ πυξίδι τοῦ χαλκοῦ ἐρύθρου καὶ χρῶ. ἄλλο. ἐκ κυδωνίων
3. ἑψηθέντων καὶ ἀλφίτου καὶ οἴνου λευκοῦ κατάπλασμα ποίει.
4. ἄλλο. φύλλα μήκωνος καὶ σιδία σὺν παιπάλῃ κριθίνῃ ἐπιτίθετι.
5. ἄλλο. ῥόδα ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο.
6. ἀφέψημα μελιλώτου ἔνσταζε. ἄλλο. ἐκ φύλλων
7. κοκτόνου τετριμένων ποίει κατάπλασμα σὺν οἴνῳ καὶ ἀλεύρῳ.

8. Πρὸς ὄνυχα. Ὄνυξ μὲν λέγεται ἡ ὀφθαλμοῦ
9. νόσος, ὅταν κερατοειδὴς ποτὲ μὲν διὰ βάθος, ποτὲ δὲ ἐπιπολῆς,
10. ὄνυχι προσεοικότος τοῦ πύου κατὰ τὸ σχῆμα, διὸ
11. καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. πρὸς τοὺς μὲν οὖν
12. μετρίους ὄνυχας συντέλει μελίκρατον καὶ τῆς τήλεως ὁ χυλὸς
13. καὶ κολλούριον τὸ διὰ λιβάνου γινόμενον· πρὸς τοὺς
14. δὲ μείζονας λαβὼν ἀλόης, σμύρνης, κρόκου ἀνὰ μέρος α΄.
15. οἴνου μέρει γ΄. μέλιτος μέρει στ΄. λειοῦται ὁ κρόκος σὺν
16. ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ σμύρνα καὶ ἐπειδὰν παχυνθῇ
17. ἐπίβαλλε τὸ μέλι καὶ ἑνώσας ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ, χρῶ 
1. δὲ δὶς τῆς ἡμέρας· ὀφθαλμὸν γὰρ ἅμα καθαίρει, σαρκὶ ἀπουλοῖ.

2. Πρὸς ὑπώπια. Σίνηπι λεῖαν κηρωτῇ ἀναλαβὼν
3. ἐπιτίθετι. ἄλλο. ὄστρακα τῆς σηπίας λεάνας καὶ ὄξει
4. μίξας νυκτὸς κατάχριε· ἀφαίρει γὰρ αὐτά. ἄλλο. ῥίζαν σίκυος
5. ἀγρίου μέλιτι συμμίξας ἐπιτίθετι.

6. Πρὸς τῶν ὀφθαλμῶν πελιώματα. Ὕσσωπον
7. τρίψας, εἰς ῥάκος ἐνδήσας καὶ εἰς ζέον ὕδωρ ἀποβάπτων
8. ἡσυχῇ ἀποπυρία καὶ πελιώματα θίγε. ἄλλο. ἄλευρον ἴριδος
9. μίξας τῷ μέλιτι καὶ κατάπλασσε. ἄλλο. κύμινον τετριμμένον
10. συμμίξας γάλακτι γυναικείῳ ἐπιτίθετι· ἢ ὀρίγανον ἐπιτίθετι
11. ὁμοίως. ἄλλο. εὐζώμου σπέρμα τρίψας σὺν χολῇ
12. βοείᾳ ἐπιτίθετι.

13. Πρὸς τὰ πτερύγια. Τὸ πτερύγιον νευρώδης
14. ἐστὶ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχή· ἐκφυομένη μὲν ἀπὸ
15. τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης. ὅταν δὲ
16. ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα
17. καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνεται·
1. τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει τὰ σμηκτικὰ
2. δαπανᾷ, ὡς χαλκὸς κεκαυμένος ἢ χάλκανθος ἄμα χορείᾳ
3. χολῇ. ἄλλο δραστικώτερον. χαλκάνθου μέρος α΄. κόμμεως
4. Ἀραβικοῦ μέρος (S"). οἴνῳ ἐκλείων κατάχριε. τινὲς δὲ χολὴν
5. αἰγὸς μέλιτι μίξαντες ἐγχρίουσιν. ἄλλο. λύκιον καὶ κύπρον
6. καὶ σὺν ὕδατι ποίει τὸ κολλύριον καὶ ἐπίχριε.

7. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λευκώματα.
8. Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς τὰ νεφέλια
9. καλοῦσι, τὰς δὲ διὰ βάθους, λευκώματα. τούτων δὲ τὰ ῥυπτικά
10. τε καὶ σμηκτικὰ λεγόμενά εἰσιν ἰάματα. τὰ μὲν οὖν
11. νεφέλια τῆς ἀνεμώνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ
12. κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος. ἄλλο. ἀναγαλλίδος τῆς τὸ
13. κυανοῦν ἄνθος ἐχούσης χυλὸν σὺν μέλιτι ἔγχριε· τὰ δὲ
14. χρονιώτερα ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι
15. λειούμενος ὡς κολλύριον. τὰ δὲ λευκώματα νίτρον μετὰ
16. ἐλαίου παλαιοῦ λειωθὲν ἐπιμελῶς καὶ ἐγχρειόμενον καλῶς
17. ἀποσμήχει. ἄλλο. ἐπιλαβὼν δρακουντίου χυλὸν καὶ μίξας
18. μέλιτι ἀπέπτῳ ἐπίχριε. ἄλλο. χολῇ τραγείῳ κατάψηχε τὸν
1. ὀφθαλμόν. ἄλλο. τῆς σηπίας τὸ ὄστρακον καυθὲν μετὰ μέλιτος
2. καὶ λειωθὲν ἐπιτίθετι. ἄλλο. ἐκ κόπρου τῆς σαύρας
3. ποιήσας κολλύριον σὺν ὕδατι προστίθετι. ἄλλο. χολῇ κυνὸς
4. θαλασσίας κατάχριε, ἢ ῥαφάνου χυλῷ ἢ χολῇ τοῦ ἀλέκτορος.
5. ἄλλο. λαβὼν χυλὸν τῆς ῥοίας καὶ ἐν τῷ κεραμίῳ τήσας
6. καὶ τῷ ῥακέει κατακαλύψας ἡλίαζε ἕως ἔχῃ τὸ μέλιτος
7. πάχος, καὶ τούτῳ ἴσον τοῦ μέλιτος καὶ τήρει. πεπαλαιωμένον
8. γάρ ἐστι δραστικώτερον· καὶ ὅταν καθευσόμενος
9. ᾖ ὁ κάμνων, ὀφθαλμοὺς κατάχριε. ἄλλο. χολὴν λέοντος
10. μετὰ μέλιτος ἐντίθετι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα
11. γένηται, εἰς τὸν ὀφθαλμὸν ἡ μήτηρ τοῦ παιδίου ἀμμωνιακὸν
12. μασησαμένη, ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλμόν·
13. ὁμοίως χριέτω ὀφθαλμὸν καταμηνίῳ τῆς τινὸς ἐκ τῇ
14. ἰδίᾳ συγγενείᾳ· καὶ ὁμοίως τούτου μήτηρ ἐντεμνέτω μικρὸν
15. δάκτυλον ὃν, καὶ τῷ αἵματι ῥευθέντι τὸν ὀφθαλμὸν καταβρεχέτω.

16. Πρὸς τὰ νεφέλια καὶ ἀχλύας τῶν ὀφθαλμῶν.
17. Ὀφθαλμοὺς χυλῷ φύλλων τοῦ δρακοντίου κατάχριε. ἄλλο.
18. χυλὸν τοῦ κέστρου σὺν μεμιγμένῳ οἴνῳ ἔνσταζε.


1. Περὶ κριθῆς. Τῷ ὕδατι ἀφεψήματος τῆς κριθῆς
2. πυρία τοὺς ὀφθαλμοὺς, ἢ τῷ κήρῳ λευκῷ. ἄλλο.
3. μυίας τὴν κεφαλὴν ἀπολαβὼν τῷ λοιπῷ σώματι παράτριβε
4. τὴν κριθήν.

5. Πρὸς μαδάρωσιν. Μαδάρωσις καὶ μίλφωσις
6. τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις. θεραπεύονται δὲ τούτοις.
7. προσλάμβανε πυρήνων τῶν φοινίκων κεκαυμένων δραχ. γ΄. στάχυος
8. δραχ. β΄. τρίψας χρῶ. ἄλλο. στίμμεως κεκαυμένης πεπέρεως
9. ἀνὰ δραχ. α΄. ναρδοστάχυος δραχ. γ΄.

10. Ἄλλο ποιέον πρὸς ἀπόπτωσιν τριχῶν τῶν βλεφάρων.
11. Λεπτοκάρυα συγκαύσας καὶ μίξας στέατι ἀρκτείῳ ἢ αἰγὸς κατάχριε.

12. Ἄλλο καὶ τὸ συμφέρον πρὸς ἀλωπεκίαν τοῦ πώγωνος.
13. Ὑοσκυάμου δραχ. β΄. μυοκόου δραχ. α΄. πολυτρίχου δραχ.
14. β΄. ἐλαίου ἰρίνου κυάθους δ΄. τρίψας καὶ διαμίξας ἐλαίῳ
15. καὶ προπυριάσας ἐπίχριε. ἄλλο. ὄφεος γῆρας συγκαύσας
16. ἐπίπασσε· γένεσιν γὰρ τῶν τριχῶν ποιεῖ. ἢ μελανθίου τρίψας
17. καὶ ποίει ὁμοίως.


1. Πρὸς τὴν τῶν ὀφρύων τριχίασιν. Ὀρίγανον
2. συγκαύσας καὶ τρίψας προεκτίλας τρίχας ἐπιτίθετι. ἄλλο.
3. σαῦραν χλωρὰν ἐν ἐλαίῳ ἑψήσας καὶ τρίχας προεκτίλας τόπον
4. κατάχριε. ἄλλο. χαμαιλέοντος λευκοῦ ἢ τῆς χαμελαίας
5. ῥίζαν διαμίξας τῷ αἵματι τοῦ βατραχίου τόπον κατάχριε.

6. Πρὸς γλαυκοφθάλμους ὥστε μέλανας ἔχειν τὰς
7. κόρας. Τὰς γλαυκοφθάλμους γυναῖκας ποιεῖ ὑοσκυάμου τὸ
8. κυανοῦν ἄνθος ξηραινόμενον ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως
9. οἴνῳ αὐστηρῷ μεμιγμένον καὶ καταχρισθέν.

10. Πρὸς ὑποχύματα. Θηριακὴν τὴν ἐξ ἔχεων
11. παρασκευαζομένην τῷ μέλιτι διαμίξας ἄνευ καπνοῦ ἐπιτίθετι.
12. συμφέρουσι καὶ οἱ ἀποφλεγματισμοὶ καὶ κάθαρσις
13. σὺν ἱερᾷ καὶ πυρία σὺν ἀφεψήματι τοῦ μαράθρου καὶ σαγαπηνοῦ
14. καὶ ἑλλέβορος λευκὸς σὺν μέλιτι παρατεθειμένος, ἢ
15. τὸ μέλι σὺν χυλῷ τοῦ μαράθρου.

16. Πρὸς τοὺς αἰγίλωπας. Ὁ μὲν αἰγίλωψ ἀπόστημά
17. ἐστι σμικρὸν μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς
18. ῥινὸς, καὶ εἰ ἀμεληθείη συριγγούμενον ἕως ὀστέου, πρινὴ δὲ 
1. εἰς ἕλκος ἐκραγῇ τὸ ἀπόστημα, ἀνχίλωψ καλῶ. ποιεῖ καὶ
2. γλαύκιον καὶ κρόκος ἅμα χυλῷ περδικιάδος ἐπιτιθέμενα·
3. συνεχῶς δὲ ἀλλάσσειν χρή. ἄλλο. κοχλίους μετὰ τῶν ὀστράκων
4. λειώσας ἐπίθες· ἔνιοι δὲ μιγνῦσι καὶ ἀλόην ἢ σμύρνην.
5. ἄλλο. χολὴν χοιρίαν ξηράνας ἐπίθες. ἄλλο. ἐκ περδικιάδος
6. τὸ κατάπλασμα ποίει. ἄλλο. ἐξ αἰγίλωπος βοτανίου κατάπλασμα
7. ἐπίθες. ἄλλο. ἀνδράχνην ἀγρίαν καὶ λίβανον ἐπίθες.
8. ταῦτα δὲ προμασσάου προμασσήση νῆστις. ἄλλο. κράνιον
9. ἀνθρώπινον τρίψας ἐπιτίθετι.

10. Πρὸς νυκτάλωπας. Ἧπαρ τράγου
11. καῦσον καὶ τῷ ἀποῤῥέοντι ἰχῶρι ὀφθαλμὸν ἔγχριε. ὠφελεῖ
12. γὰρ ὁ δωδεκάκις καταχρισθείς.

13. Πρὸς τοὺς ἐν βλεφάροις φθεῖρας. Θαλάσσῳ τῷ
14. ὕδατι χλιαρῷ πυρία.

Cliquer un n° de page pour en afficher l’image