Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.5, ed. Kühn, 1827, vol. 14, p. 415-420. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.5

[Capitulum 5]
15. Πρὸς τὰ μυκτήρων πάθη εὐπόριστα.

16. Πρὸς πολύποδας καὶ ὀζαίνας. Χάλκανθον τρίψας
17. σὺν ὄξει ἐπίθες· ἢ χάλκανθον ἀναλαμβανομένην μέλιτι
18. ἑφθῷ ἐπίθες. ἄλλο. σιδίων δραχ. ιστ΄. χολῆς ταύρου, ἀμώμου,
1. σμύρνης, καλαμίνθης, πρασίου, ἀνὰ δραχ. η΄. κρόκου δραχ. β΄.
2. ἐλλεβόρου λευκοῦ δραχ. β΄. χρῶ ξηρῷ.

3. Πρὸς δυσωδίαν μυκτήρων. Ἀμώμου, σμύρνης,
4. κασίας, ῥόδων ξηρῶν ἑκάστου τὸ ἴσον μέρος κόψας καὶ μετὰ
5. νάρδου μύρου ἀνέσας κατάχριε· συμφέρει δὲ καὶ κατάχρισις
6. σὺν ἡδυχρόῳ μαλάγματι.

7. Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη. Λιθαργύρου δραχ.
8. δ΄. πηγάνου νεαροῦ δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ἐλαίῳ
9. μυρσυνίνῳ καὶ ὄξει διάκλυζε. ἄλλο. ψιμυθίου δραχ. α΄. λιθαργύρου
10. δραχ. γ΄. σκωρίας μολίβδου ἢ μολίβδου κεκαυμένου
11. δραχ. γ΄. πάντα δὲ πεπλυμένα καὶ ἀναλαμβανέσθω ἐλαίῳ μυρσυνίνῳ.

12. Πρὸς τὸ ἐφέλκειν αἷμα ἀπὸ μυκτήρων. Ἀγρώστεως
13. ἄνθος ἐντίθετι. ἄλλο. ἐρυθρόδανον τρίψας σὺν ἐλαίῳ
14. ἀναλαβὼν τὰς μυκτῆρας κατάχριε.

15. Πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας. Κέλυφος ὠοῦ
16. συγκαύσας καὶ λαβὼν μέρος α΄. καὶ κηκίδος μέρος ἥμισυ
17. καὶ ἐμφύσα. ἄλλο. λύκιον ἐπίθες. ἄλλο. ὀνείαν κόπρον
18. καύσας ἐμφύσα τὴν σποδόν· ἢ χυλὸν ἐκπιέσας ἔνσταζε.
1. ἄλλο. λίθον μυλίτην πυρώσας σβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ
2. πρόσαγε ταῖς ῥισὶ τὴν ἀτμίδα, καὶ στήσεται. ἄλλο. λίβανον
3. καὶ τὴν ἀλόην ὠοῦ τῷ λευκῷ ἀναλαβὼν καὶ ποίει τὸν μοτὸν
4. καὶ ἐπιτίθετι, προστίσας τὰς τοῦ λαγόου τρίχας. ἄλλο.
5. σικύαν εὐμεγέθη πρόσβαλλε τῷ ὑποχονδρίῳ κατ᾿ ἴξιν τῆς
6. ῥινὸς πασχούσης· χρηστέον δὲ τοῖς στύφουσί τε καὶ τοῖς
7. τὴν αἱμοῤῥαγίας ὁρμὴν κωλύουσι.

8. Πρὸς μυκτῆρας ἡλκωμένους καὶ πολύποδας καὶ
9. ὀζαίνας. Ἀφρονίτρῳ παράπτου διαστέλλων τοὺς μυκτῆρας·
10. καὶ πρὸς εὐωδίαν λευκοίου ἄνθους μήπω ἐκπεπτωκότος
11. τοῦ βλαστοῦ ἐπιμύων, τρίβων τε μεθ᾿ ὕδατος, πάχος ποιῶν
12. μέλιτος ἀφάπτου τῶν ἡλκωμένων. ἄλλο. ἴον ἑφθὸν μετὰ
13. μέλιτος παράπτου.

14. Πρὸς τὰς ἐνδοτέρω φλεγμονάς. Στέαρ χήνειον
15. χυλῷ πράσου καὶ στρύχνου διεὶς ἴσον διάχριε τῆς ἡμέρας.

16. Πρὸς τὰ ἐν μυκτῆρσι ἕλκη σκληρώδη. Μόλιβδον
17. λεάνας ἐπίχεε οἶνον ἀπαράχυτον καὶ μυρσινελαίου τὸ
1. ἀρκοῦν, ἵνα ἔχῃ μέλιτος πάχος. ἄλλο. λεπίδα ἑψήσας μετὰ
2. μέλιτος χρῶ.

3. Αἷμα ἀπὸ μυκτήρων ἀποσπᾶσαι. Ἡδύοσμον
4. ἀναλαβὼν μέλιτι καὶ κολλύρια ποιήσας θὲς εἰς τοὺς μυκτῆρας.

5. Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμοῤῥαγοῦντας.
6. πήγανον τρίψας ἀναλάμβανε ἐλαίῳ καὶ εἰς τοὺς
7. μυκτῆρας ἐπιτίθει. ἄλλο. κόμμι καὶ λιβανωτὸν λεάνας καὶ
8. δεύσας ἐν ὄξει τίθει. ἄλλο. σποδὸν κυπρίαν μετὰ πράσου
9. χυλοῦ δεύσας χρῶ. ἄλλο. σπόγγον κεκαυμένον μετὰ πίσσης
10. ξηρῷ χρῶ. ἄλλο. ὀξυσχοίνου ἄνθος ἐντίθει τοῖς μυκτῆρσιν.

11. Πρὸς τὰς ἀκαταχέτους αἱμοῤῥαγίας καὶ μάλιστα
12. ὅταν χρονίως πυρέξαντες αἱμοῤῥαγῶσιν. Πυρίον ἐντίθει
13. ὁτὲ μὲν ξηρὸν, ὁτὲ δὲ κολλύριον ποιῶν ἰσομέγεθος τοῖς
14. μυκτῆρσι καὶ οὕτως ἐπιτίθει· κατάπλασσε τούτοις καὶ τοὺς
15. μυκτῆρας καὶ τὰς παρειὰς καὶ τὸ μέτωπον. ἄλλο. διφρυγὲς
16. καύσας καὶ λειοτριβήσας μετὰ ὄξους κατάπλασσε. ἄλλο.
17. ἔριον βρέξας εἰς τὸ λευκὸν τοῦ ὠοῦ ἐντίθει. ἄλλο. πολυγόνου
1. χυλῷ βρέχων ἔριον ἐπιτίθει· ἢ στρύχνου χυλῷ. ἄλλο.
2. πήγανον τρίψας λεῖον μετ᾿ ὄξους κατάπλασσε καὶ ἐπιθυμία·
3. δεῖ δὲ χρῆσθαι τοῖς δυναμένοις ἐπιστύφειν καὶ ἐπουλεῖν
4. τὴν φορὰν τοῦ αἵματος, τοιούτοις οὖσιν, οἷον κώνιον
5. ὑποθυμία τοῖς μυκτῆρσι καὶ τὴν ἀποφορὰν ἕλκε· προσπιέζειν
6. δὲ καὶ τοῖς δακτύλοις τοὺς μυκτῆρας. μύε δὲ τὰς
7. ἀκοὰς κηρωτῇ ἢ ἄλλῳ τινὶ ἐπιμελῶς. ἢ καὶ τὴν ἀκροποσθίαν
8. ἐπιδεσμεῖν παπυρίῳ, ἐπὶ δὲ γυναικῶν θηλὴν τοῦ
9. μαζοῦ ὁμοίως. χρῆσθαι δὲ καὶ τοῖς ψύχειν δυναμένοις κατὰ
10. τοῦ μετώπου καὶ τῆς κεφαλῆς. εὔθετον δὲ σικύαν τῇ κεφαλῇ
11. προσάγειν ἢ καὶ τὴν ἐν μετώπῳ φλέβα λύειν. ποιοῦσι
12. δὲ καὶ οἱ πταρμοὶ πολλάκις στῆναι· ἢ βούγλωσσον τὴν
13. βοτάνην ὁμοίως ἢ ὀνίδα δεύσας ἐν ὄξει προστίθει τοῖς μυκτῆρσιν.

14. Πρὸς τοὺς ῥέγχοντας. Ἄνηθον ὑποτίθει ὑπὸ
15. τὴν κεφαλὴν μὴ γινώσκοντος, ποιεῖ δὲ τοῦτο καὶ πρὸς τοὺς
16. ἐκ σκιμπόδων ἐξαλλομένους.

17. Πρὸς στίγμα καὶ αἶραν χωρὶς οὐλῆς καὶ ἕλκους. 
1. Ἀποσμήξας τὸν τόπον νίτρῳ ῥητίνῃ | τερεβινθίνῃ κατάπλασσε
2. καὶ ἔασον ἡμέρας ε΄. καὶ οὕτως λύσας κατακέντησον
3. τὰ στίγματα γραφείῳ, ἔπειτα λιβάνῳ χρῶ μετὰ νίτρου
4. καὶ μετὰ μέλιτος ἴσον ἑκάστου κατάπλασσε, ὡς πάχος κηρωτῆς
5. ὑγρᾶς, λῦε δὲ καὶ κατάντλει. ἄλλο. ἑλλέβορον λεῖον
6. μετ᾿ ἄρτου κατάπλασσε ἢ ὀξύγαλα καθ᾿ ἑαυτὸ κατάπλασσε.
7. ἄλλο. συκῆς φλοιὸν λεῖον κατάπλασσε. ἄλλο. σταφίδα ἀγρίαν κατάπλασσε.

Cliquer un n° de page pour en afficher l’image