Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.6, ed. Kühn, 1827, vol. 14, p. 420-424. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.6

8. Πρὸς ἀλφοὺς καὶ ἔφηλιν καὶ φακοὺς
9. καὶ τὰ τοιαῦτα προσώπου πάθη. Σικύου ἀγρίου ῥίζης
10. χυλοῦ κεκομμένου καὶ σεσησμένου σμῆχε τὸ πρόσωπον. ἄλλο.
11. ἀλκυόνιον μετὰ οἴνου τρίψας κατάπλασσε. ἄλλο. ἀγρίαν
12. ἄμπελον κόψας μετὰ οἴνου Αἰγυπτίου κατάχριε λειοτριβήσας.
13. ἄλλο. εὐζώμου ἀγρίου ῥίζαν τρίψας καὶ ἀναλαβὼν
14. χολῇ προβατείᾳ κατάχριε τὸ πρόσωπον νίτρῳ. ἄλλο. ἐλατήριον
15. λειοτριβήσας μετὰ ὄξους καὶ ποιήσας μέλιτος πάχος,
16. κατάχριε, μετὰ κηρωτῆς μίξας. ἄλλο. κιννάβαρι μετὰ μέλιτος
17. χρῖε τὸ πρόσωπον. ἄλλο. κάγχρυος σπέρμα λειώσας
1. αὐτοὺς τοὺς φακοὺς κατάχριε καὶ ὅταν ξηρανθῇ, ἔκκλυζε.
2. ἄλλο. σικύου ἀγρίου τὴν ῥίζαν καὶ συκῆς τοὺς ἀκρέμονας
3. ἕψει ἐν ὄξει καὶ λείοις κατάπλασσε. ἄλλο. κοτυληδόνος ῥίζας
4. λειώσας μετὰ μέλιτος κατάχριε τὸ πρόσωπον. ἄλλο.
5. ἐρυθρόδανον ποιεῖ πρὸς ἔφηλιν καὶ ἀλφοὺς ἤγουν κόψας
6. μετὰ ἐλαίου κατάχριε. ἄλλο. ζόγχον πικρὸν λειώσας μετὰ
7. μέλιτος κατάχριε. ἄλλο. ἀνήθου σπέρμα τρίψας μετὰ οἴνου
8. παλαιοῦ καὶ ποιῶν μέλιτος πάχος ἐπίχριε τὸ πρόσωπον καὶ
9. ἐννυκτέρευε· πρωῒ δι᾿ ἑτέρων μεμασημένου δὲ αὐτοῦ πρὸς
10. ἔφηλιν καὶ φακούς. ἄλλο. τῷ λευκῷ ἴῳ μετὰ ὕδατος κατάχριε.
11. ἄλλο. ἀφρόνιτρον λειώσας μετὰ κηρωτῆς ἐσκευασμένης
12. διὰ κηροῦ Τυῤῥηνικοῦ κατάχριε τὸ πρόσωπον.

13. Πρὸς ἀλφοὺς καὶ χρῶμα λευκόν. Ἀλκυόνιον
14. καύσας μῖξον μέλιτι καὶ κατάχριε καὶ ἀλεύρῳ μίξας ὀροβίνῳ
15. καὶ σιτίνῳ σμηχέσθω θερμῷ ὡς τὰ μάλιστα. ἄλλο.
16. ἀμύγδαλα πικρὰ λελεπισμένα ὄξει δριμεῖ ἀναλαβὼν κατάπλασσε.
1. ἄλλο. ὠκίμου σπέρμα τρίψας μετ᾿ ὀρνιθείου στέατος
2. ἢ χηνείου κατάχριε. ἄλλο. τῆλιν μετ᾿ ὄξους λείαν κατάχριε,
3. ἀφίστησι λεπίδας.

4. Πρὸς ἔφηλιν καὶ φακούς. Σμύρναν καὶ κρόκον
5. μεθ᾿ ὕδατος λεάνας κατάχριε. ἄλλο. πορφύρας ἢ κήρυκας
6. λαβὼν εἰς πολταρίδιον δὸς εἰς κάμινον ὀπτηθῆναι καὶ λειάνας
7. μετὰ μέλιτος χρῶ.

8. Ποιοῦν λευκὸν καὶ τεταμένον τὸ πρόσωπον.
9. Σικύου ἀγρίου τὰς ῥίζας τεμὼν ψῦξον καὶ ἑψήσας δι᾿ ὕδατος
10. τρῖψον λεῖον κατάπλασσε.

11. Στίλβον ποιοῦν τὸ πρόσωπον. Ὀρόβους οἴνῳ εὐώδει
12. λειώσας κατάπλασσε. ἄλλο. σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε
13. τὸ ὑγρὸν καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκὸν, ποιῶν μέλιτος
14. πάχος, καὶ τούτῳ χρίων τὸ πρόσωπον ἐλαίῳ διάτριβε.
15. ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος ψυχρῷ πρόσκλυζε πολλῷ, ὥστε εὔχρουν
16. ποιεῖν εἰς μίαν ἡμέραν. φῦκος ἑψήσας ἔμβαλλε στυπτηρίαν
17. ὀλίγην, εἶτα κονίαν προσμίξας, τρίψας χρῶ, πολλῷ χριόμενος
18. ἐλαίῳ, ὥστε εὔχρουν τὸ πρόσωπον καὶ τὸ χρῶμα ποιῆσαι
1. ἡδὺ ὄζον. πελεκήματι κυπαρίσσου καὶ πρίνου ἐν τῷ
2. αὐτῷ ζέσας ἄλειφε ὅλον τὸ σῶμα. ἄλλο. λιβανωτὸν καὶ
3. παιδέρωτα ἴσα μίξας μετὰ μέλιτος τρίψας χρῖε τὸ πρόσωπον
4. καὶ ἔα δι᾿ ὅλης ἡμέρας, εἶτα ἀπόκλυζε. ἄλλο. λίνου
5. μίξας τρύγα σύγχριε εἰς τὸν ἥλιον, μέλλων πορεύεσθαι προεκνιτρώσας
6. τὸ σῶμα.

7. Πρὸς τὸ μὴ ὑπὸ ἡλίου ὑποκαίεσθαι, ἀλλὰ καὶ
8. τὴν ἐκκαυθεῖσαν ὄψιν ἰάσασθαι. Βολβὸν λευκὸν λεῖον
9. μετὰ μέλιτος κατάχριε. ἐὰν οἰδῇ τὸ πρόσωπον χωρὶς φλεγμονῆς,
10. γῆν μέλαιναν τρίψας δι᾿ ὕδατος κατάχριε. ἄλλο. ἀλκυόνιον
11. μετὰ νάρδου Κελτικῆς λείοις ἅμα.

12. Πρὸς φύγεθλον καὶ φακούς. Δρακοντίου ῥίζαν
13. σὺν μέλιτι κατάπλασσε. ἢ μελάνθιον σὺν ὄξει· ἢ πενταφύλλου σπέρμα.

14. Πρὸς ποιεῖν τὸ πρόσωπον ἐρυθραῖον. Ἐρυθρόδανον
15. τρίψας καὶ διαμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βυλβὸν
16. πικρὸν τρίψας καὶ μίξας ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν
1. κρόκου, ἐρεβίνθου, λιβάνου, σμύρνης, ἐρυθροδάνου ῥίζης
2. ἀνὰ δραχ. β΄. ἀναλάμβανε στέατι μοσχίῳ καὶ μαστιχίνῳ ἐλαίῳ,
3. εἶτα ἐπίχριε· καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ.

Cliquer un n° de page pour en afficher l’image