Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 2.7, ed. Kühn, 1827, vol. 14, p. 424-426. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:2.7

4. Πρὸς τὰ κατὰ στόμα πάθη καὶ
5. πρῶτον πρὸς τὰ χείλη κατεῤῥωγότα. Κηκίδα ὀμφακίνην
6. λείαν ἀναλάμβανε καὶ ῥητίνην τερεβινθίνην σὺν ὑσσώπῳ
7. καὶ μέλιτι καὶ ἐπίχριε.

8. Πρὸς τὰς βαθυτέρας ἐπιῤῥήξεις. Ἐνάλειφε
9. αἰγείῳ τεθεραπευμένῳ λίπει. ἄλλο. στέαρ χήνειον, μετὰ
10. μέλιτος τερεβινθίνης ἴσα, ῥόδων ἄνθους, ὑσσώπου ξηροῦ,
11. μαστίχης γένηται ἔνχρισις.

12. Πρὸς τὸ εὐωδεῖν τὸ στόμα. Ἶριν ἀποβρέξας
13. οἴνῳ παλαιῷ εὐώδει διακλύζου συνεχῶς, κατέχων ὀλίγον ἐν
14. τῷ στόματι χρόνον. ἄλλο. ἕρπυλλον ἀποβρέχων οἴνῳ διακλύζου
15. ἐπ᾿ ὀλίγον.

16. Πρὸς δυσφόρους ὀσμὰς χωρὶς ἑλκῶν γινομένας.
17. Τινὲς ἀκράτῳ διακλύζονται μετὰ σμύρνης· καὶ τοῦ σχοίνου
18. δὲ ἄνθος λεάναντες παρατρίβουσι τὰ αὐτὰ καὶ κιμωλίαν 
1. ποιήσαντες μεθ᾿ ἁλὸς παρατρίβουσιν, ὁμοίως καὶ μαρμάρῳ
2. ὀπτῷ μετ᾿ ἀνίσου. ὁμοίως δὲ καὶ κριθὰς μετὰ ἁλὸς καὶ μέλιτος.
3. τινὲς δὲ καὶ ὀθόνιον καίουσι καὶ οἴνῳ ἐμβάλλουσι
4. καὶ οὕτω λείῳ χρῶνται καὶ κισσήρει καὶ νάρδῳ καὶ σμύρνῃ
5. μετὰ μέλιτος. καὶ σεμίδαλιν καὶ ἶριν μέλιτι μίξαντες καίουσι
6. καὶ τούτῳ χρῶνται. καὶ τῶν ὀστρέων τῇ πορφύρᾳ
7. καὶ κήρυκι καὶ σμύρνῃ καὶ ὅταν πρὸς κοίτην ἀπέρχωνται,
8. ὄξει δριμεῖ διακλύζονται. διαμασῶνται δέ τινες καὶ τὰ
9. τῆς πίτυος φύλλα, ὅταν ἐκπορεύωνται. καὶ ὕδατι διακλύζονται.
10. τινὲς δὲ καὶ ἄνισον διαμασῶνται ἢ γλυκύῤῥιζον ἢ
11. ἶριν ἤ τι τοιοῦτον ἐκπορευόμενοι.

12. Πρὸς τὰ ἐν τῷ στόματι ἕλκη καὶ σηπεδόνας.
13. Μελαντηρία κεκομμένη ὠφελεῖ. ποιεῖ πρὸς ταῦτα καὶ τὸ
14. ὀμφάκινον κατ᾿ ἰδίαν καὶ μετὰ μέλιτος πινόμενον. ποιεῖ δὲ
15. καὶ ἡ γλαύκουρις. θλασθεῖσα μετὰ μέλιτος καὶ ὕδατος ἴσου
16. διδομένου τοῦ χυλοῦ ἀναγαργαριζέσθω.

17. Πρὸς αἱμοῤῥαγίαν ἐκ τοῦ στόματος. Συγκλύζηται
18. τὸ στόμα ἀφεψήματι τῶν ῥόδων ἐν ὀξυκράτῳ, ὅταν
1. καταψυχθῇ καὶ καταπίνηται. ἄλλο. γαργαριζέτω ὁ πάσχων
2. καὶ συγκλυζέτω τὸ στόμα ἑψήματι τῶν ῥόδων ψυχρῷ, ἢ
3. ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδωνίων
4. ἢ ῥόδων ἢ γιγάρτων ἢ ῥοιᾶς. ἄλλο. σπέρμα ῥόδου
5. σὺν μαστίχῃ δίδου σὺν οἴνῳ στυπτικῷ πίνειν ἢ σὺν οἴνῳ
6. ἑψήματος τῆς βάτου ἢ ῥόδων.

7. Πρὸς τὰ τοῦ στόματος ἕλκη. Κηκίδα ἐν τῷ
8. οἴνῳ ἑψήσας σύγκλυζε τὸ στόμα, ἔπειτα προστίθετι κηκίδα
9. τετριμμένην τὴν σὺν μέλιτι διαμεμιγμένην ἢ τὸ ῥόδων
10. ἄνθος· σύγκλυζε καὶ στόμα ἑψήματι τῶν τῆς ἐλαίας φύλλων.

Cliquer un n° de page pour en afficher l’image