11. Πρὸς τὸ λευκαίνειν ὀδόντας καὶ τὰ
12. πάθη αὐτῶν. Χρῶνται δὲ καὶ ὀδοντοτρίμμασι τοιούτοις
13. τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ ὀδόντας λευκαίνουσι
14. καὶ στεροῦσι,
ㅤγῆν ἐρετριάδα καύσαντες καὶ λειώσαντες
15. χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς.
16. ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος
17. κεφαλὴν καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ σηπίας
18. ὀστράκοις λείοις χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας
ㅤ
1. καὶ λειώσας χρῶ. τοῦτο καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶται
2. καὶ μετὰ ῥοδίνου χριόμενον κεφαλαλγίας παύει. ἄλλο.
3. γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ αὐτὰ λείοις
4. χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ.
5. ἄλλο. κριθὰς ὀπτήσας μεθ᾿ ἁλὸς λείοις χρῶ.
6. Διάκλυσμα πρὸς ἕλκη καὶ ὀδόντας σειομένους καὶ
7. ἀστατοῦντας. Ἀλυκακάβου ῥίζαν καθεψήσας μετὰ σιδίων
8. λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ περιστερεῶνος
9. βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον
10. ἢ πολίου ῥίζαν λειώσας κατάχριε.
11. Πρὸς κινουμένους ὀδόντας. Ὄνου χηλήνιον καύσας
12. τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν κυκλίσκια ἀπόθου
13. καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου διακλύζεσθαι,
14. παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο. χαμαιλέων
15. μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς
16. κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας
17. παύει παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμοτέρως
18. καὶ ἄπονος ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ
ㅤ
1. σμύρναν μετ᾿ οἴνου λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥίζαν
2. ἑψήσας μετ᾿ ὄξους ἢ οἴνου ἢ ὀξυκράτου δίδου διακλύζεσθαι.
3. ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου διακλύζεσθαι, καὶ
4. ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα διὰ οἴνου
5. καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόντες,
6. κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο.
7. μύλη ἐὰν ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου
8. καὶ ἄπονος ἔσται. δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς
9. ὀδόντας, περδικίου τῆς βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ
10. βαλανεῖον, καὶ διακρατείτω τὴν μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ
11. ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα διαμασηθεῖσα αὐθήμερον
12. τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος ῥίζα διαμασηθεῖσα
13. παύει τὸν πόνον.
14. Ὑποθυμίαμα τοῖς ἀλγοῦσιν ὀδοῦσιν. Ἀλκυόνιον
15. ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται. ἄλλο. ὑοσκυάμου σπέρμα
16. ὑποθυμιασθὲν ἄπονον ποιεῖ.
17. Πρὸς εὐωδίαν ὀδόντων. Κιμωλίαν μεθ᾿ ἁλὸς
ㅤ
1. διάτριβε, χρίσας τοὺς ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν
2. ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα γὰρ τῷ καίεσθαι στερεοῦται.
3. Πρὸς βεβρωμένους ὀδόντας. Πρὸς τοὺς δὲ βεβρωμένους
4. ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον χαλκάνθῳ
5. ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ
6. ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς σησαμοειδῆ
7. μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ
8. παραχρῆμα ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ
9. ταύρου ἡσύχως πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα
10. ἅμα τῇ θίξει ἄπονον ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ
11. βεβρωμένῃ μύλῃ ποιεῖ καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα
12. αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει
ㅤδὲ καὶ πάντα τρόπον ἐπιχριομένη.
13. Πρὸς κινουμένους ὀδόντας. Τὸ τῆς χελώνης
14. αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο. ἀλκυόνιον
15. Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν κίνησιν.
ㅤ
1. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας. Κοράλλιον
2. ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον.
3. Πρὸς αἱμωδίαν. Ἄῤῥωστος διαμασαέσθω| τὴν
4. ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει παρατριβέσθω ἢ ἀμόργῃ ἐν
5. χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ γὰρ παλαιωθεῖσα
6. διαχριομένη πάνυ ποιεῖ.
7. Χωρὶς σιδήρου ἀπόνως ἆραι ὀδόντας. Περιπλάσας
8. ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα περίχυσον αὐτὸν
9. σαύρας αἵματι, καὶ ἐκπεσεῖται.
10. Ὥστε αὐτόματον ἐκεπεσεῖν. Πύρεθρον ἐν ὄξει
11. φυράσας καὶ ταριχεύσας ἐπὶ ἡμέρας λ΄. ἐν τούτῳ περίπλασσε
12. τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν τὴν βοτάνην ἐν ὄξει
13. τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα κάμπαις
14. ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ
15. κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ
16. δὲ τοὺς κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ.
17. ἄλλο. σανδαράχην ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηρανθῆναι
ㅤ
1. καὶ χρῶ ξηρῷ αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ
2. ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ κολοκυνθίδος ἀγρίας ἐντίθει
3. ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου ῥίζαν ξηράνας
4. ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ
5. μετ᾿ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ
6. τῆς Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος
7. ὀδόντος. ἄλλο. σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ
8. κόψας ἀπόθου. ὅταν περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ
9. μετ᾿ ὀλίγον ἕλκε καὶ ἀκολουθήσει. ἄλλο. κόκκους κνίδης μίξας
10. μετὰ χαλβάνης περίπλασσε τῷ πάσχοντι, καὶ παραχρῆμα πεσεῖται.
11. Ἀπόνως ἆραι ὀδόντας. Ἡ τῆς ξανθοῦ βοτάνης
12. ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα αἴρει
13. τοῖς δακτύλοις.
14. Ὥστε τοῖς δακτύλοις αἴρειν. Κολοκυνθίδας ἀγρίας
15. κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν μέλιτος, καὶ ἀπόβαπτε
16. εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον περιχάρασσε·
ㅤ
1. καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ᾿ ὀλίγον. εἶτα ἐπιλαμβανόμενος
2. τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολουθεῖ.
3. ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω
4. κισσοῦ φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται.
5. Πρὸς τὸ λευκαίνειν ὀδόντας. Τὸ νίτρον, σηπίας
6. ὄστρακον καὶ φοινίκων ὀστοῦν τρίψας χρῶ. ἄλλο καλόν.
7. κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ, σηπίας
8. ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ.
9. Πρὸς ὀδονταλγίαν. Σκινελαίῳ μὴ παλαιῷ ὀδόντας
10. σύγκλυζε. ἄλλο. συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγάνου
11. φύλλοις ἐν ὀξυμέλιτι ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν
12. ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει πύρεθρον καὶ ὕσσωπον.
13. χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν.