[Capitulum 9]
14. Πρὸς τὰ τῶν οὔλων πάθη.
15. Πρὸς διαβεβρωμένα οὔλη. Ῥόδων ἄνθους δραχ. η΄.
16. κηκίδων δραχ. δ΄. σμύρνης δραχ. β΄. καὶ μίξας πρόσθες. ἄλλο.
17. γάλακτι ὀνίῳ τὰ οὔλη διάκλυζε. ἄλλο. ἐλαίας φύλλων ἀφεψήματι
ㅤ
1. στόμα διάκλυζε. ἄλλο. ὄξει σκιλλιτικῷ οὔλη ἔκκλυζε.
2. ἄλλο. ἰὸν σιδήρου καὶ βαλαύστια ξηρὰ προσθές.
3. Πρὸς τὰ οὔλη οἰδοῦντα καὶ ἐκσαρκοῦντα. Ὠφελεῖ
4. ἀνδράχνης χυλὸς διαβρατούμενος ἢ ἅλμη κολυμβάδων
5. ἐλαιῶν, ἢ ἔλαιον θερμὸν ὠμοτριβὲς, ἢ σχίνινον, ἢ ἀμόργη.
6. ξηρὰ δὲ προσαπτόμενα συμφέρουσι, ἰὸς σιδήρου ἢ χαλκοῦ,
7. ἀριστολοχίας ῥίζα, ἀρνογλώσσου σπέρμα, διφρυγὲς, χάλκανθος
8. ὀπτὴ, κύτινοι.
9. Πρὸς παρουλίδας. Ἀφεψήματι φύλλων ἐλαίας
10. διάκλυζε καὶ προσθὲς κηκίδα. ἄλλο. ἕψε ἐν ἑψήματι φύλλα
11. ἐλαίας καὶ κηκίδα.
12. Πρὸς οὖλα ἀπομελανθέντα καὶ σαπρά. Ποιεῖ
13. τρίψις ἐξ οἴνου τρυγὸς κεκαυμένης· ῥύπτει γὰρ, καθαρίζει
14. καὶ ἀπολευκαίνει.
15. Πρὸς αἱμασσόμενα οὖλα. Ποιεῖ ἡ τοῦ αἵματος
16. ἀφαίρεσις ἐκ τῆς κεφαλικῆς καὶ ὁ τῶν οὔλων σχασμός· ποιεῖ
17. καὶ ὑοσκυάμου φύλλων χυλὸς ἢ τὸ αὐτοῦ ἀφέψημα σὺν
ㅤ
1. ἑψήματι ἢ στάγματι θερμὸν διακρατούμενον ἐν τῷ στόματι.
2. ἄλλο. σχίνου ἀκρεμόνας καὶ τὰ βαλαύστια ἑψήσας ἐν
3. ὀξυκράτῳ σύγκλυζε. ἄλλο. ῥίζαν βάτου ἑψήσας ἐν οἴνῳ τὸ
4. στόμα σύγκλυζε· ἢ ῥοῦν καὶ κηκίδα ἐν οἴνῳ ἑψήσας
5. ὁμοίως χρῶ.