Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 3.1, ed. Kühn, 1827, vol. 14, p. 492-581. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:3.1

 

1. Περὶ τῆς σταφυλῆς πασχούσης θεραπείας.
2. Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς
3. φλεγμονῆς δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα
4. καὶ ἀναγαργαρίσματα δι᾿ οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψήματος
5. χλιαροῦ, ἢ ὀξυμέλιτος ἀναγαργαριζομένου καὶ ἀποχεομένου
6. καὶ μὴ καταπινομένου· καὶ μασήματος διὰ
7. πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ
1. νίτρου καὶ ἁλὸς παράτριβε τὸν οὐρανίσκον καὶ τὴν σταφυλὴν,
2. καὶ παύει τὴν φλεγμονήν· ἔξωθεν δὲ ἐπίθετα τὰ
3. αὐτὰ καὶ τὰ ὁμοίως θερμαίνοντα καὶ τὴν φλεγμονὴν παρηγοροῦντα
4. καὶ τὴν ὀδύνην παύοντα· ἐπιθέματα δὲ καὶ καταπλάσματα ἐπιτήδεια.

5. Περὶ τῆς ἀνακρεμασθείσης σταφυλῆς.
6. Ὑσσώπου
7. ῥίζαν καὶ ἰσχάδων χυλὸν μίξας ἀναγαργάριζε, ὁμοίως καὶ εἰς
8. παρίσθμια καὶ σταφυλὴν ὁμοῦ ζέσας ἀναγαργάριζε φοίνικας
9. δηλονότι καὶ φακήν.

10. Εἰς τὸ τηρεῖν ἀδίψους ἀεί ποτε. Γλυκυῤῥίζης χυλὸν
11. πότιζε ἢ ἀνδράχνης ὅσον κύαθον κατάπιε. ἄλλο. ἀνίσου
12. γο. α΄. γλυκυῤῥίζης χυλοῦ γο. β΄. τραγακάνθης βεβρεγμένης
13. γο. β΄. ἀνάπλασον τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ καὶ ἐκ
14. τούτων δίδου κατέχειν ὑπὸ τὴν γλῶτταν ἕνα τροχίσκον καὶ
15. τὸν χυλὸν καταπίνειν καὶ οὐ διψήσει.

16. Πρὸς δυσηκοΐας καὶ κωφώσεις.
17. Χολὴν αἰγείαν πρόσφατον
18. ἴσα μίξας μέλιτι ἀκάπνῳ χλιαρὸν ἔνσταζον εἰς τὸ
19. οὖς. ἄλλο. λαγωοῦ χολὴν νεαρὰν μέλιτι μίξας ἐπίσης καὶ
1. χλιάνας ἐν φλοιῷ κρομμύου ἐπίσταζον εἰς τὸ οὖς· καὶ γὰρ
2. καὶ τοὺς μηδ᾿ ὅλως ἀκούοντας ποιεῖ ἀκούειν. ἄλλο. συὸς ἡμέρου
3. χολὴν ἴσα μέλιτι ἀκάπνῳ ἑνώσας χλιαρὸν ἐγχωμάτισον·
4. ἢ σκίλλης χυλὸν καὶ ῥόδινον μίξας χρῶ. ἄλλο. ὀρόβου χυλὸν
5. ἔνσταζον, ἐπίθες στυππίῳ μετὰ ῥοδίνου.

6. Πρὸς κοιλιακοὺς ἐργαλεῖον.
7. Μύρτων χλωρῶν, ῥόδων
8. ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας ε΄. οἰνομέλιτι φυράσας
9. διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα
10. σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας
11. τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμένης
12. τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν
13. χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ
14. λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον.

15. Εἰς στρόφον κοιλίας.
16. Κύμινον μετὰ μέλιτος δίδου
17. φαγεῖν καὶ θαυμάσεις· ἢ καλάμου ῥίζαν καύσας πότισον
18. μετὰ οἴνου κύλικος ἑνός.

19. Εἰς τὸ στῆσαι κοιλίαν.
20. Ὀρίγανον μετὰ ὕδατος ἑψήσας
1. δίδου πιεῖν. ἄλλο. σηπίας ὄστρακον καύσας καὶ τρίψας
2. μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν· ἢ βάτου καρπὸν σὺν τοῖς
3. φύλλοις ἀποτριτώσας δὸς πιεῖν. ἄλλο. κύμινον Ἑλλαδικὸν
4. καὶ κηκίδα ἄτριπτον καῦσον καὶ μετὰ οἴνου παλαιοῦ δὸς
5. πιεῖν μετὰ τὸ ἀποτριτωθῆναι ἐπὶ ἡμέρας τρεῖς.

6. Πρὸς ἐσωχάδας, ῥαγάδας καὶ συκάμινα.
7. Ἀρσενικοῦ
8. σχιστοῦ γο. γ΄. σφέτλης δρυΐνης γο. δ΄. λειώσας πάντα ὁμοῦ
9. ἔχε ξηρίον, ἐπὶ δὲ τῆς χρείας ἀπονίψας οὔρῳ παιδὸς ἀφθόρου
10. τοὺς τόπους ἐπίπασον.

11. Πρὸς ἐσωχάδας καὶ ἐξωχάδας.
12. Ῥίζαν σιλφίου κόψας
13. καὶ λειώσας κατάπλασον.

14. Ξηρίον πρὸς βεβρωμένας οὔλας καὶ ὀδόντας σειομένους.
15. Μαστίχης γο. α΄. λιβάνου γο. β΄. σμύρνης, ῥόδων ξηρῶν ἀνὰ
16. γο. γ΄. σαρκοκόλλης, κηκίδος ἀνὰ γο. δ΄. ὁμοῦ λειώσας ἐπίπασον
17. τὰ οὖλα, προδιακλύσας ἀειζώου, ἢ μύρτων, ἢ σχοίνου,
18. ἢ ἄγνου, ἢ ἐλαίας τῶν φύλλων τῶν χλιαρῶν.

Πρὸς ὀδονταλγίας.
1. Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους
2. ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα
3. καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας
4. ἀγρίας κόκκους δ΄. μαστίχης κόκκους η΄. δίδου διαμασᾶσθαι.

5. Εἰς πεσόντας ὀδόντας ἀπὸ πληγῆς.
6. Σταφίδας ἐν
7. ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς
8. ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως
9. καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.

10. Πρὸς οὖλα βιβρωσκόμενα.
11. Ἀριστολοχίας τρίψας
12. μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυμένον
13. ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυρον
14. καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε·
15. ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ᾿ ἐλαίου
16. ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ
17. χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε.

18. Πρὸς ὀφθαλμοπονίαν.
19. Μυελὸν αἴγειον περίχριε καὶ
20. ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ 
1. θερμὸν ἐπιτίθει, ἢ λινοσπέρμου χυλὸν, ἢ γάλα γυναικεῖον ἐπίχριε.

2. Πρὸς λεύκωμα καὶ οὔλας παλαιὰς ἐν ἐλαχίσταις ἡμέραις·
3. ἔστι δὲ καὶ ὀξυδορκικὸν θαυμαστόν. Ἰοῦ ξυστοῦ γο. δ΄. ἀμμωνιακοῦ
4. γο. δ΄. ψιμυθίου γο. β΄. κόμμεως γο. α΄. τὸ δὲ ὑγρὸν
5. ἔστω σικύου ἀγρίου χυλὸς ὁ τῆς ῥίζης. ἄλλο. δαφνοκόκκων κεκαθαρισμένων
6. καὶ λελειωμένων, κόμμεως τὸ ἀρκοῦν πρόσπλεξον
7. καὶ ποίει κολλύρια, ἐπὶ δὲ τῆς χρείας λειώσας οὔρῳ
8. παιδὸς ἀφθόρου ἀναλάμβανε καὶ οὕτως χρῖε. πεπείραται γάρ.

9. Πρὸς αἰγίλωπας.
10. Κόπρου περιστερᾶς ξηροῦ γο. δ΄.
11. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκιμάσθη γάρ.

12. Πρὸς λευκώματα δόκιμον· καὶ γὰρ πολλοὺς ὤνησεν.
13.
14. Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου
15. γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ
16. χρῖε τοὺς ὀφθαλμούς.

Πρὸς ὑπόχυσιν ὑπερφυῶς παραχρῆμα τὸ βλέπειν
ποιῶν.

1. Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναικεῖον
2. ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ
3. ἄκρως ὠφέλησεν.

4. Ἄλλο πρὸς ὑποχύσεις παλαιάς τε καὶ νέας καὶ ἀμβλυωπίας
καὶ πᾶν ἐπισκοτοῦν τὴν ὅρασιν.

5. Δαφνίδας ἐκλελεπισμένας
6. ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι
7. ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ
8. οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου.

9. Πρὸς πόνον ὀφθαλμῶν καὶ ἀγρυπνίας.
10. Μελίκρατον
11. ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν
12. εἰς β΄. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει.

13. Πρὸς ἄνθρακας ὀφθαλμῶν καὶ παντὸς τοῦ σώματος.
14.
15. Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ
16. ψίχια ὀξυκράτῳ χρῶ.

Ὀξυδερκικόν.
1. Μαράθρου ξύλον τρίψας καλῶς μετὰ
2. μέλιτος πωλίου νεαροῦ ἀκάπνῳ χρῶ ἐπιχρίων.

3. Περὶ τῶν ἐν βλεφάροις κριθῶν.
4. Ἀκακίαν σὺν
5. οἴνῳ χρῖε.

6. Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν. Ἐπὶ δὲ τῶν
7. ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία
8. καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία
9. ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμένου
10. ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ
11. ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ᾿ ἡλίου
12. καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ
13. βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε
14. ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη
15. μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον.

16. Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν.
17. Τοῦτο
18. τὸ μίγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν
19. ἀδικηθῆναι ποτέ. κιμωλίας, νίτρου, βρυωνίας ῥίζης ξηρᾶς, σικύου
1. ἀγρίου ῥίζης, κυάμου ἀλεύρου ἀνὰ γο. β΄. λειοτριβήσας ὁμοῦ
2. καὶ ἑνώσας εἰς γλοιοῦ πάχος χρῶ ἐν βαλανείῳ ὡς κάλλιστον.

3. Ἀποφλεγματισμὸς κατασπῶν ἐκ τοῦ κρανίου φλέγμα.
4.
5. Ἀγριοσταφίδας μετὰ μαστίχης δίδου μασᾶσθαι ἢ μαστίχην
6. καὶ ζίγγιβερ, εἰ δὲ ἢ μαστίχη σκληρὰ εἴη, πρόπλεξον καὶ
7. ὀλίγον κηρόν.

8. Πρὸς κεφαλαλγίαν.
9. Πήγανον κόψον ἐπιμελῶς καὶ
10. σὺν ὄξει καὶ ῥοδίνῳ κατάχριε τὸ μέτωπον.

11. Πρὸς ἡμικρανίαν.
12. Πράσου κεφαλὴν καὶ κόμην ἑψήσας
13. ἐλαίῳ βρέχε τὴν κεφαλὴν καὶ παύεται εὐθὺς ἡ ὀδύνη.
14. ἄλλο. κισσοῦ ἀκρέμονας ἐλαίῳ ἑψήσας βρέξον τὴν
15. κεφαλὴν καὶ θαυμάσεις. ἄλλο. ἀμύγδαλα πικρὰ λειοτριβήσας
16. κατάχριε τὸ μέτωπον.

17. Πρὸς ἥλους δόκιμον, κᾂν ἐν κεφαλῇ εἰσίν.
18. Σανδαράχης,
19. σχιστῆς, χαλκάνθου, μίσυος καὶ ἀσβέστου ζῶντος καὶ
20. σάπωνος ὅλα μίξας ἐξ ἴσου, τὸ ἄσβεστον διπλοῦν λειώσας
21. μετὰ πρωτείου ζωμοῦ τοῦ σάπωνος χρῶ. θαυμάσιον γάρ ἐστι.

22. Πρὸς ἡμικρανίαν.
23. Λαβὼν εὐζώμου σπέρμα γο. γ΄.
1. πηγάνου χλωροῦ γο. ζ΄. πεπέρεως κόκκους λα΄. ὠῶν τριῶν
2. τὸ λευκὸν, ὄξους τὸ ἀρκοῦν χρῖε τὸν τόπον.

3. Τροχίσκος ὁ ἔνδοξος Σωκράτους πρὸς κεφαλαλγίαν καὶ
4. ἡμικρανίαν καὶ πρὸς πάντα τὰ ῥευματικὰ πάθη θαυμάσιος.
5. Εὐφορβίου δραχ. δ΄. θαψίας χυλοῦ δραχ. στ΄. ζιγγιβέρεος δραχ. α΄. ὀπίου
6. δραχ. γ΄. ὀποπάνακος δραχ. β΄. λῦσον τὰ πάντα ὁμοῦ μετὰ ὄξους καὶ
7. ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρήσεως ἀναλαβὼν ὄξει χρῖε
8. τὸ μέτωπον. ἔστι δὲ καὶ καπνιστικὸν καὶ τοῖς μόριόν τι
9. ῥευματιζομένοις ποιεῖ θαυμαστῶς.

10. Περὶ ἥλων καὶ μυρμηκιῶν.
11. Ἀρίθμησον τοὺς ἥλους
12. καὶ λαβὼν τοσούτους μύρμηκας δῆσον ἐν λίνῳ πανίῳ καὶ
13. κοχλίαν ἕνα μετ᾿ αὐτῶν καὶ καύσας αὐτοὺς λείωσον σὺν
14. ὄξει καὶ ἐπίχριε, ἢ κόπρον βόειον μετὰ ὄξους λειώσας ἐπίχριε,
15. ἐπὶ ἡμέρας τρεῖς κατάπλασον, καὶ πεσοῦνται οἱ ἦλοι.

16. Πρὸς ἥλους καὶ μυρμηκιασμούς. Ὀστέα φοινίκων
17. καύσας καὶ τρίψας μετὰ ἅλατος καὶ θυμιάματος καὶ μίξας
18. ἐν ἡλίῳ ἐπίθες καὶ θεραπεύσεις. 

Πρὸς ἡμικρανίαν δόκιμον.
1. Λαβὼν γῆς ἔντερα ιε΄.
2. κόκκους πεπέρεως ιε΄. ὄξους τὸ ἀρκοῦν· λειώσας ὁμοῦ χρῖε.

3. Πρὸς θηριοδήκτους πληγάς. Θηριοδήκτους καὶ λυσσοδήκτους
4. ἰᾶται καρκίνου τῶν ἐντὸς ἡ τέφρα δὺν ὕδατι πινομένη
5. ἅπαξ καὶ δὶς ἀνὰ δρακὸς μιᾶς.

6. Πρὸς τὰς ἐξ οἴνου κεφαλαλγίας. Πολυγόνου κλῶνας
7. β΄. πλέξας στεφάνωσον.

8. Πρὸς πόνον ἡμικρανίου. Καρδάμου σπόρον τρίψας
9. μῖξον μετ᾿ ὠοῦ λευκῷ καὶ κατάχριε τὸ μέτωπον καὶ ἐπάνω
10. θὲς στυπία, ἢ τοῦ ἀετοῦ τῆς κεφαλῆς τὸ ὀστοῦν τὸ ὅμοιον
11. τῷ ὁμοίῳ περίαπτε ὁμοίως καὶ τοῦ γυπός. ἄλλο. οἱ ἐν τῇ
12. κεφαλῇ τοῦ λάβρακος εὑρισκόμενοι λίθοι κεφαλαλγίαν ἰῶνται
13. καὶ εἰς ἡμικρανίαν περιαπτόμενοι δεξιὸς δεξιᾷ καὶ ἀριστερὸς
14. ἀριστερᾷ.

15. Πρὸς τρίχας ῥεούσας ἀπὸ κεφαλῆς καὶ πώγωνος.
16. Σεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχων τρίχας κατάχριε
17. ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου ὀμφακίνου
1. ἢ μυρσινίνου, ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας
2. σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ λειώσας ἄμφω πάχος
3. μέλιτος καὶ χρῖε τὴν κεφαλὴν ἐν βαλανείῳ· βέλτιον δ᾿ ἐστὶ
4. καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ζ΄. μέρος
5. λαδάνῳ πρόσβαλλε καὶ χρῖε.

6. Πρὸς τρίχας ῥεούσας, ἵνα δὲ καὶ πλέον γένωνται.
8. Μυοχόδων δραχ. γ΄. καλάμων κονατήλων κεκαυμένων δραχ. δ΄.
9. ἀμύγδαλα πικρὰ οβ΄. ὀπὸν βαλσάμου, λαδάνου ἀνὰ
10. δραχ. δ΄. πολυτρίχων δραχ. ζ΄. νάρδου Κελτικῆς δραχ. α΄. ἐν ὑγροπίσσῳ
11. βρέξας τὸ λάδανον καὶ οἴνῳ καὶ ἐλαίῳ λειώσας. τὰ
12. δὲ ξηρὰ κόψας εἰς χνοῦν, μετὰ τῶν ὑγρῶν μίξας χρῶ ἀλειφόμενον
13. καθ᾿ ἡμέραν. ἐμοὶ δοκεῖ καὶ φαλακροὺς τριχῶσαι.

14. Βηχὸς θεραπεῖαι διάφοροι.
15. Ἀρκευθίδος ὁ καρπὸς
16. ἐσθιόμενος καὶ πινόμενος· ἢ βδέλλιον πινόμενον, ἢ δαῦκος
17. Κρητικὸς σὺν οἴνῳ πινόμενος· ἢ δρακοντίου ῥίζα ὁμοίως
18. ἑψηθεῖσα καὶ λειωθεῖσα μέλιτι· ἢ ἑλενίου βοτάνης καὶ περδικιάδος
19. χλιαρὸς νηστικῶς καταῤῥοφούμενος ὁ χυλὸς σὺν
1. ὕδατι πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου
2. σὺν ὕδατι πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη
3. πινομένη· καὶ τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν
4. μετὰ χαλβάνης θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ
5. ἄσφαλτον καὶ λίβανον καὶ στύραξ καὶ κύμινον θυμιαζόμενα,
6. ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ πινόμενον, ἢ κυπαρίσσου
7. σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης νηστικῶς λαμβανόμενα,
8. ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψηθέντα
9. καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς
10. καὶ ποθείς· ἢ ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν·ἢ
11. μυρίκης ἄνθος καὶ ὁ καρπὸς καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψηθέντα
12. καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν ὕδατι πινόμενος·
13. ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ πινόμενα,
14. ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ
15. σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βοτάνης
16. ἡ ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως
17. ἔχοντας ἐν τῷ πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ
18. ποθεῖσα ὠφελεῖ. ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς
1. μεγάλως θεραπεύει ἀετοῦ γλῶσσα περιαπτομένη· ἢ στροβίλιον
2. ἀκέραιον καύσας καὶ τρίψας μετὰ πεπέρεως ὀλίγου καὶ
3. ἀναλαβὼν μέλιτι δίδου τῷ πάσχοντι κοχλιάριον ἕν.

4. Πρὸς χρόνιον βῆχα.
5. Θεῖον ἄπυρον τρίψας καλῶς,
6. ἐμβαλὼν ὠὸν ῥόφησον ἐν βαλανείῳ· ἢ σίνηπι τρίψας καὶ
7. μίξας μέλιτι δίδου δακόλους τρεῖς· ἢ καρδαμόσπορον λεῖον
8. σὺν ὕδατι πινόμενον εἰς κοίτην, ἢ λίβανον τριβόμενον μετὰ
9. μέλιτος καὶ ἐκλειχόμενον πρωῒ καὶ εἰς κοίτην· ἢ ῥαφάνου
10. χυλὸς μετὰ μέλιτος καταῤῥοφούμενος τῷ πρωΐ. ἄλλο. ἀρκευτίδες
11. ε΄. ἢ ζ΄. μετὰ μέλιτος πινόμεναι. ἄλλο. πεπέρεως
12. δραχ. δ΄. καρύων δραχ. β΄. στροβίλου ὑσσώπου ἀνὰ δραχ. α΄. γλήχωνος
13. δραχ. δ΄. ἴρεως δραχ. δ΄. κνίδης σπέρμα δραχ. δ΄. μέλιτος ἡ
14. δόσις κοχλιάριον α΄. ἄλλο. σίνηπι καὶ κύμινον, μελάνθιον,
15. κάρδαμον ἴσα ὁμοῦ κόψας ἀναλάμβανε οἴνῳ καὶ δίδου.
16. ἄλλο. γλήχωνα δίδου μασᾶσθαι συνεχῶς καὶ συντρίψας μετὰ
17. οἴνου καὶ λεάνας δίδου πιεῖν. ἄλλο. κυμίνου πεφρυγμένου
18. δραχ. α΄. μελανθίου πεφρυγμένου δραχ. α΄. πεπέρεως κοκκία
1. μ΄. συντρίψας καὶ ζυμώσας μέλιτι δίδου νήστει καὶ εἰς κοίτην.

2. Κάπνισμα.
3. Ἀρσενικὸν σχιστὸν, πέπερι, πράσιον, κριθῆς
4. ἄλευρον, χαμαίδρυν, ἀμπέλου ῥίζης δέρμα, χαμαιλεύκην,
5. μαστίχην κόστον, κρόκον ὠῶν, πάντα ἑνώσας πλάττε κολλούρια
6. καὶ κάπνιζε νήστει καὶ εἰς κοίτην. ἄλλο. πέπερι,
7. κάρυα, ἀρσενικὸν σχιστὸν συντρίψας καὶ μίξας μέλιτι
8. κάπνιζε. ἄλλο. βούτυρον, στέαρ χηνὸς, ῥητίνην μέλιτι συντρίψας
9. δίδου νήστει καὶ εἰς κοίτην. ἄλλο. ῥάβδον μαράθρου
10. καὶ σπέρμα πεπέρεως συντρίψας καὶ μετὰ μέλιτος ζυμώσας
11. δίδου. ἄλλο. φυσαλίδας ἑψήσας σὺν ταῖς ῥίζαις
12. δὸς πιεῖν.

13. Βηχικὸν καὶ εἰς ἀναγωγὴν αἵματος.
14. Κόστον, κιννάμωμον,
15. ῥῆον βάρβαρον ἀνὰ δραχ. α΄. συντρίψας καὶ ἑνώσας
16. μετ᾿ οἴνου χλιαροῦ πότισον.

17. Ἄλλο ποιῶν καὶ ἐκτηκομένοις.
18. Λαβὼν λιβάνου, πεπέρεως, 
1. ἀρσενικοῦ σχιστοῦ, καρυοφύλλου πάντα ὁμοῦ συντρίψας
2. μετὰ μέλιτος καὶ ζυμώσας δίδου πρωῒ καὶ εἰς κοίτην·
3. ἢ ἀρσενικὸν σχιστὸν ἀντὶ ἅλατος εἰς ὠὸν ῥυτὸν
4. καὶ ῥόφησον νῆστις· ἢ ἀρσενικὸν συντρίψας μετ᾿ οἴνου
5. χλιαροῦ πότισον ἐν λουτρῷ· ἢ ἀρσενικὸν σχιστὸν καὶ κρόκον
6. ὠοῦ μίξας ἐπάλειφε εἰς βάμβηκα καὶ κάπνιζε διὰ κιχώνης,
7. ὅταν δὲ ὀλιγωθῇ ὁ καπνιζόμενος, δίδου αὐτῷ καὶ καταπιεῖν
8. βούτυρον, ὅσον λεπτοκαρύου μέγεθος καὶ πάλιν καπνιζέσθω,
9. ποίει δὲ ἑπτάκις. ἄλλο. στύρακος καλοῦ καὶ κράμβης
10. χυλὸν συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην·
11. ἢ δαφνελαίου καὶ οἴνου καλοῦ ἀνὰ δραχ. γ΄. μίξας χλιαρὸν
12. πότιζον ἐν λουτρῷ καὶ οἰνέλαιον θερμὸν κέραμον πυρίαζε
13. τὸν στόμαχον, τὸ οἰνέλαιον μὴ δίδου φθισικῷ πίνειν,
14. ἀλλὰ τὴν σκευασίαν τοῦ οἰνελαίου ἀκριβῶς σκευάσας καὶ
15. χλιάνας πυρίαζον μετὰ σπόγγων τὸν στόμαχον. ἄλλο. θέρμων
16. ἀφέψημα θερμὸν στακτὴν βρέξας πυρίαζε τοὺς πόδας
17. βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε βούτυρον καὶ
1. πυρίαζε, τοῦτο τρισέσας ἰαθήσεται. ἄλλο. κισσοῦ κόκκους
2. ἢ ξύλα, ἢ φύλλα κάπνισον τὸν βήσσοντα· ἢ ῥητίνην σὺν
3. οἴνῳ παλαιῷ συντρίψας πότισον νήστει· ἢ ἀγριοκανάβης
4. σπέρμα τρίψας πότισον μετὰ ὕδατος· ἢ κεδρίαν πότισον
5. νηστικῷ, ἢ ὕσσωπον καὶ χλήχωνα μετὰ ὀξυκράτου δὸς
6. πιεῖν προεψήσας·ἢ βερονίκην φυράσας μετὰ μέλιτος δίδου
7. φαγεῖν· ἢ ῥάφανοι ὁπτοὶ ἐσθιόμενοι πρωῒ καὶ ὀψέ· ἢ χαμαιλεύκη
8. θυμιωμένη. ἄλλο. δαφνίδας μετὰ πεπέρεως καὶ
9. στροβίλους μετὰ μέλιτος δίδου πρωῒ καὶ εἰς κοίτην.

10. Εἰς βήσσοντας, τετραχωμένους τὴν ἀρτηρίαν, ἀποκεκομμένους
11. τὴν φωνὴν καὶ ἀναφορικούς. Λαβὼν τραγακάνθης,
12. κόμμεως ἀνὰ δραχ. α΄. σμύρνης καλῆς δραχ. α΄. γλυκυῤῥίζης
13. χυλοῦ καὶ γλυκέος τὸ ἀρκοῦν, κόψας πάντα καὶ ἑνώσας,
14. ἐπειδὰν λειωθῶσι, τὰ ξηρία μῖξον μετὰ τῶν λοιπῶν.

15. Ἄλλο πρὸς βήχιον καὶ ἑλκομένην ἀρτηρίαν. Λαβὼν
16. τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ δραχ. α΄. τὸ μέλι καὶ
17. τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου
1. ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμμεως,
2. λυκίου ἀνὰ γο. δ΄. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι,
3. εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ
4. γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ.

5. Ἄλλο εἰς βηχία καὶ βρόγχους καὶ αἵματος ἀναγωγάς.
6.
7. Λαβὼν τραγακάνθης δραχ. β΄. λινοσπέρμου πεφρυγμένου
8. δραχ. δ΄. ἀμύγδαλα λελεπισμένα ι΄. στροβίλου ὠπτημένης
9. στέατι δραχ. γ΄. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ
10. τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς
11. ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ
12. τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποιήσας
13. ὄπτησον ἐπ᾿ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις.

14. Πρὸς βῆχα χρόνιον.
15. Λαβὼν πεπέρεως δραχ. α΄. θέρμων
16. ἀλεύρου γο. γ΄. καὶ μέλιτος κοχλιάριον α΄. δὸς ῥοφεῖν.
17. ἄλλο. τῆς ἀκοῆς τοῦ χοίρου τὸ τετριμμένου ὀστοῦν περιαφθὲν
18. τραχήλῳ προφυλακτικόν ἐστι βηχός.

19. Βηχικὸν καὶ κιονικὸν καὶ ἐν φλεγμονῇ παρισθμίων.
1. Οἱ ἐν ταῖς καλιαῖς τῶν νοσσιῶν τῶν χελιδόνων εὑρισκόμενοι
2. λίθοι περιαπτόμενοι προφυλακτικόν ἐστι βηχός.

3. Βηχικοῖς καὶ ἐν ῥίζῃ σταφυλῆς καὶ εἰς κατάῤῥουν.
5. Λαβὼν ζιγγιβέρεως δραχ. α΄. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ
6. δραχ. α΄. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου
7. πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον.
8. ἄλλο. ζιγγιβέρεως δραχ. δ΄. στύρακος δραχ. δ΄. γλυκεῖ ἀναλάμβανε
9. καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γ΄.
10. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον.

11. Εἰς κατάῤῥουν καὶ βῆχα δόκιμον.
12. Λαβὼν ὀπίου
13. δραχ. β΄. καστορίου δραχ. α΄. ποίει ὀροβιαῖα καὶ δίδου εἰς κοίτην
14. πρὸς δύναμιν.

15. Ἄλλο ᾧπερ ἐχρήσατο ὁ σοφώτατος Ἀλέξανδρος.
16.
17. Πυρέθρου δραχ. β΄. κόστου δραχ. α΄. κόψας καὶ σήσας ἐν δὲ
18. τῇ χρήσει κέλευε ἅπτεσθαι τῶν μυκτήρων καὶ στέλλε εὐθύς.

19. Πρὸς τοὺς ἐκ κατάῤῥου τὴν ἀρτηρίαν ῥευματισθέντας
1. καὶ βήσσοντας.Λαβὼν στύρακος δραχ. η΄. καστορίου δραχ. δ΄.
2. ζιγγιβέρεως δραχ. δ΄. χαλβάνης δραχ. δ΄. ἑνώσας ποίει ὀροβιαῖα
3. καὶ πάρεχε εἰς νύκτα β΄. ἢ γ΄. καὶ μὴ ἐπιπινέτω ὁ πίνων
4. παραχρῆμα καὶ ὠφεληθήσεται.

5. Πάσμα κρανίου παύων ῥεῦμα αὐτοῦ.
6. Λαβὼν ὑπερικοῦ,
7. σχοίνου ἄνθους, ἴρεως, ξυλοβαλσάμου γο. α΄. κόψας
8. καὶ σήσας χρῶ ἐπιπαύων τῷ κρανίῳ.

9. Πάσμα κρανίου ἀναξηραντικόν.
10. Λαβὼν κόστου φύλλων
11. μαλαβάθρου, κηκίδων, ναρδοστάχυος, ἴρεως, νάρδου Κελτικῆς,
12. ῥόδων ξηρῶν, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον.

13. Ἄλλο πάσμα.
14. Λαβὼν ἐρείκης καρποῦ, κηκίδων, σχοίνου
15. ἄνθους, σαμψύχου, κόστου, ἴρεως, ξυλοβαλσάμου, ἀνὰ γο.
16. α΄. κόψας καὶ σήσας ἐπίπασον τὴν κεφαλήν.

17. Ἀποφλεγματισμὸς χειμερινός.
18. Λαβὼν ὑσσώπου δραχ. δ΄.
19. ὀριγάνου δραχ. δ΄. γλήχωνος δραχ. β΄. καλαμίνθης δραχ. α΄. σταφίδος
20. ἀγρίας δραχ. α΄. πυρέθρου δραχ. β΄. πρασίου δραχ. α΄. σινήπεως 
1. δραχ. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστην α΄. ἑνώσας
2. ἕψει ἕως οὗ ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε.

3. Ἀποφλεγματισμὸς ἐαρινός.
4. Λαβὼν ὑσσώπου γο. δ΄.
5. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ἑψήματος
6. ξέστην α΄. ὄξους ξέστας τρεῖς.

7. Ἀποφλεγματισμὸς θερινὸς καὶ φθινοπωρινός.
8.
9. Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄.
10. καλαμίνθης γο. α΄. ναρδοστάχυος γο. α΄. καρυοφύλλου γο. α΄.
11. κινναμώμου γο. γ΄. πρασίου γο. δ΄. ἴρεως γο. γ΄. κυπέρου γο.
12. β΄. πυρέθρου γο. α΄. ἑψήματος ξέστην μίαν, ὄξους ξέστην α΄.
13. ἕψει ἕως ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε.

14. Εἰς κατάῤῥουν.
15. Λαβὼν ὀριγάνου δεσμίδια β΄. γλήχωνος
16. δεσμίδιον α΄. μετὰ ὄξους βαλὼν εἰς χύτραν καθαρὰν
17. καὶ ἰσχάδας στ΄. καὶ σταφίδας ὡσεὶ ιβ΄. ἕως ἀποτριτωθῇ
18. καὶ σακκέλισον καὶ βάλλε εἰς ποτήριον καὶ λαβὼν ἀναγαργάριζε.

19. Πρὸς τοὺς ἐν τῷ θώρακι χυμούς.
20. Κνίδης τὰ φύλλα
21. συνεψηθέντα πτισάνῃ δίδου, λύει δὲ καὶ ἐμπνευματώσεις καὶ
22. ἀνάγει τὰ ἐν τῷ θώρακι.


Πρὸς βῆχα καὶ δύσπνοιαν ἐν στομάχῳ καὶ ἀναγωγὰς
αἵματος.
Λαβὼν σπόγγον λευκὸν καὶ κενὸν καὶ καύσας
2. καὶ λειοτριβήσας μῖξον τὴν σποδιὰν σὺν μέλιτι καὶ πεπέρει
3. τῷ ἀρκοῦντι, καὶ ποιήσας ὡς ἔκλειγμα λάμβανε ὀψὲ μετὰ
4. τὸν δεῖπνον, ὅσον αἴροις τοῖς τρισὶ δακτύλοις.

5. Πρὸς συνάγχην.
6. Χολὴν βοὸς ἄῤῥενος χρῖε τὸν τράχηλον.

7. Πρὸς βῆχα ξηραντικόν.
8. Τῆλιν ἑψήσας ἕως ὅτου
9. ἀποτριτωθῇ καὶ τὸ ζεμμάτιον λαβέτω πρωῒ μετὰ μέλιτος.

10. Τροχίσκος βηχικὸς τοῖς τὸν θώρακα ῥευματιζομένοις.
11.
12. Γλήχωνος, ὑσσώπου, πεπέρεως, καρδάμου ἀνὰ γο. α΄. μέλιτι
13. ἀναλαβὼν ποίει τροχίσκους ἀνὰ δραχ. α΄. καὶ χρῶ.

14. Περὶ παρισθμιῶν.
15. Ἰτέας φύλλα καὶ καρπὸν ἑψήσας
16. ὕδατι ἐπιπολὺ δίδου ἀναγαργαρίζεσθαι. τοῦτο ἀποσπᾷ τὰ
17. παχέα τῶν δερμάτων μάλιστα καὶ εἰς συναγχικοὺς ποιεῖ.
18. ἄλλο. μυρσίνην καὶ φακὴν ἑψήσας δίδου ἀναγαργαρίζεσθαι.

Πρὸς συνάγχην.
1. Αἰγεία κόπρος σὺν μέλιτι ἀναγαργαριζέσθω,
2. ἢ πηγάνου χυλὸν ἀνοίξας τὸ στόμα ἐπίκλυζε
3. τὸν φάρυγγα.

4. Πρὸς κατάῤῥοιαν.
5. Ὕσσωπον ἑψήσας μετὰ σύκων
6. καὶ μέλιτος καὶ πηγάνου μετὰ ὕδατος δὸς ἀναγαργαρίζεσθαι.

7. Εἰς καλλιφωνίαν.
8. Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ
9. καὶ ποθεῖσα φωνὴν λαμπρύνει.

10. Πρὸς ἀποκοπὰς φωνῆς.
11. Στύρακα λειώσας μετὰ
12. ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθου καὶ δίδου τρία καὶ
13. εὐθέως λαλήσει.

14. Πρὸς φλεγμονὴν ἐρυσιπέλατος.
15. Ἀγχούσης φύλλα
16. σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ ἀνδράχνης φύλλα σὺν ἀλφίτοις
17. καταπλασσόμενα, ἢ κράμβης φύλλα καταπλασσόμενα, ἢ
18. καλάμου φύλλα χλωρὰ λέανον καὶ κατάπλασον· ἢ βάτου
19. φύλλα καταπλασσόμενα, ἢ ῥάμνου καὶ ῥόδων φύλλα καταπλασσόμενα.

20. Πρὸς ἕλμινθας.
21. Πολυποδίου ῥίζα μιγνυμένη μετὰ
22. ἑψήματος καὶ ἐσθιομένη, ἢ ῥαφάνου σπέρμα σὺν ὕδατι πινόμενον,
1. ἢ σκορόδου τρωγόμενον, ἢ πτελέας ῥίζα σὺν μελικράτῳ
2. πινομένη, ἢ συκαμίνου ῥίζης ὁ φλοιὸς σὺν ὕδατι
3. ἑψηθεὶς καὶ ποθεὶς, ἢ μελάνθιον πινόμενον καὶ
4. καταπλασσόμενον, ἢ κράμβης σπέρμα σὺν ὕδατι πινόμενον,
5. ἢ ἡδυόσμου χυλὸς πινόμενος, ἢ κάρδαμος μετὰ ἡδυόσμου πινόμενος.

6. Ἰδία πεῖρα.
7. Καννάβεως σπέρμα ξηρὸν κόψας καὶ
8. σήσας, ὕδατι μίξας καὶ χυλῶδες ποιήσας καὶ ῥάκει καθαρῷ
9. ἀποπιάσας δὸς πιεῖν· ἢ βόλβιτον ξηρὸν καύσας καὶ ποιήσας
10. ξηρίον ἐξ αὐτοῦ δὸς πιεῖν δραχ. α΄. μετ᾿ οἴνου.

11. Πρὸς ἕλμινθας πλατείας καὶ ἀσκαρίδας.
12. Λαβὼν
13. νίτρου, καρδάμου, πεπέρεως ἀνὰ γο. α΄. ποιήσας ξηρίον δίδου
14. κοχλιάριον α΄. μετ᾿ οἴνου.

15. Εἰς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.
16.
17. Κάγχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον
18. μετὰ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας.

19. Ἄλλο πρὸς πυρετὸν δόκιμον.
20. Ἔλαιον κινναμομέλαιον,
1. χαμαιμήλινον, ὄξος, νίτρον ἅμα φύλλοις δάφνης καλῶς συνεψήσας
2. χρῖε τὸν κάμνοντα καὶ σκεπάσας ἐπιεικῶς αὐτίκα ἱδρώσει.

3. Σύγχρισμα πυρέσσουσιν.
4. Λαβὼν βουτύρου μέτρα δύο,
5. μέλιτος μέτρον α΄. μίξας καὶ χλιάνας χρῶ. ἄλλο. λαβὼν
6. θρίδακος φύλλων χυλοῦ μέτρον α΄. ἐλαίου κοινοῦ μέτρα β΄.
7. μίξας καὶ ἀνασκέψας ἐπιμελῶς σύγχρισον ὅλον τὸ σῶμα.
8. δόκιμον γάρ ἐστιν. ἄλλο. λαβὼν ἀρτεμισίας χυλοῦ μέτρον α΄.
9. ῥοδίνου μέτρα β΄. μίξας χρῶ.

10. Πρὸς πόνον ἡμικρανίον.
11. Στρύχνου χυλὸς μετ᾿ ἐλαίου
12. συγχριόμενος πάνυ ὠφελεῖ. ἄλλο. σινήπεως σπέρμα μετὰ
13. μέλιτος κατάπλασον. ἄλλο. πηγάνου ἡμέρου σὺν ὄξει καὶ
14. ῥοδίνῳ ἑψηθέντος καταχριομένου.

15. Πρὸς κυνοδήκτους.
16. Κνίδης σπέρμα καταπλασσόμενον,
17. ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ
18. μελισσόφυλλον σὺν οἴνῳ πινόμενον καὶ τοῖς δήγμασιν ἐπιτιθέμενον,
19. ἢ σκόροδα καταπλασσόμενα καὶ ὀπτὰ ἐσθιόμενα
20. καὶ πινόμενα. 

Πρὸς τοὺς φοβουμένους τοὺς κύνας.
1. Ῥοδοδάφνης
2. ῥίζαν περίαψον τὸν τράχηλον καὶ ἀπαλλαγήσεται. ἐὰν δὲ
3. θέῃς πειρᾶσαι, ὅταν κύων μανῇ, ἐπίθες περὶ αὐτὸν καὶ
4. εὐθέως ἀφίσταται τῆς μανίας.

5. Πρὸς λυσσοδήκτους.
6. Λυσσοδήκτων τοῖς τραύμασι
7. κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω.
8. καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ καὶ τὸ ἀφέψημα
9. αὐτῆς πινόμενον, ἑφθὴ δὲ κράμβη προτρωγομένη
10. φθισικοὺς θεραπεύει καὶ τὰς περὶ τὴν ἀρτηρίαν διαθέσεις
11. ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς
12. τοῦτο ὑπεκτήκει.

13. Πρὸς συνάγχην καὶ πόνον τραχήλου.
14. Λεύκη ξηρὰ
15. μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου
16. σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενα
17. σὺν μέλιτι χλιαρῷ ἀναγαργάριζε, ἢ κυνείαν λευκὴν
18. λεάνας μετὰ ὄξους ἐπίχριε εἰς τὸν τράχηλον.

19. Πρὸς δυσωδίας μυκτήρων.
20. Κισσοῦ τῶν φύλλων ὁ
21. χυλὸς χλιαρὸς ἐγχυματιζόμενος τοῖς ῥώθωσιν, ἢ καλαμίνθης
1. χυλὸς ὁμοίως χλιαρὸς ἐγχεόμενος, ἢ σμύρνα λειωθεῖσα σὺν
2. γάλακτι γυναικείῳ καὶ ἐγχεομένη.

3. Πρὸς αἱμοῤῥοΐαν μυκτήρων.
4. Ἀκακίαν σὺν ὄξει λειώσας
5. ἔγχεε τοῖς ῥώθωσιν. ἄλλο. λαβὼν ὄξος σὺν
6. ἅλατι βάλλε ἐν χύτρᾳ ἢ ἐν τρυβλίῳ καὶ βαλὼν ἔρια ἔμβρεχε
7. ἐν αὐτῇ καὶ χλιάνας αὐτὰ ὅσον ἔχει δέχεσθαι ἐπίθες
8. εἰς τὴν κεφαλὴν καὶ συντόμως κέλευε σκεπάζεσθαι πλείστοις σκεπάσμασι.

9. Καθάρσιον ῥινῶν.
10. Θύμον καὶ ὀρίγανον ἀναλαβὼν
11. μέλιτι ποίει τροχίσκους καὶ δίδου διαμασᾶσθαι.

12. Πρὸς πλευριτικούς.
13. Βδέλλιον σὺν οἴνῳ πινόμενον
14. ὁμοίως καὶ ὕδατι, ἢ καρπὸς βαλσάμου σὺν ὕδατι πινόμενος,
15. ἢ σὺν μέλιτι ἐκλειχόμενος, ἢ ἀριστολοχίας ῥίζα σὺν ὕδατι
16. πινομένη, ἢ πήγανον σὺν μελικράτῳ πινόμενον.

17. Πρὸς ὀξὺν πυρετόν.
18. Πέπονος ἡμέρου ὁ χυλὸς συγχριόμενος,
19. ἢ κολοκύνθης ξυσμάτων ὁ χυλὸς συγχριόμενος καὶ
20. ῥόδα μετ᾿ ἐλαίου, ἢ ἀρνόγλωσσον καταπλασσόμενον.

Πρόγνωσις ἐπὶ πυρεσσόντων.
1. Ῥόδινον ἀλείψας κατάπλασον,
2. σελινόκοκκον τριπτὸν καὶ ἐπίθες εἰς τὴν καρδίαν
3. αὐτοῦ στυππεῖον ὡς τροχὸν καὶ ἐπίχεε τὸν κρόκκον
4. τοῦ ὠοῦ καὶ σκέπασον αὐτὸν νεφελίᾳ, καὶ ἐὰν γένηται σκορπισμὸς
5. τοῦ ὠοῦ, γίνωσκε θάνατον. τοῦτο λέγεται αὐτὴ ἡ
6. ψυχὴ ποιεῖν.

7. Πρὸς τραῦμα παρακολλᾷν.
8. Ἀγρώστεως ῥίζα λεῖα
9. καταπλασσομένη ὡς ξηρίον, ἢ σιδηρίτιδος βοτάνης τὰ
10. φύλλα ἐπιπλασσόμενα.

11. Θεραπεία ὠταλγίας.
12. Ἀμυγδαλέλαιον ἐνσταζόμενον
13. εἰς τὸ οὖς, ἢ καρέλαιον ἐνσταζόμενον, ἢ δαφνέλαιον, ἢ
14. βαλσαμέλαιον, ἢ δρακοντίου βοτάνης τοῦ καρποῦ ὁ χυλὸς
15. μετ᾿ ἐλαίου ἐγχεόμενος, ἢ περδικιάδος ὁ χυλὸς μετ᾿ ἐλαίου
16. ῥοδίνου χλιαρὸς ἐνσταζόμενος, ἢ πήγανον χλωρὸν σὺν ἐλαίῳ
17. ἑψηθὲν καὶ χλιαρὸν ἐνσταζόμενον, ἢ σμύρνα καὶ μέλι χλιαρῶς
18. ἐνσταζόμενα, ἢ πήγανον μετὰ γυναικείου γάλακτος ἀῤῥενοτόκου
19. περιχλιάνας ἔνσταξον, ἢ σκόροδον χυλώσας ἔνσταξον
20. εἰς τὸ οὖς, ἢ πράσον χυλώσας χλιαρὸν ἢ ἕψημα χλιαρὸν,
1. ἢ πράσου χυλὸν σὺν μέλιτι μίξας ἔνσταξον, ἢ βαλὼν ἔλαιον
2. εἰς τὸ στόμα εἰς τὸ ὠτίων ἔμπτυε, ἢ κολοκύνθης χυλὸν
3. μετὰ ῥοδίνου ἔνσταξον.

4. Πρὸς ψώρας καὶ κνησμούς.
5. Πτελέας φύλλα ξηρὰ
6. λειωθέντα καὶ ἐπιπλασσόμενα ἐν βαλανείῳ, ἢ θεῖον ἄπυρον
7. καὶ σταφυλὴ ἀγρία καὶ ἀρσενικὸν καὶ σανδαράχη σὺν ἐλαίῳ
8. καὶ ὄξει ἐπιχριόμενα ἐν βαλανείῳ. ἄλλο. σμύρναν μετὰ γάλακτος
9. γυναικείου ἐπίχριε, ἢ γλυκυῤῥίζης χυλὸν μετὰ γλυκέος
10. δὸς πιεῖν, ἢ ὠὰ ὄρνιθος ὁλόκληρα βάλλε εἰς ὄξος δριμύτατον
11. ἡμερονύκτιον καὶ ἐμβαλὼν αὐτὰ, τριῶν δηλονότι ὄντων
12. τῶν ὠῶν, τρῖβε αὐτὰ μετὰ τῶν ὀστράκων ἐν τῷ αὐτῷ ὄξει
13. καὶ θεῖον ἄπυρον γο. α΄. καὶ ἀρσενικὸν σχιστὸν γο. α΄. σταφίδα
14. ἀγρίαν γο. α΄. ψιμύθιον γο. α΄. λιθάργυρον γο. α΄.
15. ῥοδοδάφνης χυλὸν γο. α΄. ἔλαιον παλαιὸν τὸ ἀρκοῦν, λειοτριβήσας
16. χρῖε ἐν βαλανείῳ.

17. Κατάπλασμα στομαχικοῖς.
18. Καλαμίνθης φύλλα χλωρὰ
19. σὺν κριθίνῳ ἀλεύρῳ κατάπλασον.


Πρὸς ἀπεψίαν καὶ ἐμπνευματώσεις στομάχου. ὅστις
γὰρ λάβοι ταύτην παρ᾿ αὐτὰ πεινάσει.
Πεπέρεως λευκοῦ
2. δραχ. στ΄. ἀνίσου δραχ. ιβ΄. λιβυστικοῦ δραχ. στ΄. ἄμμεως, πετροσελίνου,
3. μαράθρου ἀνὰ δραχ. στ΄. ταῦτα κόψας καὶ σήσας ἀναλάμβανε
4. μέλιτι ἑφθῷ καὶ δίδου δραχ. α΄.

5. Πρὸς καυσούμενον στόμαχον καὶ μὴ κατέχοντα τὴν
τροφήν.

6. Θρίδακος χυλὸν μετὰ γλυκέος δὸς πιεῖν καὶ οὐκ
7. ἔτι ἐμέσει.

8. Πρὸς πόνον στομάχου.
9. Ἄνθρακα δρυὸς εἰς γάλα
10. σβέσας πότιζον τῷ πάσχοντι.

11. Πρὸς ὀξυσμὸν στομάχου.
12. Χαμαίδρυον μετὰ οἴνου
13. πινόμενον παύει ὀξυσμόν.

14. Πρὸς ἐμπνευμάτωσιν στομάχου.
15. Πεπέρεως, δαφνίδων,
16. κυμίνου, ἀνίσου ἴσα κόψας καὶ σείσας δίδου νήστει μετὰ
17. εὐκράτου κοχλιάριον α΄. ἐπὶ ἡμέρας τρεῖς, ἢ ἄνισον νηστικὸς μασοῦ.

18. Πρὸς ὀφθαλμοὺς ῥευματιζομένους.
19. Μαράθρου χυλὸς
20. ἐπὶ ἡμέρας τρεῖς ἐπιτιθέμενος, ἢ λίβανον σὺν μέλιτι καὶ 
1. γάλακτι ἐπιχριόμενον, ἢ κενταυρίου χυλὸς σὺν μέλιτι ἐπιχριόμενος,
2. ἢ πενταδακτύλου φύλλα σὺν μέλιτι ἐπιτιθέμενα.

3. Πρὸς ἀχλὺν ὀφθαλμῶν.
4. Κολοκύνθης ξυσμάτων ὁ
5. χυλὸς ἐπιπλασσόμενος.

6. Πρὸς λεύκωμα.
7. Ὑοσκυάμου φύλλα μετὰ ἀλφίτου
8. καταπλασσόμενα, ἢ ξυλοβάλσαμον σὺν γυναικείῳ γάλακτι
9. ἐπιχριόμενα, ἢ πήγανον χλωρὸν καταπλασσόμενον, ἢ ψύλλιον
10. σὺν γάλακτι γυναικείῳ ἐπιχριόμενον, ἢ καλάμων χλωρῶν
11. τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος.

12. Πρὸς ὀφθαλμῶν ἀπόκρουσμα περίδνωμα.
13. Λαβὼν
14. φύλλα ἐλαίας, κόψον καὶ ἐκπιάσας τὸν χυλὸν ἐπίχριε καὶ θαυμάσεις.

15. Πρὸς ῥεῦμα κατάπλασμα.
16. Ἀνδράχνην λείωσον μετὰ
17. κρόκου καὶ στέατος χηνείου, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων·
18. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ
19. ἀμύλου τοὺς ὀφθαλμοὺς κατάπλασον.

20. Πρὸς ὀδονταλγίαν.
21. Μελάνθιον σὺν ὄξει διακλυζόμενον,
22. ἢ κηκίδες σὺν ὀμφακίνῳ διακλυζόμεναι, ἢ πλατάνου
1. σφαιρία σὺν ὄξει ἑψηθέντα καὶ διακλυζόμενα, ἢ πενταφύλλου
2. ῥίζα σὺν ὄξει διακλυζομένη, ἢ πευκεδάνου ῥίζα λεία
3. καυθεῖσα ἐπιπλασσομένη, ἢ σίδια καὶ ῥόδα ἑψήσας τὸ ἀφέψημα διακλυζόμενον.

4. Πρὸς ὀδόντων τραῦμα.
5. Λαβὼν νίτρον, σηπέας ὄστρακον,
6. σμύρναν, ἀνὰ γο. α΄. λειώσας χρῶ.

7. Ξηρίον πρὸς ὀδόντας, πλαδαρὸν στόμα καὶ αἱμῶδες
σμῆξαι καὶ οὖλα σαρκῶσαι καὶ ὀδόντας λευκᾶναι.
Λαβὼν
9. νίτρου κεκαυμένου γο. α΄. σμύρνης τρογλιτίδος γο. α΄. σηπέας
10. ὀστράκου γο. α΄. ῥόδων ξηρῶν γο. δ΄. κόψας καὶ σήσας
11. χρῶ. πρόσβαλλε δὲ καὶ ἴρεως γο. α΄. τούτῳ χρώμενος θαυμάσεις.

12. Πρὸς πόνον πλευροῦ.
13. Κράμβης χλωρᾶς καυλοὺς
14. σὺν ταῖς ῥίζαις κατακαύσας ἀναλάμβανε στέατι χοιρείῳ καὶ
15. χρῶ· θαυμάσιον τὸ βοήθημα. ἢ σελίνου σπέρμα ἀποτριτώσας
16. πότιζον, πάνυ γὰρ ὠφελεῖ.

17. Πρὸς ἐσωχάδας.
18. Ἀμάραντον ἀποβρέξας ὀψὲ καὶ
19. πρωῒ πότιζον.

Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν.
1. Σελίνου, σινήπεως
2. δαφνίδων κατὰ λόγον κοπανήσας, εἶτα ἐξελὼν φλοῦν
3. καρύας, νέας, κόψον μικρὰ καὶ βαλὼν ἐν ὄλμῳ, κόψον ἰσχυρῶς
4. καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας γ΄. καὶ
5. ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως
6. γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τοῦ σπληνὸς ἀπὸ
7. πρωῒ ἕως ὥρας η΄. προῤῥήξας τὴν γαστέρα καὶ θαυμάσεις.

8. Ἄλλο σπληνικὸν διὰ πείρας.
9. Φλοῦν συκέας ἐκδείρας
10. χλωρὰν νέου δένδρου τάραξον σὺν σποδιᾷ θερμαίνων.

11. Πρὸς τριταῖον.
12. Μέλι μετὰ σκαμμωνίας πινόμενον
13. ἅπαξ ἰᾶται.

14. Περὶ τεταρταίου.
15. Πέπερι τετριμμένον, δαφνόκοκκα
16. καὶ κύμινον καὶ μαστίχην καὶ σμύρναν καὶ λίβανον καθαρὸν
17. κοπανήσας καθ᾿ ἓν ἕκαστον καὶ ἕνωσον αὐτὰ καὶ βάλλε μέλι
18. καλὸν τὸ ἀρκοῦν καὶ ἐπίθες ἕως ἡμέρας τέσσαρας.

19. Πρὸς αἷμα ῥέον ἐκ μυκτήρων.
20. Ὠοῦ φλοῦν ἀκέραιον
1. καύσας καὶ ποιήσας στακτὴν μῖξον σὺν σχιστῷ ἀρσενικῷ
2. καὶ βάλλε εἰς τὰς ῥῖνας τοῦ πάσχοντος· εἰ δὲ οὐκ ἔστιν ἀρσενικὸν,
3. ἔστω ἡ στακτὴ μόνη τοῦ ὠοῦ. ἄλλο. τρίχας αἰγὸς
4. θηλείας καύσας καὶ τρίψας, ὁμοίως καὶ σμύρναν τρίψας
5. καὶ μίξας τὰ ἀμφότερα ἐμφύσησον εἰς τὰς ῥῖνας, εἰ μὲν
6. ἀνδρὸς εἴη μετὰ χάρτου, εἰ δὲ γυναικὸς εἴη, μετὰ ἄλλου
7. τινός. οἶον δὲ μέρος ἐκβάλει τὸ αἷμα, τὸ βυζὶν δῆσον.

8. Πρὸς βιασμοὺς καὶ αἱμοῤῥοίας.
9. Κηκίδας ἀλέσας καὶ
10. ῥοιᾶς φλοιὸν, τοὺς δὲ κόκκους κοπανήσας καὶ μίξας ἐλαίῳ
11. σχιστῷ καὶ μέλιτι καὶ φυράσας, δὸς πρωῒ καὶ ὀψὲ ὡς κηκίδων μέλιτος.

12. Πρὸς κοιλίας στρόφους καὶ ἐμπνευματώσεις.
13. Λαβὼν
14. πηγάνου, πεπέρεως, ζιγγιβέρεως, ἵσα λειώσας μεθ᾿ ὕδατος
15. θερμοῦ δίδου, ἢ ἀρτεμισίαν κόψας καὶ σήσας δίδου, ἢ νίτρον
16. καύσας καὶ λειώσας ἐγχυμάτισον.

17. Εἰς τὸ μὴ νοσεῖν βόας.
18. Ἐλάφου κέρας θὲς ἐπάνω
19. πανίου καὶ ἐπάνω ἅψον κανδήλαν καὶ μὴ ἐπιλάθου τὴν
1. ἡμέραν καὶ κατὰ χρόνον ἐπικαλοῦ τὸν ἅγιον Δημούσαριν καὶ
2. Ἄρσον, φυλάξοντας τὰ κτήνη καὶ τὸν βίον σοῦ.

3. Εἰς τὸ μὴ νοσεῖν χοίρους.
4. Ῥάσδου ῥίζαν κοπανήσας
5. βάλλε εἰς τὸ πλύμμα αὐτῶν.

6. Εἰς τὸ ποιῆσαι σαρκόκολλαν.
7. Τρίψας σκώληκας ἐκ
8. γῆς, μετὰ τὸ φρύξαι ἐπίπασον.

9. Θεραπεία πληγῶν.
10. Σμύρναν καὶ ἀλόην τρίψας ἐπίπασον,
11. ἢ ῥητίνην πεύκης, ἢ καὶ μαστίχην καὶ κισσοῦ δάκρυον
12. ποιήσας ἔμπλαστρον ἐπίθες, ἢ τράγειον ἀξούγγιον
13. ἄλειφε τὴν πληγὴν καὶ κέρας αἰγὸς μελαίνης ἐπίπασον. ἄλλο.
14. κόστον στάχυν, κιννάμωμον, ζιγγίβερ, κύμινον ἐξ ἴσου τρίψας
15. καὶ πίσσῃ φυράσας ἐπίθες, ἢ ὄψιν ἄρτου ξηρὰν τρίψας
16. καὶ σὺν οἴνῳ καὶ ἐλαίῳ φυράσας ἐπίθες ἐπὶ ἡμέρας καθ᾿
17. ἑκάστην ἀλλάσσων.

18. Εἰς ψώραν ἵππου.
19. Σχίσας ὄφιν καὶ λαβὼν τὸ
20. στέαρ αὐτοῦ ἄλειψον μετὰ ξύλου τὸ στεφάνιον τῶν ὀνύχων αὐτοῦ.

21. Εἰς τὸ κοιμηθῆναι τὸν ἀγρυπνοῦντα.
22. Γράψον εἰς 
1. φύλλα δάφνης τὰ στοιχεῖα ταῦτα καὶ θὲς ὑποκάτω τῶν σωγιῶν
2. αὐτοῦ μὴ νοοῦντος τοῦ ἀνακειμένου. ξστ΄. χστστ΄. φθ΄.

3. Εἰς τὸ μὴ φαντάζεσθαι ἄνθρωπον τὴν νύκτα.
4. Πηγάνου
5. σπέρμα κρέμασον εἰς τὸ προσκεφάλαιον αὐτοῦ μὴ
6. νοοῦντος καὶ οὐ φαντάζεται.

7. Πρὸς θώρακα.
8. Ὠῷ ἀρσενικὸν μίξας σχιστὸν
9. καὶ πέπερι, κριθάλευρον καὶ δαφνόκοκκα καὶ κωνάρια
10. καὶ δίδου. ἄλλο. σκόροδος κοκκία ζ΄. ἀρσενικοῦ σχιστοῦ καὶ
11. πεπέρεως ἀνὰ κοκκία ιγ΄. βάμβικα, κωνάριον, κηρὸν ὀλίγον
12. μίξας μετὰ κρόκου ὠοῦ λάβε συχνόν.

13. Πρὸς ὀδόντας βεβρωμένους.
14. Ἀρσενικὸν, πέπερι, τυρὸν,
15. ἄσβεστον ζῶσαν ζυμώσας μετ᾿ ὄξους πρόπλασον.

16. Ἐργαλεῖον νεφριτικόν.
17. Γλήχωνος, ὀριγάνου, σαμψύχου,
18. ἑρπύλλου, χαμαιμήλου, ἀψινθίον, κενταυρίου, δάφνης
19. φύλλων, συκῆς ἀγρίας, πέπονος ὁμοῦ ἑψήσας μέλιτι σὺν
20. ὕδατι, προανακόψας μέλιτι σὺν ἐλαίῳ καὶ ἅλατι ἐπίβαλλε
21. ἐκ τοῦ ἀποζέματος τὸ ἀρκοῦν.

Ἐργαλεῖον ἰσχιαδικόν.
1. Σικύου ἀγρίου ῥίζας, δάφνης
2. φύλλα, πηγάνου φύλλα, ἀψινθίου, πεντανεύρου, χαμαίδρυος,
3. πρασίου, καλαμίνθης, γλήχωνος, ὀριγάνου, θύμου, θρίθακος,
4. εὐφορβίου, ἀνήθου, πυρέθρου, σταφίδος ἀγρίας· ταῦτα πάντα
5. ἑψήσας ἐν ὕδατι καὶ μίξας μετὰ μέλιτος, ἐλαίου καὶ ἅλατος
6. δίδου εἰς ἐργαλεῖον.

7. Εἰς τὸ λευκᾶναι ὀδόντας σαθροὺς καὶ μέλανας.
8. Λαβὼν
9. ἅλατος λείου μέρος α΄. ῥόπου μέρος α΄. σηπίας ὀστράκου
10. μέρος α΄. λειώσας ὁμοῦ ἀνάτριβε, προδιακλύσας ὄξει καθαρῷ.

11. Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν· τοῦτο τὸ
σμῆγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν ἀδικηθῆναι
ποτέ.
Λαβὼν μαστίχης γο. α΄. σμύρνης γο. α΄.
13. σαρκοκόλλης γο. α΄. λιβάνου γο. α΄. λαδάνου γο. α΄. νίτρου
14. γο. α΄. ψιμυθίου γο. α΄. κιμωλίας γο. α΄. στύρακος γο. α΄.
15. ῥόδων γο. α΄. σάπωνος σάγκου λίτρ. α΄. μέλιτος λίτρ. α΄.
16. θέρμων πικρῶν ἀπόζεμα τὸ ἀρκοῦν, ἑνώσας ἀντὶ σάπωνος
17. ἐν λουτρῷ.

Τροχίσκος ὁ διὰ σπερμάτων εἰς βηχικούς.
1. Λαβὼν
2. ἀνίσου πικροῦ γο. α΄. μαράθρου σπέρμα, ὑοσκυάμου σπέρμα,
3. ἄμμεως ἀνὰ δραχ. α΄. σελίνου σπέρμα δραχ. γ΄. ὀπίου δραχ. α΄.
4. λειοτρίβει ἕκαστον καὶ παράχεε ὕδωρ χλιαρὸν μέχρις ἂν γένηται
5. γλοιῶδες καὶ ποίει τροχίσκους, κυάμου τὸ μέγεθος ἡ
6. δόσις α΄. ὠφελεῖ γὰρ τοῖς βήσσουσιν.

7. Ἡπατικὰ ἐκλελεγμένα διὰ πείρας.
8. Κηκίδας ἑψήσας
9. κατὰ λόγον τὸν ζωμὸν δὸς πιεῖν μετὰ κωδείας, ἐν βαλανείῳ
10. σκεπαζόμενος καὶ πίπτων ἐπὶ τὸ πάσχον μέρος· ἢ
11. κισσοῦ ῥίζαν ἑψήσας μετὰ οἴνου δὸς πιεῖν. ἄλλο. δάφνης
12. κόκκους ζ΄. πεπέρεως κόκκους κ΄. λειώσας μετὰ οἴνου δίδου
13. πιεῖν. ἄλλο. ἀλόης δραχ. δ΄. ἀσάρου, κόστου, εὐπατορίου, ἡδυσάρου,
14. μελιλώτου, μαστίχης, κρόκου, ὠκίμου σπέρμα ἀνὰ
15. δραχ. β΄. κόψας καὶ σήσας δίδου μετὰ εὐκράτου.

16. Ἄλλο εἰς ἧπαρ ἐνεργὲς καὶ εὐστόμαχον.
17. Δαφνίδων,
18. κινναμώμου καλοῦ, καρυοφύλλου, ἀλόης, ἡδυσάρου, κόστου
19. ἀνὰ δραχ. α΄. κόψας καὶ μέλιτι ἑνώσας μετὰ οἴνου παλαιοῦ
1. πότισον. ἄλλο. ἀκόρου δραχ. α΄. λινοσπέρμου δραχ. α΄. ζιγγιβέρεως
2. δραχ. α΄. ἀνίσου δραχ. δ΄. πηγάνου φύλλων τῶν ἁπαλῶν δραχ.
3. α΄. σὺν μελικράτῳ δίδου. ἄλλο. ἀρτόμελι κατάπλαττε θερμὸν
4. ὡς ἔμπλαστρον, ἢ ἀψινθίου κοχλιάριον α΄. μίξας
5. σὺν εὐκράτῳ μέλιτι, δὸς πιεῖν καὶ ἀναπαυθήτω ἐπάνω τοῦ ἥπατος.

6. Πρὸς γλῶσσαν ῥευματιζομένην.
7. Φύλλα κυνάρων τρίψας
8. μετὰ μέλιτος, ἄλειφε τὴν γλῶσσαν, ἢ φλεβοτόμησον τὴν
9. φλέβα τοῦ μέρους, οὗ ῥέῃ, καὶ ὠφεληθήσεται.

10. Πρὸς ξηρότητα στόματος.
11. Σῦκα ἑψήσας ἐν ἑψήματι
12. φοινίκων πτερῷ διάχριε καὶ διακρατείτω.

13. Πρὸς χείλη ῥηγνύμενα.
14. Λινόσπερμα κοπανήσας μετὰ
15. μέλιτος ἐπίθες.

16. Πρὸς τοὺς λιποτριχοῦντας τὸ γένειον, οὓς καλοῦσι
σπανοπώγωνας.
Πεπέρεως, εὐφορβίου, πυρέθρου ἀνὰ γο. α΄.
18. καλάμων φύλλων ἁπαλῶν χυλὸν, μυοχόδου, ἐλαίου ἐξ ἀποκαύματος
19. λειώσας πρόστριβε καὶ συνεχῶς ἐπιξύρα.

Ἐμετικὸν ὃ παρείληφα ὡς μύστρον.
1. Ἀφρόνιτρον
2. λευκὸν βάλλε εἰς χλιαρὸν ὕδωρ, ἕως οὗ λυθῇ, καὶ βραχύ τι
3. ἐλαίου ἐπίβαλλε καὶ παράσχου πιεῖν.

4. Σταλτικὰ ἐμέτων.
5. Ἡδύοσμον κόψας καὶ σήσας καὶ
6. μίξας ἐλαίῳ ῥοδίνῳ χρῖε τὰς ῥῖνας καὶ τὸ στῆθος. ἄλλο.
7. φοίνικας Θηβαϊκὰς καὶ ἡδυόσμου κλῶνας ἑψήσας μεθ᾿ ὕδατος
8. ὡσεὶ ποτηρίων β΄. μέχρι γλοιώδους συστάσεως, τὸ
9. ἥμισυ πότισον. ἄλλο. φοινίκων βαλάνων λειῶν τὸ αὔταρκες
10. κατ᾿ ὀλίγον παράσταξον οἴνου μυρτίνου καὶ ἀναλαβὼν δίδου
11. μετ᾿ οἰνομέλιτος καὶ ὕδατος κοτύλης μιᾶς.

12. Πρὸς τοὺς ἐμοῦντας αἷμα.
13. Σχοίνου ἄνθος ἑψήσας
14. μεθ᾿ ὕδατος πότισον.

15. Ἐμετικὰ φλέγματος.
16. Ἡδύοσμον χλωρὸν, ἢ ξηρὸν
17. μετὰ εὐκράτου πινέτω. πρὸς δὲ τὸ ἀλύπως σαμψύχου φύλλα
18. δὸς πιεῖν καὶ ῥαφάνου σπέρμα δὸς φαγεῖν. ἐμέσει δὲ πλῆθος φλέγματος.

19. Σύνθεσις κοκκίων καθαρτικῶν κενούντων φλέγμα.
20. 
1. Λαβὼν ἀλόης γο. στ΄. μαστίχης γο. β΄. ἀψινθίου χυλοῦ γο. β΄.
2. κολοκυνθίδος γο. δ΄. ἡ δόσις κοκκία κθ΄.

3. Πρὸς καρδιακούς.
4. Φακὴν σὺν σπατητοῖς φοίνιξι
5. καὶ οἴνῳ Μενδησίῳ πότισον ἑψητόν.

6. Πρὸς δὲ τοὺς ὀδυνωμένους τὴν καρδίαν.
7. Πολύγονον
8. λειώσας εὖ μάλα, ἢ μῆλα, ἢ κυδώνια σὺν ὄξει ἑψηθέντα
9. καὶ λειωθέντα μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν κατάπλασσε,
10. ἢ ἀνδράχνην μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν, ἢ μυρσινίνης ἐπίθες.

11. Ἕτερον θαυμάσιον διὰ πείρας.
12. Λινοσπέρμου κοτύλας
13. δ΄. ὕδατος κοτύλας ζ΄. ἑψήσας χρῶ, τοῦτο δὲ τὸ φάρμακον
14. ποιεῖ ὑγείαν. οὐδὲν γὰρ ὁ ἀσθενὴς ἐπὶ τὸ χεῖρον
15. ἀπελθὸν, ἀλλὰ ἐπὶ τὸ κρεῖττον.

16. Τροχίσκος δυπνοϊκοῖς καὶ τοῖς βήσσουσι πολλοῦ χρόνου
εἰς κάπνισμα.

17. Καρδάμου γο. α΄. σινήπεως γο. α΄.
18. ἀβροτόνου γο. α΄. πηγάνου ἀγρίου γο. α΄. σανδαράχης γο. α΄.
19. λειώσας ὕδατι ποίει τροχίσκους καὶ χρῶ σπουδαίως.

20. Πρὸς δύσπνοιαν καὶ αἵματος ἀναγωγάς.
21. Θύμον
1. μετὰ πεπέρεως κόψας καὶ λειώσας μέλιτι ποίει ἔκλειγμα
2. καὶ χρῶ σπουδαίως. πάνυ γὰρ καλόν ἐστι. ἄλλο.
3. πράσων κεφαλὰς μέλιτι συνεψήσας δίδου νήστει ἐσθίειν, ἢ
4. πηγάνου ξηροῦ γο. δ΄. ἡδυόσμου ξηροῦ γο. δ΄. λῦσον μετὰ
5. μέλιτος καὶ λάμβανε κεράτια β΄. εἰς κοίτην μετὰ εὐκράτου·
6. ὠφελεῖ δὲ δυσπνοϊκοὺς καὶ πιστάκια ἐσθιόμενα.

7. Πρὸς αἱμοπτοϊκούς.
8. Λαβὼν συμφύτου δραχ. δ΄. μαστίχης
9. κιῤῥᾶς δραχ. δ΄. λημνίας σφραγῖδος δραχ. β΄. βαλαυστίων δραχ. β΄·
10. κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν σὺν ὀξυμέλιτι πίνειν.

11. Ἄλλο διὰ πείρας.
12. Λαβὼν λημνίας σφραγῖδος γο. α΄.
13. γῆς ἀστέρος γο. β΄. κοραλλίου γο. β΄. δίδου μετὰ ὀξυμέλιτος
14. ἀκράτου κοτύλην α΄. πρωῒ καὶ ἑσπέρας τοῦτο χρῶ. ἄλλο.
15. ἀκακίας κιῤῥᾶς, ἀμύλου ἰατρικοῦ ἴσα λειώσας δίδου πιεῖν
16. μετὰ εὐκράτου κοχλιάρια ε΄.

17. Ληξοπύρετον τοῖς ἐκ πυρετοῦ καυσουμένοις.
18. Λαβὼν
19. ἀειζώου καὶ ἀνίσου φύλλα ε΄. ἢ ζ΄. ἀπόζεσον ἐλαίῳ ῥοδίνῳ
20. καὶ χρῖε ἀπὸ κεφαλῆς ἕως πέλματος καὶ θαυμάσεις· ἢ πυρέθρου
1. ῥίζαν λεάνας σὺν ἐλαίῳ σύγχρισον. τοῦτο γὰρ ἱδρῶτας
2. κινεῖ καὶ τὰ χρόνια ῥίγη παύει καὶ τὰ κατεψυγμένα
3. μέρη τοῦ σώματος, ἢ παρειμένα ἰᾶται. ἄλλο. δαφνίδας καὶ
4. θύμον ἐν οἴνῳ τὰ ἀμφότερα λειώσας ἐπίχρισον καὶ περίβαλλε
5. ἱματίοις καὶ ἱδρώσει.

6. Πρὸς ἰσχὺν αἰδοίων καὶ χρονίας διαθέσεις.
7. Λαβὼν
8. καλαμίνθην καὶ κόψας καὶ σήσας ἐπίβαλλε ἐν τρυβλίῳ καὶ
9. ἀναλαβὼν μέλιτι ἕψει ἕως δίκην καταπλάσματος καὶ ἐπιπλάσας
10. λεπτῇ ὀθόνῃ ἐπίθες φασκιῶν, πεπείραται γὰρ παρὰ πολλοῖς.

11. Ἄλλο πρὸς ἰσχὺν αἰδοίων καὶ νεφρῶν· μὴ γοῦν τινὰ
θεραπεύσεις πρὸ τοῦ τὸν μισθὸν ἆραι, πεπείραται γὰρ
παρὰ πολλοῖς.
Ζιγγιβέρεως δραχ. δ΄. βράθυος δραχ. α΄. πεπέρεως
13. λευκοῦ δραχ. α΄. δίδου μετ᾿ οἰνομέλιτος. ἄλλο. πίσσης
14. ξηρᾶς, τηλεφίου, κολοφωνίας, μαστίχης, ὑέλου λευκοῦ ἴσα
15. λείου καὶ ποίει ξηρίον καὶ προλούσας ἔτι θερμῶς ἔχοντος
16. τοῦ χρωμένου ἐπιχρίσας ὑγρᾷ πίσσῃ, ἐπίπασον τὸ ξηρίον
17. καὶ ἄνωθεν ἐπίθες καὶ δέσμει καλῶς.

Εἰς τὸ σκορπίσαι τὰ ἐν τοῖς γόνασι ῥεύματα.
1. Ἀγριοσύκην
2. κοπανήσας ἐκ τοῦ χυλοῦ τριβέσθω ἢ τῆς ῥίζης
3. τὸν χυλὸν ἀνατριβέσθω ἐν βαλανείῳ. καὶ ἅλας καὶ περιστερᾶς
4. κόπρον λειώσας μετ᾿ ἐλαίου ἐπίχριε.

5. Κατάπλασμα πρὸς πόνον ποδῶν ἀπὸ προσκρούσματος
ἢ ἀπὸ καταπτώσεως, ἢ ἄλλης τινὸς δριμείας ὀδύνης.
Ἅλατος
7. ὀπτοῦ, ὀριγάνου, σποδὸν κληματίδων ἴσα λεκίθους ὠῶν β΄.
8. ἢ γ΄. σὺν οἴνῳ μίξας κατάπλασον.

9. Πρὸς λεπριῶντας ὄνυχας θειότατον βοήθημα.
10. Ὄνυξιν
11. ἀποσπασθεῖσιν ἀπὸ προπτώματος καὶ εἰς παρωνυχίαν ὄχαρ
12. λειώσας καὶ ξηρίον ποιήσας ἐπίπασον. ὄνυχας δὲ λεπρώδεις
13. καθαρίσεις, εἰ θεῖον ἄπυρον καὶ κρόκον ὠοῦ ἴσα μίξας
14. μετ᾿ ὄξους καὶ ἐπιθήσεις.

15. Πρὸς πυρίκαυστα.
16. Λιθαργύρου γο. β΄. κρόκου γο.
17. β΄. ὠῶν ὀπτῶν λεκίθους γο. δ΄. ῥοδίνου τὸ ἀρκοῦν. ἄλλο.
18. ὀθόνιον καύσας τὴν σποδιὰν ῥοδίνῳ μίξας καὶ κηρῷ καὶ
19. ἀγχούσῃ ἑνώσας χρῶ.

20. Πρὸς αἱμοῤῥοίας ἐκ παντὸς φερομένας.
21. Σώρεως,
1. χαλκάνθου, στυπτηρίας, χαλκίτεως, μίσυος, γύψουκόμμεως,
2. ἀνὰ δραχ. η΄. λειώσας χρῶ. πάνυ γὰρ καλόν ἐστι καὶ
3. πεπείραται ἄλλο. χαλκίτεως δραχ. στ΄. ῥητίνης φρυκτῆς δραχ. δ΄.
4. μάννης δραχ. β΄. ξηρῷ χρῶ.

5. Πρὸς λειχῆνας δόκιμον.
6. Λιβάνου ἄῤῥενος, ζιγγιβέρεως,
7. ἀλόης, θείου ἀπύρου, ἀνὰ δραχ. β΄. ὄξει ἀναλαβὼν χρῖε
8. πτερῷ, προτρίψας ῥάκει ἐξ ἐρίου. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος,
9. ἀλκυονίου, θείου ἀπύρου ἴσα λειώσας χρῶ.

10. Εἰς τὸ λευκᾶναι πρόσωπον.
11. Ἀλκυονίου κεκαυμένου
12. καὶ λειωθέντος σὺν μέλιτι καὶ ἀλεύρῳ μίξας σμήχου. ἄλλο.
13. λυσσομούμουδον λειώσας μετ᾿ ὄξους χρῖε ἐν ἡλίῳ, ἢ ἄνθος
14. κεράμων λειοτριβήσας μετ᾿ ὄξους, εἶτα τρίψας τὸν τόπον
15. ῥάκει, ἕως ἐρυθρὸν γένηται, χρῖε ἐν ἡλίῳ.

16. Εἰς τὸ καθᾶραι πρόσωπον.
17. Βούτυρον σαπωνίῳ
18. μίξας κατάχριε.

19. Πρὸς πόνον μήτρας τῶν ἀγίων ἀναργύρων.
20. Λαβὼν
21. ἄσαρον μετὰ γλήχωνος δὸς πιεῖν. 

Παξαμάδων καθαρτικά.
1. Λαβὼν σκαμμωνίας δραχ. β΄.
2. ἢ τρία, μαστίχης δραχ. γ΄. σελίνου σπέρμα δραχ. β΄. πολυποδίου
3. δραχ. δ΄. κινναμώμου δραχ. α΄. ζύμης καθαρᾶς λίτραν μίαν, τὰ
4. ξηρία ἐπίβαλλε καὶ μάλασσε ἐπιμελῶς.

5. Εἰς τὸ ἀποκτεῖναι κώνωπας.
6. Μελάνθιον καὶ χάλκανθον θυμίασον.

7. Εἰς τὸ διῶξαι ὄφεις.
8. Χαλβάνην καὶ κέρας ἐλάφου
9. καὶ ὄνυχας αἰγὸς καὶ ῥίζαν κρίνου θυμίασον· ἐπὶ δὲ τοῦ
10. δήγματος τοῦ ὄφεως ἅλας καὶ πράσον κατάπλασον.

11. Εἰς τὸ διῶξαι ψύλλας.
12. Σικύου ἀγρίου φύλλα ζέσας
13. ῥαῖνε εἰς τὴν οἰκίαν.

14. Πρὸς δυσουρίαν κτηνῶν.
15. Ὄστρεα κολυμβάδων ἐλαιῶν
16. θλάσας περιϊστάμενος κάπνιζε ἐπὶ ἡμέρας ε΄.

17. Πρὸς πληγὴν καλάμου.
18. Καλάμου ῥίζαν παύσας τὴν
19. τέφραν ἐπίθες.

20. Πρὸς ἐπιληπτικοὺς πάνυ καλόν.
21. Ὀρτύγων ἐγκέφαλον
22. μετὰ μυρσίνου μύρου λειώσας ἀπόθου ἐν ἀγγείῳ κασσιτερινῷ,
1. καὶ ὅταν ἴδῃς πεσόντα ἀπὸ τῆς ἐπιληψίας, περίχριε
2. τὸ πρόσωπον, καὶ θαυμάσεις τὴν ἐνέργειαν τοῦ φυσικοῦ
3. τούτου βοηθήματος· καὶ γὰρ ἀναστήσεται ὁ νοσῶν παραυτίκα.

4. Πρὸς ἀνορεκτοῦντας.
5. Σμύρναν, λίβανον, ἀμμωνιακὸν,
6. μαστίχην μετὰ λευκοῦ ὠοῦ λειώσας ἐπὶ πλείστην
7. ὥραν περίχριε τὸ στῆθος καὶ τὰ σπλάγχνα καὶ ἐπίθες στυππεῖα.

8. Περὶ βδελλῶν.
9. Τοὺς βδέλλας καταπιόντας χρὴ στῆσαι
10. πρὸς τὸν ἥλιον καὶ κατανοῆσαι ἐν ποίῳ τόπῳ κρέμανται
11. καὶ ἐπιστάξαι αὐταῖς γάρος καὶ εὐθέως ἀφίστανται τοῦ
12. τόπου καὶ ἀποπτύονται· ἢ ὄξος καὶ βούτυρον μίξας καὶ
13. πυρώσας σίδηρον καὶ σβέσας ἐν αὐτοῖς δὸς πιεῖν καὶ βάλλει
14. τὰς βδέλλας, ἢ βάλλε τὸν καταπιόντα τὴν βδέλλαν εἰς
15. θερμὸν ὕδωρ ἕως τοῦ πώγωνος καὶ γεμώσας φιάλην ὕδατος
16. ψυχροῦ στόματι πρόσαγε ταῖς χερσὶν αὐτοῦ, μὴ δὸς δὲ
17. πιεῖν καὶ εὐθέως ἡ βδέλλα ἐξελεύσεται. ἄλλο. βδέλλας καταποθείσας
18. ἀνάγει ὄξος θερμὸν καταῤῥοφούμενον, ἢ ὀπὸς συριακὸς
19. καταῤῥοφούμενος, ἢ κόριδες ὑποθυμιώμεναι.

Περὶ μελισσῶν δήγματος.
1. Χυλὸς μαλάχης τοὺς ὑπὸ
2. μελισσῶν πληγέντας ἀπόνους ποιεῖ.

3. Πρὸς ὀφίτην.
4. Κέρας αἴγειον καύσας καὶ μετὰ
5. ὄξους λειώσας κατάπλασον, ἢ καπνέαν φούρνου μετὰ
6. μέλιτος κατάχριε, ἢ καλάμου ῥίζας καὶ ἐρεβίνθην καὶ φαιρία
7. κυπαρίσσου καὶ κέρας ἐλάφου, κεκαυμένα τὰ πάντα λειώσας
8. καὶ κενώσας πότισον σὺν ὄξει καὶ πράσῳ.

9. Πρὸς τὰς ἀπὸ φλεβοτόμου γινομένας φλεγμονὰς καὶ
σκληρίας τῶν βραχιόνων καὶ πυρακτώσεις καὶ θρομβώσεις.

11. Ζύμην σιτίνην μετὰ ἀξουγγίου μαλάξας ἐπιμελῶς χρῶ, δόκιμον
12. γάρ ἐστι.

13. Πρὸς ὑδρωπικούς.
14. Λαβὼν βόλβιτον, ἐὰν ἀνὴρ
15. πάσχῃ, ἄῤῥενος· εἰ δὲ θήλεια, θηλείας καὶ βαλὼν εἰς χύτραν
16. καινὴν καὶ πωμάσας περίπλασον πηλὸν τῷ πόματι,
17. ὥστε μὴ διαπνεῖν, εἶτα λαβὼν τὴν χύτραν θὲς ἐπὶ τέφραν
18. ἀσβέστου ἐπὶ ἡμέρας ζ΄. περὶ δὲ τὴν ὀγδόην ἀνοίξας ἔξελε
19. τὸν βόλβιτον καὶ ποιήσας ξηρίον ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ,
20. ἐπὶ δὲ τῆς χρείας δίδου κοχλιάρια γ΄. μετ᾿ οἴνου ἐπὶ ἡμέρας
1. ζ΄. δέον δὲ τὸν οἶνον εἶναι ἀπεζεσμένον ἐν πηγάνῳ. τοῦτο
2. τὸ πόμα ποιεῖ καὶ ἐὰν ὦσιν ὄγκοι καὶ οἰδήματα, ξηραίνει
3. καὶ κενοῖ διὰ τῶν οὔρων· ὁ δὲ πάσχων μὴ πινέτω δι᾿ ὅλης
4. τῆς ἡμέρας, εἰ μὴ τρία μόνον· δόκιμον γάρ ἐστι.

5. Πρὸς τὸ μισῆσαι τὸν οἶνον, τοῦ μὴ μεθύσαι.
6. Ἐγχέλυς
7. ἰχθὺς πνιχθεὶς ἐν οἴνῳ καὶ δοθεὶς ὁ οἶνος εἰς πόμα
8. μῖσος οἴνου ποιεῖ. ὁμοίως καὶ σταφυλὴ ἀπεζεσμένη. ἀμέθυσος
9. διατηρηθῆναι εἰ θέλεις καὶ ἄνοσος, φύλλα πηγάνου
10. ἔσθιε· παύει δὲ καὶ κεφαλαλγίαν τὴν ἐξ οἴνου. ὁμοίως καὶ
11. ἡ ἄκορος ἐσθιομένη καὶ ἡ Θηβαία. ἀμέθυσος διατηρεῖται ὁ
12. προφαγὼν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ζ΄. ἢ θ΄. ἢ ια΄.
13. ἀμέθυστος διατηρεῖται ὁ πνεύμονα προβάτου νήστης ἐσθίων
14. ἑφθὸν, ὅσα γὰρ πίῃ, οὐ μεθύσει.

15. Εἰς τὸ μεθύειν ἐξ ἑνὸς ποτηρίου.
16. Κληματίδων ἀμπέλων
17. χλωρῶν ἢ ξηρῶν μικρὸν καύσας ἀπόσβεσον ἐν τῇ
18. φιάλῃ ἔνθα ἐστὶν ὁ οἶνος, καὶ εὐθέως μεθύσει.

19. Πρὸς φακοὺς ἐν προσώπῳ.
20. Δαφνίδων τὸ ἐντὸς λειώσας
1. μετὰ μέλιτος ἐπίχριε, ἢ στρόβιλον μέλιτι συνεψήσας
2. ἐπίχριε τοὺς ὀφθαλμούς.

3. Πρὸς τὰς ἐκπιπτούσας ἕδρας τῶν βρεφῶν.
4. Τὸ τῶν
5. χαλκέων ὕδωρ, εἰς ὃ τὸν σίδηρον ἀποσβεννύουσι, θερμάνας
6. πρόκλυζε. εἶτα οὕτως κοχλίαν καύσας καὶ ποιήσας ξηρίον ἐπίπασον.

7. Πρὸς οὖλα παιδὸς καὶ ὀδόντας φυομένους.
8. Ῥόδων
9. ἄνθη λεάνας μετὰ μέλιτος ἔγχριε, ἢ ἐγκέφαλον προβάτου
10. μετὰ μέλιτος ἔγχριε, ἢ βούτυρον μετὰ μέλιτος.

11. Εἰς τὸ πλεονάσαι γάλα.
12. Σήσαμος λειωθεὶς μετὰ
13. γλυκέος καὶ πινόμενος, ἢ πτισάνη ἑφθὴ σὺν μαράθρῳ
14. ῥοφουμένη, ἢ κάρδαμον μετὰ κράμβης πινόμενον.

15. Πρὸς τὰ ἀπὸ χειμῶνος ἀποκαύματα.
16. Ἅλμην κατάντλα
17. καὶ φακὴν ἑφθὴν καὶ ψίχια καὶ ῥόδινον λειώσας κατάπλαττε.

18. Πρὸς ὑδροκήλην.
19. Μολίβδιν ἑψήσας μετὰ θείου καὶ
20. ὄξους ὀλίγου καὶ ἐλαίου περίχριε τὸν τόπον. ἄλλο. κάρυα
21. παλαιὰ σεσηπότα λειώσας ἔμβαλλε εἰς τρυβλίον καὶ χρῖε. 
1. ἄλλο. ὄξος πότιζε καὶ ἐλάφου κέρας καύσας κατάπλασον, ἢ
2. λιθάργυρον καὶ ὄξος καὶ ἔλαιον μίξας χρῖε εἰς ἤλιον.

3. Πρὸς τραῦμα ἀνιάτως ἔχον ἐν οἵῳ δήποτε μέρει τοῦ
σώματος.
Βούγλωσσον βοτάνην ἀνάσπασον καὶ κόψας τὰς
5. ῥίζας πλῦνον καλῶς καὶ ὁλμοκοπήσας πρόσπλεξον χοίρειον
6. ἀξούγγιον καὶ μαλάξας καλῶς ἐπίθες τῷ τραύματι.

7. Πρὸς ἔμετον.
8. Σελίνων ῥίζας ε΄. μαράθρου
9. ῥίζας τρυφερὰς δ΄. ἀνίσου δραχ. α΄. ὄξος καὶ μέλι καὶ κρόκος
10. ἀληθινὸς, ἑψείσθωσαν πάντα χωρὶς τοῦ κρόκου καὶ μετὰ
11. τὴν ἕψησιν ἐμβληθήτω ὁ κρόκος καὶ δοθήτω ἥμισυ φιάλης.

12. Πρὸς ἄφθας.
13. Ἐλαῖαι μαῦραι διαμασώμεναι, ἢ
14. ἀγριοσταφίδες ἐν ὄξει ἑψηθεῖσαι καὶ διακλυζόμεναι.

15. Πρὸς ἀσφαλακίας.
16. Πλῦνον αὐτὰς πρῶτον μετ᾿ οἰνομέλιτος,
17. εἶθ᾿ οὕτως ἔμβαλλε χολὴν βοείαν καὶ λαγωοῦ ἀφόδευμα,
18. ἢ τὸ διὰ σάπωνος, ἢ πηγάνου χυλὸν ἔνσταξον εἰς
19. τὰς ὀπὰς, ἢ ἀριστολοχίαν τρίψας γέμισον ἐν αὐταῖς τὰς
20. τρυπὰς μετ᾿ ὄξους.

Περὶ πηγάνου.
1. Τὸ πήγανον πρῶτον μὲν ἐσθιόμενον
2. καὶ πινόμενον ὀξυδορκίαν ποιεῖ καὶ συνουσίας ἀποστρέφει,
3. πόνον δὲ κεφαλῆς ἰᾶται, εἴ τις τοῖς ἁπαλοῖς τῆς κεφαλῆς τὰ
4. ὀστᾶ ἐμφράσσει. ἑνωθεὶς δὲ χυλὸς τοῦ πηγάνου μετὰ χυλοῦ
5. μαράθρου καὶ μέλιτος καὶ καταχριόμενος ἀμβλυωπίας ἰᾶται·
6. τὸ αὐτὸ ποιεῖ καὶ ὁ χυλὸς τοῦ καρποῦ τῆς ῥάμνου μετ᾿
7. οἰνομέλιτος χριόμενος, καὶ ἡδύοσμον μετ᾿ ἀλφίτου καταπλασθὲν
8. ἰᾶται ἀποστήματα.

9. Πρὸς τὸ στῆσαι αἷμα.
10. Βερονίκην μέλιτος ἀκάπνου
11. πληρώσας δὸς φαγεῖν· καὶ κράμβης σπέρμα καὶ βασιλικοῦ
12. σπέρμα τρίψας ἀνὰ κόκων στ΄. μετὰ οἴνου δὸς πιεῖν γυναικὶ
13. ὑπὸ πολλοῦ αἵματος πασχούσῃ.

14. Προγνωστικὸν ἀῤῥώστου.
15. Ἰτέας ἁπλᾶ φύλλα κόψας
16. ἐπίχριε. καὶ ἐὰν ῥόδινον γένηται, ζῇ· εἰ δὲ χλωρὸν, τελευτᾷ.

17. Πρὸς τὸ μὴ δύνασθαι συνουσιάζειν.
18. Τὸ εὔζωμον
19. οἱ ἱερεῖς ἐσθίουσι καὶ τὸ πήγανον καὶ τὸ ἄγνον· τὸ οὖν
20. σπέρμα τοῦ εὐζώμου σὺν μέλιτι, νήστει καὶ σὺν τήλει χριόμενον
21. οὐκ ἐᾷ ὀρθοῦσθαι.

Πρὸς πόνον ὀφθαλμῶν.
1. Κρόκον συντρίψας καὶ ἀναζυμώσας
2. μετὰ ῥοδοστάγματος ἐπάλειφε.

3. Πρὸς πόνον κεφαλῆς ἀνθρώπου.
4. Ἐὰν γένηται τὰ
5. σημεῖα ταῦτα, σκοτισμὸς ὀφθαλμῶν καὶ πόνος αὐτῆς τῆς
6. κεφαλῆς, ὤτων ἦχος καὶ ῥινῶν ἔμφραξις καὶ ὀφθαλμοὶ δακρύουσι
7. τῷ πρωῒ, τινὲς δὲ καὶ ἀμβλυωποῦσιν· ὅτε ταῦτα
8. γίγνονται, τὴν κεφαλὴν καθάρισον τρόπῳ τοιῷδε, λαβὼν
9. ὀρίγανον καὶ ὕσσωπον καὶ ἄλας τὰς ῥῖνας ἀνάτριψον καὶ
10. οὐκέτι ἀλγήσει κεφαλή· εἰ δ᾿ ἀμελὴς γένοιο, παρέπονται αἱ
11. νόσοι αὗται, ἀμβλυωπία, ὤτων ἦχος, τριχῶν ἔκρυσις καὶ
12. πόνος ὀδόντων.

13. Περὶ στήθους ἀνθρώπου.
14. Ἡνίκα ἐπὶ τὸ στῆθος
15. μέλλει πάθος γενέσθαι, τὸ πρῶτον φαίνεται ἐν αὐτῷ ὑγρότητα
16. ἔχειν καὶ εἰς τὰς πλευρὰς ὠμοὺς χυμοὺς, ἔκκαυσιν καὶ
17. δίψαν ἔχων, καὶ ἡ γλῶσσα αὐτοῦ τραχεῖα, ἀφρὸν ἔχουσα,
18. καθ᾿ ἑκάστην ὥραν πτύων, ἔξεστι δ᾿ αὐτὸν μετὰ τὸ δειπνῆσαι
19. ἐμέσαι, εἴτε τῷ πρωῒ ξεράσαι, προλαμβάνων λεπτοῤῥίζα
20. ῥαφάνου, εἴτε σίνηπι χλωρὸν, ἢ εὔζωμον, ἢ κάρδαμον μετὰ
1. χλιαροῦ ὕδατος καὶ ἐμέσας εὐθέως σωθήσεται· εἰ δ᾿ ἀμελήσῃ,
2. γίνεται αὐτῷ δύσπνοια καὶ πλευροῦ πόνοι καὶ πυρετοὶ
3. ὀξεῖς καὶ πάντοτε ἄϋπνος γίνεται.

4. Περὶ κοιλίας.
5. Ὁπόταν δὲ περὶ τὴν κοιλίαν μέλλῃ
6. πάθος τι συνίστασθαι, τὸ πρῶτον γίνονται αὐτῷ στρόφοι
7. καὶ πόνοι περὶ αὐτὴν τὴν κοιλίαν καὶ στένωσις γαστρὸς
8. καὶ ἀνάδοσις καὶ ταράσσονται ἐν αὐτῷ τὰ σιτία καὶ
9. τὰ ποτὰ πικρὰ φαίνονται καὶ βάρος ἐπὶ τῶν γονάτων καὶ
10. ἐπὶ τὰς ψόας καὶ τοὺς νεφροὺς πόνοι καὶ πυρέσσει πάντοτε·
11. τούτου οὖν οὕτως γινομένου, δεῖ τοῖς ἁπλοῖς φαρμάκοις
12. καθαίρειν. λαβὼν κνίκον, κόψας καὶ διαλύσας ὕδατι θερμῷ
13. δίδου πίνειν· ἢ κράμβης ἢ σεύτλου χυλὸν μετὰ μέλιτος
14. γλυκάνας πρόσβαλλε καὶ ἅλας ὀλίγον καὶ δὸς πιεῖν καὶ θαυμάσεις.
15. εἰ δ᾿ ἀμελὴς γένηται, ἐπέρχεται, αὐτῷ δυσεντερία καὶ
16. τεινεσμοὶ καὶ ἀρμοπονίαι.

17. Πρὸς βαρυηκοΐαν καὶ ἦχον ὤτων.
18. Ἀφρὸν νίτρου
19. εἰς ὄξος ἐμβαλὼν ἐπίσταξον ῥοδέλαιον καὶ οἶνον καὶ ἄλειφε
1. τὰ ὀπίσθια τῆς κεφαλῆς. ἄλλο. ἐλλεβόρου μέλανος ῥίζαν
2. ἔμβαλλε εἰς τὸ οὖς καὶ ὑγιαίνει. δόκιμον γάρ ἐστι.

3. Πρὸς τὸ φυλαχθῆναι ἄμπελον.
4. Κενταυρίου τὸ ἀπόζεμα
5. ῥαινόμενον τοῖς κλήμασι. τοῦτο καὶ κύνας καὶ ἀλώπεκας
6. καὶ πετεινὰ τοῦ οὐρανοῦ ἀποδιώκει.

7. Περὶ ὑστερικῶν πνίγων.
8. Ὀστοῦν ἐλάφου ὃ ἔχει ἐν
9. τῇ καρδίᾳ αὐτοῦ, λαβὼν τρῖψον καὶ πότισον τὴν γυναῖκα
10. καὶ ὄψει τὴν δόξαν τοῦ θεοῦ.

11. Πρὸς ἕλμινθας θαυμαστόν.
12. Μελάνθιον τρίψας μετὰ
13. γάρους δὸς πιεῖν.

14. Εἰς τὸ γνῶναι ἐκ τοῦ ἀνδρὸς καὶ γυναικὸς ὁποῖός
ἐστιν ἄπαις.
Φακὴν ἀπόρεξον εἰς τῶν ἀμφοτέρων τὸ
16. οὖρον χωρὶς καὶ ὁποῖον φύσει, ἐκεῖνός ἐστιν ὁ ποιῶν παῖδα,
17. καὶ τὸ μὴ φύων ἄπαις.

18. Πρὸς ῥῖγος.
19. Γράψον εἰς μῆλα τρία ἢ πεπώπουλα
20. οὕτως, φησὸν, σαὸς δράος δάνονος δανάβιος, καὶ
21. δίδου τρώγειν.

22. Κατασκευὴ γάρους Ἰωάχου τοῦ μαρτυροπολίτου.
23. Λαβὼν 
1. ψωμίον ἄζυμον ἀνάρτυτον, σεσημμένον λίτρ. α΄. μελάνθιον
2. τζιαρίκην α΄. ἡμίκλου συγκεκομμένον ἡδύοσμον,
3. καλαμίνθην, βουνίσην ἄνυδρον, ἀνὰ ἡμίλιτρον· πήγανον
4. τράμια μ΄. ἀγριοθύμβρον τράμια μ΄. μάραθρον τράμια μ΄.
5. ἄνισον τράμια λ΄. ναναχουὰν τράμια μ΄. σταφίδας, μαύρας
6. λιπαρὰς ἡμίλιτρον· φοινίκια καθαρὰ τζιαρίκην α΄. μέλι ἀληθινὸν,
7. ἱλαροῦ μελισίου ἡμίλιτρον, σάκχαρ κάντιον τζιαρίκην
8. α΄. ῥόδα ξηρὰ ἢ ῥοδόσταγμα τράμια ρ΄. ταῦτα δεῖ τίθεσθαι
9. ἐν πίθῳ μετὰ ὕδατος καὶ τίθεσθαι ἐν ἡλίῳ ἡμέρας μ΄. σὺν
10. αὐτοῖς δὲ δεῖ βάλλειν ἐν ὀθονίῳ καθαρῷ ξυλαλόην τράμια ε΄.
11. στάχυν τράμια ζ΄. καρυόφυλλα τράμια β΄. κρόκον τράμια γ΄.
12. μαστίχην τράμια ι΄. λίβανον τράμια ι΄. τρουτζίον φλοιὸν
13. τράμια ιε΄. μόσχου τράμιον α΄. ἄμβαρ τάγκια β΄. βάλλε ὁμοῦ
14. ὅλα ἐν τῇ ὀθόνῃ καὶ θὲς μέσον τοῦ χυλοῦ ἐν τῷ πίθῳ καὶ
15. τὰς μ΄. ἡμέρας καθ᾿ ἑκάστην τρῖβε καὶ ἀποπιάνειν κρεμάμενον
16. δηλονότι ἐν τῷ πίθῳ μέσον τοῦ χυλοῦ καὶ μετὰ μ΄.
17. συνάγειν τὸ ὕδωρ τὸ ἐπάνω τοῦ χυλοῦ καὶ τιθεῖν εἰς ἕτερον
18. ἀγγεῖον· τῷ δὲ χυλῷ τιθεῖν ἕτερον ὕδωρ ἡλιαζόμενα ἀμφότερα.
1. μετὰ δὲ τὸ συναχθῆναι τὸν ζωμὸν ὅλον εἰς ἕτερον ἀγγεῖον,
2. βαλὼν ἐν κακκαβίῳ γανωτῷ ἢ ἐν χύτρᾳ, καὶ ἀποτριτώσας,
3. κυδώνια ὥριμα πληροῖς, τὴν δὲ ὀθόνην μηδέποτε
4. ἄρῃς ἐκ μέσου τοῦ γάρους καὶ λάβῃς γάρος ἄριστον καὶ
5. ὠφέλιμον ἐν πᾶσιν ἀνθρώποις.

6. Περὶ κεφαλαλγίας Βαρλαμὰ μοναχοῦ.
7. Ἄλευρον κυάμινον
8. λεῖον χειροπληθὲς καὶ μαστίχης ὁμοίως ὀλίγον σὺν
9. κυμίνῳ ὀλιγοστῷ· δεῖ ἑνῶσαι μετὰ τοῦ ζωμοῦ τῶν κυδωνίων
10. μήλων καὶ ποιῆσαι ἔμπλαστρον καὶ ἐπιθεῖναι
11. τῷ μετώπῳ ἀπὸ μήνιγγος.

12. Περὶ δυσουρίας.
13. Μύρον χριστὸν βάλλε εἰς τὸν οὐρητῆρα
14. καὶ εὐθέως οὐρήσει· ἢ μέλι καὶ ἀγριοκάνναβον ἑνώσας
15. ποίησον ὑπόθεμα καὶ θὲς ὑπὸ τὸν ἀφεδρῶνα, ἢ μόσχον
16. θὲς ἐν τῷ οὐρητῆρι.

17. Πρὸς αἷμα ἐκ ῥινῶν.
18. Καννάβου φύλλα ξηράνας καὶ
19. τρίψας ἐμφύσα εἰς τὸν ῥόθωνα, ἢ πάνην λινὸν καύσας
20. μετ᾿ ὄξους δριμέος ἐμφύσα εἰς τὰς ῥῖνας.

Περὶ ὑστέρας γυναικός.
1. Ὄψον ψωμίου καὶ ἀμανητάριον
2. ἀληθινὸν καὶ καρδὶδ, καύσας μετὰ οἴνου παλαιοῦ
3. δὸς πιεῖν.

4. Περὶ τοῦ μὴ ἀπολλύειν τὸ δένδρον τὸν καρπόν.
5.
6. Κρίνου ῥίζαν κρέμασον εἰς τὸ δένδρον καὶ στήκει ὁ καρπὸς
7. αὐτοῦ καὶ μὴ πίπτει.

8. Πρὸς τραῦμα γλυκύ.
9. Καρδίαν μετὰ τοῦ φλοιοῦ καὶ
10. κέρας ἐλάφου καύσας μετὰ ἐλαίου ἄλειφε.

11. Πρὸς στόμαχον.
12. Πήγανον καὶ θύμβραν μετὰ ὠοῦ
13. καὶ κύμινον καὶ ἡδυόσμου τὰς ῥίζας δὸς πιεῖν.

14. Πρὸς λειχῆνας.
15. Πέπερι τρίψας μετὰ γυναικείου
16. γάλακτος ἐπάλειφε καὶ ἰᾶται.

17. Πρὸς πόνον ὀδόντων.
18. Λεπίδια ὠῶν καὶ σηπίαν
19. καὶ ἔλαιον μίξας ἀποτρίτωσον καὶ χλιάνας βάλλε εἰς τὸν τόπον.

20. Πρὸς ἕλμινθας.
21. Κέρας ἐλάφου ῥηνίσας μετὰ οἴνου
22. παλαιοῦ δὸς πιεῖν ἀπὸ λουτροῦ.

Πρὸς δυσουρίαν.
1. Κορίανδρον καὶ ἡδύοσμον καὶ
2. ὕδωρ μετὰ μέλιτος ἀποτριτώσας δός.

3. Πρὸς τραῦμα γλυκύ.
4. Ἀφόδευμα χοίρου μετ᾿ ἐλαίου
5. καὶ ὄξους δριμέος μίξας καὶ τὸν τόπον ἐκδείρας μετὰ τρίχινον
6. πάνην ἐπάλειφε.

7. Πρὸς πόνον πλευροῦ.
8. Παλιουρέας ῥίζαν μετὰ οἴνου
9. ἀποτρίτωσον καὶ δὸς πιεῖν ἀπὸ λουτροῦ.

10. Πρὸς ἧπαρ καὶ στόμαχον.
11. Ἀλόην καὶ στάχυν ἀνὰ
12. μιλιαρίου ἑνὸς μίξας μετὰ οἴνου ἀπὸ λουτροῦ πότισον καὶ ἰᾶται.

13. Πρὸς ὕπνον.
14. Αἰγὸς κοπρίαν μετὰ χαμαιδρύος πηλὸν
15. ποιήσας ἄλειφε τὸ πρόσωπον.

16. Πρὸς βῆχα.
17. Ῥαφάνου σπόρον καὶ μάραθρον μετὰ
18. μέλιτος δὸς πιεῖν.

19. Πρὸς καρδιόπονον.
20. Πήγανον καὶ λινόσπερμα καὶ
21. μάραθρον κατὰ τὴν καρδίαν θές.

22. Πρὸς ἕλμινθας.
23. Λυπινάρια καὶ δαφνόκοκκα καὶ
24. χολὴν ταύρου μίξας ἐπίθες εἰς τὸν ὀμφαλόν.

Περὶ αἱμοῤῥοούσης.
1. Χελώνης καύκαλον ὑποκάπνισον.

2. Πρὸς καύστραν.
3. Ὠὰ ὀπτὰ, τοὺς κρόκους καύσας
4. εἰς τηγάνην καὶ ἀποπλάσας ἄλειφε.

5. Περὶ κνησμονῆς.
6. Γάρος καὶ θεῖον ἄπυρον
7. καὶ ἔλαιον ἄλειφε καὶ θαυμάσεις.

8. Πρὸς ἴκτερον.
9. Χρυσολαχάνου σπόρον καὶ μέλι καὶ
10. κρόκον ταράξας εἰς τὸ κραββάτιον χρῖε καὶ ὠφελεῖ.

11. Περὶ σκωλήκων.
12. Χαμαιλέοντος τὴν ῥίζαν βάλλε καὶ
13. κνίδης τὰς κορυφὰς λειώσας ἐπίβαλλε.

14. Περὶ βηχός.
15. Μαράθρων τὰς ῥίζας τρίψας δὸς πιεῖν
16. νήστει ἐπὶ ἡμέρας θ΄. καὶ θαυμάσεις.

17. Πρὸς κεφαλίου πλοκάμους.
18. Μολόχην καὶ ἐλελισφάκου
19. τὴν ῥίζαν λειώσας κατὰ λόγον καὶ βάλλε εἰς ἀγγεῖον
20. μετὰ οἴνου καλοῦ καὶ ἀπὸ λουτροῦ χρῖε τοὺς πλοκάμους.

21. Πρὸς ὤτων πόνους.
22. Τοῦ βάτου ὁ χυλὸς ἐκπιεζόμενος
23. καὶ χλιαινόμενος καὶ ἐνσταζόμενος εἰς τὸ οὖς παύει
24. τὸν πόνον.

25. Πρὸς ἴκτερον.
26. Χρυσολάχανον κοπανήσας κοχλιάριον 
1. ἕν καὶ μέλι κοχλιάριον ἕν καὶ οἶνον θερμὸν δὸς νήστει.

2. Ἄλλο πάνυ καλόν.
3. Εἰς τὸ δεξιὸν ὠτίον τοῦ ἐπικειμένου
4. λεπτὴν φλέβα κόψον καὶ ἐξερχομένου τοῦ αἵματος
5. θαυμάσεις, ἐὰν δὲ πονήσῃ σπλῆνα, ποίησον ὁμοίως εἰς τὸ ἀριστερόν.

6. Πρὸς ἡπατικοὺς, σπληνικοὺς καὶ στομαχικοὺς ἀπαράβατον.
7.
8. Ἀγνοκούκκια δίδου ἐσθίειν καὶ πίνειν καὶ οἴνου
9. πρωῒ καὶ ὀψέ. ἄλλο. σελίνου σπόρον καὶ μακεδονίου καὶ
10. ἐρεβίνθην καὶ ἀγνόκοκκα πάντα συντρίψας μετὰ οἴνου θερμοῦ δὸς πιεῖν.

11. Βοήθημα πρὸς νεφριτικούς.
12. Εὐζώμου σπέρμα, καρδάμου
13. σπέρμα, ῥαφάνου σπέρμα λειώσας ἕνωσον μετὰ μέλιτος
14. Ἀττικοῦ καὶ δίδου δραχ. α΄. μετὰ οἴνου παλαιοῦ.

15. Βασιλείου ἰκτοῦ τοῦ μελιτινιώτου δίαιτα πρὸς βασιλέως
νοτάριον τὸν γραμματικόν. σκευασία οἴνου εἰς τὸ ποιῆσαι
εὔγνωστον καὶ κόκκινον.
Οἶνον ὡσεὶ μέτρα εἴκοσι
17. πληροῖς γέμισον πίθον καὶ ἄρον ἐξ αὐτοῦ μέτρα β΄. καὶ
1. βάλλε ἐν χύτρᾳ λιθίνῃ, ἐπίβαλλε μαράθρου μιλιάρια ρ΄. σελινόσπορον
2. μιλιάρια ρ΄. ἄνισον μιλιάρια ν΄. μετὰ τούτων
3. δεῖ βράσαι καλῶς καὶ σακκελίζειν καὶ ξέστου ὄντος ἐνστρέφειν
4. ἐν τῷ πίθῳ, εἶτα ἔπαρον τριψίδιον μιλιάρια ρ΄. καρυοφύλλων
5. μιλιάρια ε΄. κρόκου μιλιάριον α΄. μαστίχης μιλιάρια
6. γ΄. κύπερον μιλιάρια ε΄. ξυλαλόην μιλιάρια ε΄. τρίψας
7. ὅλα ὁμοῦ καὶ σήσας ἔμβαλλε ἐν ὀθόνῃ λινῇ καὶ θὲς μέσον
8. τοῦ πίθου καὶ χρῶ.

9. Τοῦ αὐτοῦ περὶ ἐνδυναμούμενα στομάχου διὰ τὸ
πληθυνθῆναι τὰ φλέγματα ἐν αὐτῷ καὶ ἀνενέγκαι κεφαλαλγίαν.

11. Δεῖ σε λαβεῖν ῥοδόμελι καθ᾿ ἑκάστην ἡμέραν μιλιάρια κ΄.
12. σελινόσπερμον μιλιάριον ἓν, ἄνισον μιλιάριον τὸ (S"). καὶ ἐπινηστεύειν
13. τὸν μεσημερίον καὶ τότε γεύεσθαι. καἰ γὰρ διὰ τοῦτο ὡρίσαμεν
14. ποιεῖν σε οὕτως, διὰ τὸ εἶναι τὸ ῥόδον ἐνδυναμοῦντα
15. τὸν στόμαχον, τὸ δὲ μαστίχην θερμαῖνον τὸ μάραθρον καὶ τὸ
16. σέλινον, διὰ τὸ ἐὰν εὕρωσιν ἐν τῷ ἥπατι καὶ τῷ σπληνὶ
17. πλῆθος χυμῶν μελανικῶν, αἴρωσι καὶ κατάγωσι διὰ τῶν
18. οὔρων ἀνωδύνως, τὸ ἄνισον, διὰ τὸ διώκειν τὰ πνεύματα
1. ἀπὸ τῆς γαστρὸς καὶ ῥωννύειν τὸν στόμαχον καὶ διὰ
2. τοῦτο ὡρίσαμεν νηστεύειν ἐς τὸ μεσημέριον, ἵνα μὴ φανῇ
3. ἕτερον νόσημα, καὶ ἀπομείνῃ ἡ δύναμις τῶν βοτανῶν· μετὰ
4. δὲ τὸ διαβιβάσαι τὰς ι΄. ἡμέρας τὴν αὐτὴν ἀκολουθίαν ἀεί
5. ποτε ποίει μετὰ ῥοδοσάκχαρος διὰ τὸ ῥωννύειν τὸν στόμαχον
6. καὶ ζῇν ἀνωδύνως. ὡρίσαμεν δὲ καὶ περὶ τροφῆς δεκάλογον
7. τρόπῳ τοιῷδε.

8. Διαγωγὴ ἐν κρέασι καὶ νηστείαις.
9. Τὴν πρώτην
10. ἡμέραν δεῖ σε φαγεῖν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ι΄. σὺν
11. ἄρτῳ καὶ οἴνῳ τὸ ἀρκοῦν· τῇ δευτέρᾳ ἡμέρᾳ φάγε μέλι
12. μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ τρίτῃ ἡμέρᾳ κρέας
13. ἀμνοῦ ἐνιαυσιαίου ὠμοπλάτην κοπανήσας καὶ ἑψήσας, ὄπτα
14. πυρὶ καὶ τρέφου σὺν οἴνῳ τῷ ἀρκοῦντι καὶ ἄρτῳ καὶ παξαμαδίῳ·
15. τῇ τε τετάρτῃ ἡμέρᾳ ὀρύζην μόνον ἕψει ἐν ὕδατι
16. καὶ τίθει μέλι καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν·
17. τῇ ε΄. ἡμέρᾳ ῥοΐδια καὶ ἀμύγδαλα καὶ σκόροδον μετὰ δαύκων
18. καὶ σύκων, ἰσχάδων, σταφίδων καὶ μέλιτος ἕψει καὶ τρέφου
19. μετὰ ἄρτου καὶ οἴνου τοῦ ἀρκοῦντος· τῇ στ΄. ἡμέρᾳ
1. κρέας ὅμοιον ἐνιαυσιαῖον τίθει ἐν τηγάνῳ μετὰ δαύκων
2. καὶ ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν, διὰ
3. τὸ τὴν δύναμιν τῶν ῥοιῶν σε σβέσαι· ψυχραὶ γὰρ ὄντως
4. εἰσὶ καὶ διὰ τοῦτο ὡρίσθησαν αἱ ῥοιαὶ πρὸς ψυχρασίαν,
5. δηλονότι τῶν προωρισθέντων ἔμπροσθεν εἰς τὰς ε΄. ἡμέρας.
6. θερμὰ γὰρ ὄντως. τῇ ἑβδόμῃ ἡμέρᾳ κρέας κοπανιστὸν μετὰ
7. ἐρεβίνθων καὶ ἀρτυμάτων ἕψει, τρέφου τὸ ἀρκοῦν· τῇ ὀγδόῃ
8. ἡμέρᾳ κρέας σὺν μέλιτι καὶ ὄξει, συκάδων, ἀμυγδάλων,
9. καρύων συρικῶν, κρόκου, δαύκου, σταφίδων σὺν ἑτέροις
10. κρέασι κοπανιστοῖς ἕψει μετὰ μέλιτος ἱκανοῦ καὶ τρέφου
11. σὺν οἴνῳ τὸ ἀρκοῦν· τῇ ι΄. ἡμέρᾳ ἐν κρέασι καὶ ἐν νηστείαις
12. ῥοὸς κόκον ὁμοίως τοῖς προειρημένοις ἕψει καὶ τρέφου
13. σὺν οἴνῳ τὸ ἀρκοῦν. αὕτη ἐστὶν ἡ δίαιτα τῶν τροφῶν.
14. ἐν τῇ ὥρᾳ τοῦ δείπνου ἀεὶ χρῶ ἡδυοσμόμελι, διὰ τὸ τὰς
15. τροφὰς χωνεύειν καὶ οὐκ ἐᾷν πληθυνθῆναι φλέγμα ἐν τῷ
16. στομάχῳ· καὶ ὡς ἂν ὑγιὴς μένῃς, μηκέτι φλεβοτόμει ἅνευ
17. πάθους. ὅταν δέ σοι συμβῇ νόσημα περὶ τὴν κεφαλὴν,
1. φλεβοτόμησον τὴν κρανιακὴν φλέβα καὶ ἔμβαλε ὅσον μιλιάρια
2. ι΄. συσκεύαζε δὲ τὸν χρόνον δὶς τὸν Ἀπρίλλον
3. μῆνα καὶ τὸν Σεπτέμβριον ποιῶν ἀποχὴν ἡμέρας γ΄. ἔμπροσθεν
4. καὶ ὄπισθεν πίνειν καὶ βοήθημα τὸν χρόνον δὶς
5. τοῖς προειρημένοις μησί. καὶ κωδείαις χρῶ διὰ τὸν ὕπνον·
6. δεῖ σε ἀπέχεσθαι τῶν συνουσιῶν, εἰ δὲ βούλει, ἅπαξ τὴν
7. ἑβδομάδα μετὰ τὸ διαβῆναι τὸ μεσόνυκτον· τὸν δὲ Ἰούλιον
8. μῆνα καὶ τὸν Αὔγουστον δεῖ σε ἐμεῖν ἡμέρας β΄. ἄμφω, διὰ
9. τὸ εἰς μίαν ἡμέραν ὁ στόμαχος κάθαρσιν οὐ λαμβάνει· ὅταν
10. δὲ ἐμεῖς, βλέπε μήποτε πίῃς ὕδωρ ἢ ἔμπροσθεν ἢ ὄπισθεν·
11. ὅταν δὲ ἐμεῖς, τοὺς ὀφθαλμοὺς σκέπασον καὶ δῆσον καὶ
12. ἱστάμενος ἔμει ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ποταμῷ. μετὰ τὸ ἐμέσαι
13. εἰ διψεῖς πιέζου λαβὴν καὶ ἐπινήστευσον· δεῖ σε λούεσθαι
14. τὸν Ἀπρίλλον μῆνα μέχρι καὶ ὅλου τοῦ Νοεμβρίου
15. μηνὸς καὶ τοὺς ἀπηγορευμένους μῆνας ἀπέχου τοῦ λούεσθαι·
16. ὅταν δὲ λούεσθαι τὴν ἑβδομάδα ἅπαξ, ἀεὶ δὲ πότε νήστης
17. λούου. καὶ ἐὰν δίψῃς, πίε εὔκρατον ὕδωρ καὶ μετὰ τὸ ἐξελθεῖν
18. ἄλειφε τὴν κεφαλὴν ἔλαιον ἢ γάλα γυναικεῖον θηλυτρόφου, 
1. τοὺς δὲ πόδας κατὰ νύκτα ἄντλει θερμῷ ὕδατι σὺν πιτύροις.

2. Περὶ κεφαλαλγίας.
3. Ἀμύγδαλα λίτρ. γ΄. σπόρον
4. κολοκύνθης λίτρ. α΄. ἔκβαλον τὸ ἔλαιον τῶν ἀμφοτέρων
5. καὶ ἄλειφε τὴν κορυφὴν καὶ τοὺς μυκτῆρας, τὰς χεῖρας
6. καὶ τοὺς πόδας.

7. Πρὸς βλαβὴν οἴνου βοήθεια.
8. Ἔπαρον κυδώνια ὥριμα
9. καὶ γλυκέα καὶ καθαρὰ καὶ ἄρον τὸν ζωμὸν καὶ ἔνιε
10. τῷ οἴνῳ.

11. Ἄλειμμα δόκιμον πρὸς ἁρμοπονίαν καὶ πρίσμα χειρῶν
καὶ ποδῶν καὶ ἀποφθορὰς καὶ ἀπόκαυσιν χειμῶνος καὶ
ἀνέμου καπουλίων χειρῶν τε καὶ ποδῶν, λεγομένου Σαρακινιστὶ
τλεν. ἡ σκευασία αὕτη.
Ἔπαρον ἀξούγγιον χηνὸς
13. μοίρας β΄. μυελὸν ἐλάφων ἐκ τῶν ἀτζῶν καὶ μαρτασάγκην
14. ταπαρὴν καὶ μέλι ἄκαπνον ὑλιστὸν καὶ τίθει ἐν πετρίνῳ
15. τηγάνῳ καὶ βράσον, ὥστε λυθῆναι τὰ ῥηθέντα ἀλείμματα
16. καὶ θερμοῦ ὄντος ἔμβαλλε τὸ μαρτασάγκην, καὶ ὅταν ψυχρανθῇ
17. τελικῶς, βάλε τὸ μέλι καὶ μάλαξον καλῶς δίκην μαλάγματος
1. καὶ ἄλειφε ἐν πυρὶ ἢ ἐν κλιβάνῳ καὶ τύλιξον
2. καλῶς, ἄλειφε δὲ ἕως ὅτι ἀπέλθῃ ὁ πόνος.

3. Περὶ αἰγίλωπος.
4. Χολὴν βοὸς καὶ ὑγρόπισσον καὶ
5. ὄξος ἑνώσας ποίει ἔμπλαστρον καὶ ἐπίθες· ἢ πηγάνου φύλλα
6. μετὰ χωρυγίου ἐπίθες εἰς τὰς ὀπάς.

7. Πρὸς τραύματα ἀνίατα.
8. Ἀριορεπανίου ῥίζαν βάλλε
9. μετ᾿ οἴνου γλυκέος καὶ δὸς πιεῖν τῷ κάμνοντι.

10. Πρὸς περιπνευμονίας.
11. Τρῖψον πέπερι κόκκους ιε΄.
12. καὶ ἅλας ὁμοίως βάλλε ἄπλυτον καὶ τεάφην καὶ ἑνώσας
13. μετὰ ἀφοδεύματος ὀρνιθίου ξανθοῦ, σὺν ἐλαίῳ ἄλειφε· ἢ
14. δαύκου σπέρμα καὶ μελάνθιον καὶ πράσον λειώσας πότισον.

15. Πρὸς ἀσπάλακας.
16. Λαβὼν χαμαίδρυν καὶ κριθάλευρον
17. καὶ ζυμώσας ταῦτα μέλιτι ἐπίχριε καὶ κατάπλαττε.

18. Πρὸς πόνον κοιλίας καὶ στομάχου.
19. Βάλλε δενδρολίβανον
20. εἰς τζουκάλιον μετὰ οἴνου παλαιοῦ καὶ ἀποτριτώσας
21. ἐν λουτρῷ πότισον· ἢ ἔλαιον καὶ οἶνον ὁμοίως ποίησον καὶ
22. πότισον ἐν λουτρῷ χλιαρόν.

Πρὸς στομαχικούς.
1. Κύμινον καὶ κιννάμωμον κοπανήσας
2. ἀμφότερα καὶ βαλὼν σμύρναν καὶ μαστίχην καὶ
3. βλυσκούνην ὀλίγον καὶ ἑψήσας καὶ προσμίξας δὸς πιεῖν·
4. ἢ ἡδυόσμου κλῶνας γ΄. καὶ ῥοΐδιον καὶ φοινίκια πότισον.

5. Πρὸς ἀδυναμίαν γονάτων.
6. Φέρε ὕδωρ καὶ βράσον
7. λινόσπερμα μετὰ μέλιτος καὶ κατάπλασον εἰς τὴν καρδίαν.

8. Πρὸς πόνον πλευροῦ.
9. Κύμινον καὶ σίτινον ἄλευρον
10. καὶ οἶνον παλαιὸν ποίησον κατάπλασμα καὶ τίθει ἐπάνω
11. τῆς καρδίας.

12. Πρὸς σπληνικούς.
13. Κράμβης φύλλα καὶ ἀμμωνιακὸν
14. καὶ ὄξος δριμὺ τρῖψον καὶ μίξας ἐπίχριε τὸν τόπον ἡμέρας γ΄.
15. ἢ πλατάνου φύλλα ἕψησον μεθ᾿ ὕδατος, ἕως οὗ ἀποτριτωθῇ,
16. καὶ πότισον· ἢ κραμβίου φύλλα φλόγισον ἐν πυρὶ καὶ
17. λειώσας μετὰ οἴνου πότισον.

18. Πρὸς αἱμόῤῥοιαν γυναικός.
19. Ταύρου κέρατα ξυόμενα
20. καὶ μετὰ ὕδατος πινόμενα αἱμοῤῥοίας ἰᾶται, ἢ λουλάκην
21. καὶ κραμβόσπερμα καὶ σκαμμωνίας, ἑνώσας τὰ τρία, δὸς πιεῖν.

22. Πρὸς βιασμούς.
23. Κηκίδας τετριμμένας καὶ ῥοὸς
1. ἄνθη. ἢ τὰ σίδια μετ᾿ οἴνου ἀποτριτώσας δὸς πιεῖν ἢ
2. τῆλιν ἑψήσας μετὰ μέλιτος δὸς πιεῖν τὸν ζωμόν.

3. Πρὸς κοιλιακούς.
4. Βάλλε καρδαμοσπόρον εἰς καινὸν
5. τζουκάλιον ἕως ἑψηθῇ, καὶ λαβὼν ὠὸν ἔκζεσον χωρὶς καὶ
6. ἐκλέπισον καὶ ἔπαρον τὸ ἄσπρον αὐτοῦ χωρὶς καὶ κόψον
7. αὐτὸ λεπτῶς καὶ ἔμβαλον τῷ ἑψηθέντι καρδαμοσπόρῳ καὶ
8. βρασάτωσαν μίαν καὶ εἰ θέλει ὁ νοσῶν φαγέτω αὐτὸ, εἰ δὲ
9. οὐχὶ, ἕως γένηται ὕδωρ καὶ ἀσπίει αὐτό· ἢ ταύρου νεφροὺς
10. φρύξας πότισον, ἢ τυρὸν παλαιὸν ἐξέσας μετ᾿ ὄξους δριμέος
11. δὸς φαγεῖν νήστει.

12. Πρὸς δυσουρίαν.
13. Πάγουρον ποτάμιον κοπανήσας καὶ
14. εἰς πανίον ἀποπιάσας δὸς πιεῖν· ἢ μαράθρων ῥίζας ἀποτριτώσας
15. δὸς πιεῖν τῷ πάσχοντι.

16. Πρὸς ἐξωχάδας.
17. Ἄσβεστον καὶ ἀρσενίκιον νέον
18. ἑνώσας, ἐπίθες.

19. Πρὸς ἁρμοπονίας.
20. Πεντάνευρον καὶ σκορπίδιον καὶ
21. ὄξος βραχὺ ἄλειφε τὸν τόπον, ἢ βάλλε σίνηπι καὶ ἰσχάδας
22. καὶ κοπάνησον καὶ ἐπίπλασον ἐν λουτρῷ.

Πρὸς πόνον γονάτων.
1. Μαλάχην καὶ κριθάλευρον
2. καὶ λινόσπορον κοπανίσας καὶ τηγανίσας μετ᾿ ἐλαίου ἐπίθες
3. τῷ τόπῳ.

4. Πρὸς κλάσμα ὀστέων.
5. Λαβὼν πίσσαν καὶ κόνιν τοῦ
6. λιβάνου καὶ φοινίκια καὶ ἄνθος μαλάχης καὶ τοῦ ὠοῦ τὸ
7. λευκὸν ἐπίθες καὶ ἐπάνω στυππεῖα καὶ καλάμωσον καὶ
8. φασκίωσον, καὶ ἰᾶται.

9. Ἄλλο πρὸς τεταρταῖον.
10. Χαμαίδρυν ἑψήσας μετ᾿
11. οἴνου παλαιοῦ δὸς πιεῖν τρίτον.

12. Πρὸς δῆγμα σκορπίου.
13. Ὄστρακον πυρωθὲν ἐπίθες,
14. ἢ πτερύγιον μετὰ μέλιτος δὸς πιεῖν, ἢ κύψας οἷον λίθον
15. πιάσῃς ἐπίθες.

16. Πρὸς φαρμακείας.
17. Καρίδιον καὶ πλατυκύμινον καὶ
18. ζωχίου ῥίζαν ἀποτριτώσας δὸς πιεῖν μετ᾿ οἴνου παλαιοῦ καὶ
19. φορείτω καὶ γλανέων ὀστᾶ, καὶ γὰρ καπνιζόμενα δαίμονας διώκει.

20. Εἰς σύλληψιν γυναικός.
21. Λαγωοῦ μήτραν φρύξας καὶ
22. λειώσας πότισον συνεχῶς. ἐχέτω δὲ καὶ τὸ αἷμα αὐτοῦ, ἢ 
1. ἀλώπεκος κόπρον μίξας μετὰ βοείου ἀλείμματος ἄλειφε τὸ
2. αἰδοῖον τῆς γυναικὸς ὁμοίως καὶ τοῦ ἀνδρός.

3. Περὶ τεθνηκότος ἐμβρύου ἐν τῇ μήτρᾳ.
4. Γάλα γυναικεῖον
5. μετὰ μέλιτος καὶ ῥίζας ἀμαράνθου δὸς πιεῖν καὶ ἐξέρχεται.

6. Εἰς τὸ πλεονάσαι γάλα.
7. Μάραθρον καὶ ἄνηθον
8. μετὰ μέλιτος ἑψήσας καὶ οἴνου χρῖε καθ᾿ ἡμέραν τοὺς μασθοὺς,
9. καὶ ποιεῖ γάλα ἡ γυνή.

10. Πρὸς ὑστέρας.
11. Ὄρνιθα σφάξας καὶ καρφίον τυλίξας
12. πάνην λινοῦν καὶ βάλλε ἔσωθεν τῆς ὄρνιθος καὶ ἃς ἑψηθῇ
13. καὶ δὸς πιεῖν τὸν ζωμὸν, ῥάψον δὲ τὴν ὄρνιν, ἢ ὄψιν ψωμίου
14. καὶ μανητάρην ἀληθινὸν, καὶ καρίδιον καύσας δὸς πιεῖν.

15. Περὶ τῶν ἀκουσίως ἐνουρούντων.
16. Κόψον
17. γούλαν ἀλέκτορος καθώς ἐστι μετὰ τοῦ λάρυγγος καὶ καύσας
18. καὶ τρίψας καλῶς μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν.

19. Περὶ ἐνδυναμώσεως αἰδοίου.
20. Ῥεπαπόσπορον τρίψας
21. ἔνιε μετὰ μέλιτος καὶ τίθου εἰς ῥάκος καὶ τύλιξον τὸ αἰδοῖον.

Πρὸς λεπριῶντας ὄνυχας.
1. Σίνηπι καὶ ἡδύοσμον
2. ἕψει μετ᾿ ὄξους καὶ τίθει.

3. Εἰς πρίσματα.
4. Ὕδωρ θαλάσσιον, βρύον θαλάσσης
5. ἐκζέσας καὶ ὑποπιάσας ἐπίθες.

6. Περὶ ποδαλγίας.
7. Σμύρναν λεγόμενον μοὺρ καὶ ψύλλιον
8. ἤτοι πυζουρκατοῦν μύστρον μετ᾿ ὄξους ἄλειφε τοὺς πόδας.

9. Περὶ ἐνδυναμώσεως στομάχου
10. Λαβὼν ξυλαλόην καὶ
11. ἄκαρον, κύπερον καὶ μαστίχην, λίβανον, μελάνθιον, μάραθρον
12. καὶ σπάντως, τρῖψον λίαν καὶ ἕνωσον μεθ᾿ ὕδατος
13. ῥοιᾶς καὶ μέλιτος ἀκάπνου, δίδου νήστει.

14. Περὶ πτύσεως.
15. Ῥοσάτον τοῦ ζουφὰ ἤτοι τοῦ ὑσσώπου,
16. ὅπερ ὠφελεῖ εἰς τὸν βῆχα καὶ τὴν στένωσιν καὶ εἰς
17. τὸν πόνον τοῦ στήθους, ἡ σκευασία. μανουσιάκων δραχ. β΄.
18. οὐνάπια ἤτοι ξύντζιφα κ΄. ζεπιστάνια ἤτοι μυξία κ΄. συκάδια
19. ἀσπρ. γλυκέα ιε΄. ἤτοι γλυκύῤῥιζαν μεσότριπτον δραχ. α΄.
20. χασχάσιν κεκοπανισμένον ἤτοι κωδείαν δραχ. ε΄. παρήσαυσα
1. ἤτοι πολύτριχον δραχ. β΄. ἀνησούεν ἤτοι γλυκάνισον δραχ. β΄.
2. τόλμη καραὺς ἤτοι σελινόσπερμον δραχ. β΄. σταφίδας, κοκκία
3. καλὰ λογαρικῆς (S"). ζουφὰν ἤτοι ὕσσωπον δραχ. γ΄. ῥαζανὸν
4. ἤτοι μαραθρόσπορον δραχ. β΄. σταφίδας κόκκια, τὰ ἀμφότερα
5. ἀναμίξας πλῦνον καὶ αἱμοσχάσουν μεθ᾿ ὕδατος κρύου ἡμέραν
6. α΄. καὶ τῷ πρωῒ, ἵν᾿ ἑψηθῇ μετὰ τοῦ ῥηθέντος δηλονότι
7. λογαρικύου γο. δ΄. καὶ ἀνεψηθῇ ἕως γένηται τὸ ὕδωρ λογαρικὴ
8. α(S"). καὶ τότε σακκελισθῇ καὶ ἵνα κατασταθείη μὴ
9. ἔχειν ὕλην καὶ ἔπειτα βάλλε σάκχαρ λογαρικὴν α΄. ἵνα γένηται
10. ζουλάπιον καὶ καθ᾿ ἑκάστην ἡμέραν α΄. πίε ἐξ αὐτοῦ
11. ἕως ἡμέρας η΄. ἐπίσταξον ἀμυγδαέλαιον.

12. Περὶ χολεμεσίας.
13. Τοῖς χολὴν ἐμοῦσι κατάπλασμα
14. προσεκτέον διὰ φοινίκων, συκιδίων, κηκίδων ἡψημένων ἐν
15. οἴνῳ, ἢ ὀξυκράτῳ συνελεομένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ
16. ὑποκυστὶς καὶ βαλαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ καταπλάσματι
17. καὶ σικύα δὲ προσβαλλομένη μεγάλη ὠφελεῖ μετὰ
18. φλογὸς πολλῆς. τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσαμεν.
1. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων
2. τὸν στόμαχον σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους
3. ἐντίθει· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε.

4. Περὶ λυγμοῦ.
5. Λυγμὸς γίνεται ἤτοι διὰ πλήρωσιν
6. ἢ διὰ κένωσιν, ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον,
7. ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων
8. λαβόντες, εὐθέως ἂν ἐπιπίνωσιν οἶνον, λύζουσιν. ὅτι
9. δὲ καὶ διαφθείροντες τινὲς λύζουσιν, ἔμετον μὲν ἂν
10. εὕρομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων,
11. θερμασίαν δὲ τῶν διὰ ψύξιν· ὅταν δὲ ὑπὸ πληρώσεως
12. ὑγρῶν γένηται λυγμὸς, βιαίας δεῖται κενώσεως. τοῦτο δὲ ὁ
13. πταρμὸς ἐργάζεται. τοὺς δ᾿ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται
14. πταρμὸς, διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ᾿ οἴνου, ἢ
15. νίτρον ἐν μελικράτῳ, ἢ σέσελι, ἢ δαῦκον, ἢ κύμινον, ἢ
16. ζιγγίβερ, ἢ καλαμίνθην, ἢ νάρδον Κελτικήν· ταῦτα τῶν
17. ἐπὶ διαφθορᾷ σιτίων, ἢ ἐπὶ ψύξεσιν, ἢ ἐπὶ πληρώσει, βοηθήματα.
18. τοῖς δὲ ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς, ἢ
1. γλισχροῖς χυμοῖς καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου. καὶ
2. κατὰ τοῦ δέρματος δὲ ἐπιτιθέμενον ὠφελεῖ ἅμα σικυωνίῳ
3. παλαιῷ ἐλαίῳ. ἁρμόζει καὶ τὸ σκιλλητικὸν ὄξος, ἢ ὀξύμελι
4. πινόμενον, καὶ κατοχὴ πνεύματος μεγάλως ὀνίνησι.

5. Πρὸς πρήσματα ποδῶν καὶ ῥαγάδας καὶ πτέρνας.
6.
7. Μιλτάριον ἤτοι συνωπίδα καὶ κιμωλίαν τὸ ἴσον μετὰ χυλοῦ
8. ἀγριοσύκης χρῖε. ἄλλο. κισσὸν καὶ καλαμίνθην καὶ ἅλας
9. συνεψήσας ὕδατι καλῶς νίπτε τοὺς πόδας ἅπαξ καὶ δὶς καὶ
10. ἀποπρίσκονται. ἄλλο. ποιήσας ἅλμην δασεῖαν μετὰ θερμοῦ
11. ἄντλει τοὺς πόδας καὶ τὰς πτέρνας τρίτον, ἅλας καὶ κύμινον
12. καὶ ἐμβαλὼν ἔλαιον ἀνάλαβε, καὶ προαλείψας τοὺς πόδας
13. κατάχρισον καλῶς· καὶ διὰ τῶν ἀδήλων πόρων ἐξέρχεται ἡ ὕλη.

14. Πρὸς ποδαλγίαν.
15. Ἀειζώου τὸν χυλὸν ἕψει καλῶς
16. καὶ χρῶ. ἄλλο. οἴνου χυλὸν μίξας ὀνείῳ γάλακτι καὶ γλυκεῖ
17. οἴνῳ κατάχριε. ἄλλο. φώκης δέρμα, ἢ λέοντος, ἢ λύκου, ἢ
18. ἀλώπεκος, ἐάν τις ἐργάζηται καὶ φορῇ ὑποδήματα, οὐκ ἀλγήσει
19. τοὺς πόδας. ἄλλο. νυκτερίδας πιάσας ἕψει ἐν ὕδατι 
1. ὀμβρίμῳ ὡσεὶ γ΄. εἶθ᾿ οὕτως ἐν αὐτῷ τῷ ὕδατι βάλλε λινόσπερμον
2. τριπτὸν γο. δ΄. εἷτ᾿ ὠὰ ὠμὰ γ΄. καὶ ἐλαίου κύαθον,
3. βοείαν κόπρον γο. δ΄. κηροῦ γο. δ΄. ἑνώσας ἀμφότερα καὶ
4. μαλάξας, χρῶ εἰς κοίτην ἅπαξ καὶ δίς.

5. Γαλήνου σκευασία σκιλλητικοῦ ὄξους.
6. Ὑγιεινὸν κάλλιστον
7. τὸ περὶ σκίλλης Πυθαγόρᾳ γραφὲν, ᾧ πᾶς μὲν αὐτοκράτωρ
8. κέχρηται, λέγεται δὲ παρὰ τοῦ δεδωκότος ὅτι μακροβίους
9. ποιεῖ τοὺς τοῦτο λαμβάνοντας καὶ τὰ ἄκρα ἄρτια
10. ὑπάρχει ἕως τέλους. καὶ αὐτὸς μὲν ὁ Σάμιος γέρων (οὐκ
11. ἀγνοεῖς γὰρ ὅσον χρόνον προέκοψεν) μέμνηται ἐν τῷ συντάγματι,
12. ὡς τῷ κατ᾿ αὐτὸν γένει μεταδεδωκὼς τὴν δύναμιν.
13. ὅταν δὲ ἤρξατο τούτῳ χρῆσθαι, πεντηκονταετὴς ὑπῆρχεν.
14. καὶ ἐβίωσεν εἰς ἑπτακαιδέκατον καὶ ἑκατοστὸν ἔτος ἄρτιος
15. καὶ ἄνοσος διατελέσας. καὶ ταῦτα μὲν ὁ πατὴρ τοῦ
16. φαρμάκου καὶ τάχ᾿ ἀνὴρ φιλόσοφος καὶ ψεύσασθαι μὴ δυνάμενος.
17. ἡμεῖς δὲ τῆς τοῦ ἀνδρὸς πίστεως πεῖραν ἐπιθέντες
18. βεβαίαν καὶ ἀδιάπτωτον τὴν δύναμιν ἐπιφαίνομεν. χρὴ
1. τοίνυν λαβόντα σκίλλαν ὀρεινὴν λίτρ. α΄. περιελεῖν τὰ σκληρὰ
2. καὶ κατατεμεῖν τὰ ἁπαλὰ καὶ βαλεῖν ὄξους δριμυτάτου
3. ξέστας η΄. εἰς ἄγγος ὑέλινον. εἶθ᾿ οὕτως καταδύσας ἔασον
4. ἀποβρέχεσθαι ἐν τοῖς τοῦ ἀπὸ κυνὸς καύμασιν ἡμέρας λ΄.
5. εἶτα ἐξελὼν τὴν σκίλλην καὶ ἀποπιάσας, ἐκ τούτου δεῖ τῷ
6. πρωῒ μικρὸν καταῤῥοφεῖν. συμβήσεται δέ σοι περὶ τὸν
7. φάρυγγα, ἢ τὸ στόμα μηδέποτε μαλακισθῆναι. καὶ τὰ περὶ
8. τὸ στόμα τῆς κοιλίας ὑγιαίνειν. εὔπνους τε ὑπάρ
9. ξεις καὶ τὰ περὶ τὴν φωνὴν εὐεκτεῖν, σπουδαῖον καὶ τὰ
10. περὶ ὄμματα ὀξυδερκέστατον καὶ περὶ τὴν ἀκοὴν ὀξύκοον.
11. οὐδὲν γὰρ πνεῦμα ἐν κοιλίᾳ ποτὲ συστήσεταί σοι οὔτε
12. σπλάγχνον μετέωρον ἕξεις. εὔπνους τε καὶ εὔχρους διαμείνεις
13. καὶ πρὸς τὰ ἀστεῖα πάντοτε εὖ διακείμενος. οὐκ ὀξυρεγμίσεις,
14. οὐ λύξεις ἁλυκῶς. ἐὰν πᾶς τίς τι δὸς ἐξ αὐτοῦ
15. καὶ κελεύω μετὰ τὸ ῥοφῆναι τοῦτον νηστικὸν ὄντα κινεῖσθαι
16. σταδίους ζ΄. καὶ διαλυθήσεται. ὁ δὲ τούτῳ χρώμενος περὶ
17. τὴν δίαιταν παῤῥησίαν ἀγέτω ἥντινα βούλεται, πάντα γὰρ
18. κατεργάζεται ταῦτα, ὡς ἀπὸ μηδενὸς βλαβῆναι ποτὲ, μήτε
1. εἰς πλησμονὴν ἐλθόντα μήτ᾿ ἐφ᾿ ᾧ δοκοῦμεν συμφέρειν,
2. περισσὸν δὲ οὐδὲν καταλειφθήσεται ἐν τῷ σώματι, οὐ
3. πνεῦμα, οὐ χολὴ, οὐ σκύβαλον, οὐκ οὖρον. ἀλλὰ πάντα
4. εὐέκκριτα καὶ εὐανάγωγα ποιεῖ, κοιλία διὰ πάντος εὔλυτός
5. ἐστι. καθαρτικὸν δὲ τοῦ σώματος τὸ βοήθημα, κᾂν ἐν τοῖς
6. ὀστέοις ᾖ ῥυπαρία. φθισικοὺς δὲ τοὺς ἐκ πάντων ἀπηγορευομένους
7. ἀπὸ τοῦ φαρμάκου τούτου θεραπευθέντας εἴδομεν.
8. ἐπιληψίας τὰς μακρὰς ὤνησεν ἱκανῶς, ὥστε ἀπὸ διαλειμμάτων
9. χρόνου πολλοῦ γίνεσθαι. τὰς δὲ ἀρχομένας καὶ νέας
10. εἰς τέλος ἰᾶται. καὶ τὸ πάθος γίνεσθαι οὐκ ἐᾷ, ποδάγρας
11. τε καὶ ἀρθριτίδας καὶ σκληρίας ἥπατος καὶ σπληνὸς ἐθεράπευσε.
12. καὶ αἱ μὲν κατὰ μέρος ἐνέργειαι αὖται· αἱ δὲ κοιναὶ
13. καὶ πλεῖσται καὶ ὑφ᾿ ὧν κινηθέντες ἐκδεδώκαμέν σοι τὸ
14. ὑγιεινὸν φάρμακον τοῦτο, ὑγείας καὶ ἀρτιότητος ἕνεκα ἀποτελεοῦται.

15. Γαλήνου σκευασία οἴνου τοῦ σκιλλητικοῦ.
16. Οὕτος ὁ
17. οἶνος πινόμενος πάσης ὑγείας ἐστὶ παροχηκώς. λεπτύνει
1. γὰρ τοὺς χυμοὺς καὶ ἐξαιρέτως τὸ φλέγμα καὶ οὐκ ἐᾷ συστῆναι
2. ἐν τῷ στομάχῳ, ἢ ἐν τῇ κοιλίᾳ, ἢ ἐν κεφαλῇ, ἢ
3. ἥπατι, ἢ σπληνὶ, ἢ νεύροις, ἢ ὀστέοις, ἤ τι τοιοῦτον γλίσχρον
4. χυμὸν καὶ ποιοῦντα τὰς ἐμφράξεις· ἀλλὰ πάντα λύει
5. καὶ γαστέρα μαλάσσει καὶ οὕτως ὑπάγει καὶ οὖρα κινεῖ καὶ
6. δι᾿ αὐτῶν τὰς αἰτίας λεπτομερεῖ καὶ ἐκκρίνει. οὕτως δὲ καθαίρει
7. κεφαλὴν, ὡς μηδὲ τοὺς μυξωτῆρας ὑγρότητα ἔχειν.
8. πεποίηται δὲ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἐπιληπτικοῖς, οὕτως
9. γὰρ πάσης ὑγείας ἐστὶ περιποιητικός. ἔχει δὲ οὕτως. λαβὼν
10. σκίλλαν ἐξ ὀρέων λευκὴν περὶ τὴν κυνὸς ἐπιτολὴν λίτρ. α΄.
11. διάψυξον ἐν σκιᾷ ἡμέρας ι΄. καὶ δι᾿ ἐμβάλλας εἰς ὕελον τὰ
12. φύλλα τὰ διαψυχθέντα τῆς σκίλλης, βάλλε οἴνου λευκοῦ
13. παλαιοῦ ξέστας ιβ΄. καὶ κρεμάσας ἡμέρας μ΄. ἔπαγον τὴν
14. σκίλλην ἐκ τοῦ οἴνου καὶ ῥῖψον καὶ τὸν οἶνον χρῶ πρὸς τὰ
15. ἐπαγγελθέντα καὶ εὑρήσεις αὐτοῦ τὴν δύναμιν, χρώμενος
16. ἑκάστοτε πρὸ σιτίων ἐκ τοῦ οἴνου γο. β΄. εἰ δ᾿ ἀπὸ κοίτης
17. γο. (S"). εἰ δὲ βούλει πρὸς πόμα αὐτὸ ποιῆσαι, διὰ τὴν
18. ἡδύτητα πρόσμιξον καὶ μέλιτος ξέστας δύο, ἢ γ΄.

1. Ἀποφλεγματισμὸς ἀνασπῶν ἐκ τοῦ στομάχου φλέγμα
ἐσθιόμενος· ἀπὸ δὲ τῆς κεφαλῆς, ἀναγαργαριζόμενος.
Ὀριγάνου,
2. κόμμεως, ὑσσώπου, σαμψύχου, γλήχωνος, θύμου,
3. ταῦτα ἕψει μετὰ γλυκέος γο. γ΄. ἕως οὗ γένηται α΄. καὶ δίδου
4. ἀναγαργαρίζεσθαι. ἐκτινάσσει γὰρ καὶ τὰ ἐν τῷ πνεύμονι
5. ἐσθιόμενος. ποιεῖ δὲ τοῦτο ἐπὶ ἡμέρας, πεπείραται γάρ.

6. Πρὸς δυσουριῶντας καὶ μὴ δυναμένους οὐρῆσαι.
7. Κόριδας
8. ἀπὸ κλίνης λειώσας κατάχριε τὸν οὐρητῆρα καὶ εὐθέως
9. οὐρήσει. τοῦτο δὲ καὶ παιδίοις μὴ δυναμένοις
10. οὐρῆσαι ποιεῖ.

11. Πρὸς λιθιῶντας καὶ διουρητικὸν δόκιμον.
12. Δαφνίδων
13. καὶ πεπέρεως ἴσα κόψας καὶ σήσας μετὰ ὑδρομέλιτος
14. μέτρον α΄ δίδου. ἑκάστῳ δὲ τὸ ὑδρομέλι θερμόν.

15. Ἄλλο θρύπτον λίθους καὶ παρασκευάζον οὐρεῖν ἄνδρας
καὶ γυναῖκας.

16. Δάφνης φλοιὸν ἀναζέσας ὕδατι συμφύρα
17. καὶ δίδου ἐκ τούτου ῥοφᾷν. ἐνεργεῖ γὰρ λίαν.

18. Πρὸς αἷμα οὐροῦντας.
19. Ζιγγιβέρεως δραχ. β΄. κράμβης 
1. σπέρμα δραχ. δ΄. μήκωνος δραχ. α΄. χυλὸν ἀναλαβὼν ποίει
2. καταπότια καὶ δίδου τῷ πάσχοντι.

3. Οὐρητικὸν στραγγουριῶσιν.
4. Θύμου καὶ μαράθρου
5. ἐξ ἴσου κόψας ἐν εὐκράτῳ θερμῷ δὸς πιεῖν.

6. Πρὸς πόνον οὐρητῆρος καὶ δυσουρίαν καὶ δύσπνοιαν
καὶ οὐροῦντας αἷμα καὶ λιθιῶντας.

7. Ἀσάρου, μίσυος, νάρδου
8. Κελτικῆς ἴσα ἀναλάμβανε μέλιτι Ἀττικῷ ἀπηφρισμένῳ
9. καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εὐρωστεῖν γὰρ
10. ποιεῖ καὶ πρεσβύτας, τοὺς ξηρὰν ἔχοντας ῥύσιν καὶ εὐτονωτέραν ποιεῖ.

11. Πρὸς ἐνουροῦντας.
12. Ῥίζαν κρίνου δὸς πιεῖν προαναζέσας,
13. ἢ ὑοσκυάμου χυλὸν ἢ καρπὸν μετὰ οἰνογάλακτος
14. φυράσας ἔμβαλλε εἰς δέρμα ἐλάφου καὶ περίαπτε τὸν δεξιὸν
15. μηρὸν καὶ θαυμάσεις. ἄλλο. συάγρου ὄνυχας ὀπτήσας
16. μετ᾿ οἴνου πότισον, ἢ ἀλέκτορος ὄρχιν ὀπτήσας δὸς φαγεῖν.
17. ἄλλο. κοχλίαν καύσας μετὰ τοῦ ὀστράκου καὶ λειώσας δίδου
18. πιεῖν μετὰ οἴνου εἰς κοίτην.

19. Εἰς δυσουρίαν καὶ λιθίασιν.
20. Λινοσπέρμου, πεπέρεως,
1. πετροσελίνου κόψας καὶ σήσας μετὰ κονδίτου λάμβανε
2. κοχλιάριον α΄.

3. Λίθων θρυπτικὸν δόκιμον.
4. Σκορπίδια θαλάσσια
5. τρία μικρὰ καύσας ὁλόκληρα τὴν τέφραν πότιζε μετὰ κονδίτου.

6. Ἐς τὸ στῆσαι κοιλίαν.
7. Ῥοῦν μετὰ οἴνου καὶ ὀρύζης
8. ἑψήσας καὶ ἀποτριτώσας ἔνιε, ἢ τράγου ἧπαρ ἑψήσας μετὰ
9. οἴνου αὐστηροῦ δὸς πιεῖν, ἢ κηκίδας καύσας λείωσον καλῶς
10. καὶ μίξας στέαρ χοίρειον καὶ τηγανίσας μετὰ ὄξους δὸς
11. φαγεῖν τῷ πάσχοντι, ἢ λαβὼν πεπέρεως δραχ. α΄. θερμίνου
12. ἀλεύρου ἤτοι λουπιναρίου δραχ. γ΄. καὶ μέλιτος κοχλιάριον α΄.

13. Πρὸς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.
14.
15. Κάχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετ᾿
16. ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν μετὰ μίαν ὥραν τῆς ἐπισημασίας.

17. Πρὸς κυνοδήκτους.
18. Κνίδης σπέρμα καταπλασσόμενον,
19. ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον
20. σὺν οἴνῳ πινόμενον, ἢ τοῖς δήγμασι ἐπιτιθέμενον,
1. ἢ σκόροδα καταπλαττόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα.

2. Πρὸς λυσσοδήκτους.
3. Λυσσοδήκτων τοῖς τραύμασι
4. κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω·
5. καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ. καὶ τὸ
6. ἀφέψημα αὐτῆς πινόμενον. ἑφθὴ δὲ κράμβη προτρωγομένη
7. φθισικοὺς θεραπεύει. καὶ τὰς περὶ ἀρτηρίαν διαθέσεις
8. ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς
9. τοῦτο ὑπεκτήκει.

10. Πρὸς συνάγχην καὶ πόνον τραχήλου.
11. Λεύκη ξηρὰ
12. μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου
13. σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενον.

14. Πρὸς ἐσωχάδας.
15. Ἀμάραντον ἀποβρέξας μεθ᾿ ὕδατος
16. ὀψὲ καὶ πρωῒ πότισον.

17. Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν
18. Ἐλενίου, σινήπεως,
19. δαφνίδων κατὰ λόγον κοπανίσας, εἶτα ἐξελὼν φλοῦν
20. καρύας νέας κόψον μικρά. εἶτα βάλλε ἐν ὅλμῳ καὶ κόψον
21. αὐτὸν ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας
1. τρεῖς καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει
2. ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τῆς σπληνὸς ἀπὸ
3. πρωῒ ἕως ἡμέρας η΄. προκενώσας τὴν γαστέρα καὶ θαυμάσεις.

4. Ἄλλο πρὸς τῆξιν σπληνός.
5. Καππάρεως ῥίζης γο. γ΄.
6. ἀσβέστου γο. δ΄. κόψας καὶ σήσας καὶ ὄξει μίξας ἐπίθες μὴ
7. πλέον ὥρας μιᾶς καὶ ὅλον τήκεται. ἄλλο. κράμβης ζωμὸν
8. ἕψει μόνον, μετὰ δὲ ὀξυμέλιτος πότισον νηστικῷ, ἢ βάτου
9. ῥίζαν μετ᾿ ὄξους ἀποτριτώσας δίδου πιεῖν ἡμέρας τρεῖς.
10. ἄλλο. φλοῦν καρύας μετ᾿ ὄξους καὶ μέλιτος ἑψήσας πότισον
11. νηστικῷ, ἢ σίδηρον πυρώσας ἐν οἰνομέλιτι σβέσας ἐν ποτηρίῳ
12. δὸς πιεῖν καὶ θαυμάσεις.

13. Πρὸς ὀδόντας μέλανας.
14. Φοινίκων ὀστᾶ καὶ μαστίχην
15. καὶ μέλι τρῖβε, τοὺς ὀδόντας ἐπὶ ἡμέρας ζ΄. καὶ λευκαίνονται.

16. Πρὸς ἕλμινθας.
17. Θέρμους καὶ δάφνης φύλλα καὶ
18. χολὴν ταύρου μίξας ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν τῆς κοιλίας καὶ ὠφελεῖ.

Πρὸς ἐσωχάδας καὶ ἐξωχάδας.
1. Ἄμυλον καὶ πίσσαν
2. καὶ ὕδωρ ζεννύμενα δὸς πιεῖν ἐπὶ ἡμέρας ἑπτὰ μετὰ τὸ
3. ἀποτριτωθῆναι τὸ εἰς τὸ ἕψημα.

4. Πρὸς πόνον ὀδόντων.
5. Ἀμπελοβόθρακα κρατήσας
6. τηγάνισον μετ᾿ ἐλαίου καὶ ἔμβαλλε τῷ ὠτίῳ καὶ ὑγιαίνει.

7. Πρὸς βδέλλας.
8. Τρίψας ἀριστολοχίαν ἁλάτιζε.

9. Πρὸς λιθιῶντας διουρητικά.
10. Δαφνίδων πεπέρεως
11. ἴσα δίδου μύστρον α΄. μετὰ ὑδρομέλιτος.

12. Ἄλλο θραῦον λίθους.
13. Δάφνης φλοιὸν ἀνάζεσον ὕδατι
14. ἕως ἀποτριτώσεως καὶ δίδου ῥοφεῖν. ἄλλο ὅμοιον. τρυγόνος
15. ὀρνέου κόπρον καύσας πάρεχε μετὰ μελικράτου, ποιεῖ
16. γὰρ ἐξουρεῖσθαι τοὺς λίθους.

17. Πεπειραμένον εἰς λιθιῶντας.
18. Στρουθίου, ῥέου Ποντικοῦ,
19. καππάρεως, ἀνὰ δραχ. α΄. δίδου σὺν οἴνῳ λευκῷ καθ᾿
20. ἡμέραν δραχ. α΄. καὶ οὐρήσεις ὑπόστασιν ἐν τῷ οὔρῳ λιθώδη.
21. ἄλλο. ὀρίγανον ἀποζέσας ἕως ἀποτριτώσεως μεθ᾿ ὕδατος
22. πάρεχε κύαθον ἐκ τοῦ ἀποζέματος πιεῖν. 

Εἰς στραγγουρίαν.
1. Μαράθρου σπέρμα, δαφνίδων
2. Θηβαϊκῶν ἐξ ἴσου κόψας σὺν εὐκράτῳ δίδου θερμόν.

3. Πρὸς δυσουρίαν καὶ στραγγουρίαν.
4. Κόστου, μέλιτος,
5. ὕδατος κυάθους θ΄. δίδου πιεῖν κρατῆρα, τὸν μισθὸν προαπαιτῶν.
6. ἄλλο. Κυπέρου Ἀσιατικοῦ κοχλιάριον α΄
7. μετὰ ἀκράτου δίδου λεῖον ἢ μετὰ μέλιτος· ἔστι γὰρ δόκιμον.

8. Πρὸς δυσουρίαν.
9. Πετροσελίνου Μακεδονικοῦ κόψας
10. δίδου κοχλιάριον α΄.

11. Πρὸς στραγγουρίαν.
12. Κολοκύνθην κοπάνισον ξηρὰν
13. ὡς ἀλεύρου καὶ κοχλιάριον μικρὸν μεθ᾿ ὕδατος δὸς πιεῖν.

14. Πρὸς τοὺς ἐνουροῦντας εἰς τὰ σάγια.
15. Λαγωοῦ ἐγκέφαλον
16. σὺν οἴνῳ πότισον. ἄλλο. φῦσαν ὀπτήσας δὸς φαγεῖν
17. ἐπὶ ἡμέρας γ΄. ἢ κύπερον λειώσας πότισον, ἢ λαγωοῦ
18. ὄρχιν ἐν οἴνῳ εὐώδει χλιαρῷ δὸς πιεῖν.

19. Πρὸς στραγγουρίαν.
20. Δενδρολίβανον λαβὼν βράσον
21. μετ᾿ οἴνου πλεῖστον ἐπὶ ἡμέρας τρεῖς πάρεχε πίνειν. λαβὼν
22. ῥαφίδα τὸ θαλάσσιον ὀψάριον καύσας καὶ τὴν σποδιὰν δὸς πιεῖν.

Περὶ λειχήνων.
1. Κέρας ἐλάφου ῥινήσας μετ᾿ ὄξους
2. δριμυτάτου ἀποτριτώσας ἐπάλειφε.

3. Πρὸς ἀγρίου λειχῆνας.
4. Κριθάλευρον μετ᾿ ὄξους δριμέος
5. ἐμμίξας ἄλειφε, ἢ ἀκροσφοδείλου ῥίζαν σὺν ὄξει λειώσας
6. χρῖε συχνῶς, ἢ καῦσον λινοῦν πανίον ἐπάνω σιδήρου
7. καὶ ἄλειφε, ἢ φύλλα καρύας χλωρὰ ἀποζέσας κατάπλαττε,
8. τοῦτο καὶ ἐπὶ ψώρας.

9. Πρὸς αἰδοίου πόνον καὶ φλεγμονήν.
10. Κύμινον ἑψήσας
11. πολλὰ καὶ λέπυρα ὠῶν ἐπάντλει, καὶ θαυμάσεις.

12. Πρὸς λειχῆνας.
13. Σκόροδον καὶ θεάφην, ὕδωρ καὶ
14. ἔλαιον σμήξας ἄμφω ἄλειφε.

15. Κατάπλασμα πρὸς τραύματα πρόσφατα ἀπὸ ξίφους ἢ
ξύλου.

16. Ἰτέας φύλλα τρίψας ἐπίθες καὶ τὸ αἷμα στήσεις
17. καὶ τὰ τραύματα παρακολλᾷ καὶ ὑγιαίνει. ἢ βολβοὺς προβάτων
18. ἅμα ἐλαίῳ λειώσας κατάπλασον.

19. Πρὸς δηλητήρια φάρμακα.
20. Πήγανον καὶ σῦκον καὶ
21. κάρυον τρίψας πότισον μετ᾿ οἴνου, ἢ τῆς νύσσης τὸ αἷμα
1. ὑγρὸν σὺν ἐλαίῳ πινόμενον σώζει τοὺς πιόντας δηλητήριον
2. φάρμακον καὶ τοὺς ὑπὸ ἐχίδνης δηχθέντας.

3. Πρὸς ῥεῦμα ἐν τῷ λαιμῷ.
4. Χελιδόνος νεοττιὰν λειώσας
5. μετ᾿ ὄξους κατάχριε.

6. Πρὸς μαστῶν γυναικῶν ὄγκους.
7. Αἰγὸς ἀφόδευμα
8. ξηρὸν μετὰ οἴνου ἀκράτου ἐπίθες καὶ λύει τὴν φλεγμονήν.

9. Εἰς λυκοκεφαλίαν.
10. Χοίρου ἀφόδευμα καύσας καὶ
11. λαβὼν σποδὸν, μίξας μετὰ μέλιτος, ξυρήσας τὴν κεφαλὴν
12. ἄλειφε καὶ ἐπίθες ἐπάνω κράμβης φύλλα.

13. Βηχικοῖς καὶ ἑκτικοῖς.
14. Στύρακος καὶ κράμβης χυλοῦ
15. συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην, ἢ
16. δαφνελαίου καὶ οἴνου καλοῦ, ἀνὰ δραχ. γ΄. σμήξας καὶ χλιάνας
17. ἐν λουτρῷ ἔσωθεν καὶ οἰνελαίου θερμοῦ κέρα καὶ συμπυριάσας
18. τῷ στομάχῳ. ἄλλο. θερμῶν πυρίαν στακτὴν βρέξας,
19. πυρία πόδας τοῦ βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε
20. καὶ πυρίαζε. τοῦτο δὲ βῆχας ἰαθήσεται.

21. Εἰς βῆχας.
22. Ῥητίνην συντρίψας μετὰ οἴνου παλαιοῦ
1. πότισον νήστει. καὶ γλήχωνα μετ· ὀξυκράτου προεψήσας δὸς
2. πιεῖν, ἢ βερονίκην ζυμώσας μετὰ μέλιτος δίδου
3. φαγεῖν, ἢ ῥαφανὴν ὀπτὴν ἐσθιομένην δίδου πρωῒ καὶ ὀψὲ,
4. ἢ βούτυρον ἄναλον καπινέτω βασιλικοῦ καρύου μέγεθος.

5. Πρὸς τοὺς ἐν τῷ θώρακι χυμούς. Κνίδης τὰ φύλλα
6. συνεψηθέντα πτισάνῃ δίδου πίνειν. ποιεῖ δὲ καὶ πρὸς πνευματώσεις
7. καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι.

8. Πρὸς βῆχας. Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ,
9. τὸ ζεμάτιον λάβε τῷ πρωῒ μετὰ μέλιτος.

10. Εἰς καλλιφωνίαν. Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ
11. καὶ ποθεῖσα φωνὴν λαμπρύνει.

12. Πρὸς ἀποκοπὰς φωνῆς.
13. Στύρακα λειώσας μετὰ
14. ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθοις καὶ δίδου τρίτον καὶ
15. εὐθέως λαλήσει.

15. Αὐξητικὰ πλοκάμων καὶ πώγωνος, εἰ ἐπιῤῥέουσι.
16. Τεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχου μίξας κατάχριε
17. τὰς τρίχας, ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου
1. ὀμφακίνου ἢ μυρσίνου ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον
2. ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ, λειώσας ἄμφω,
3. ποίει πάχος μέλιτος καὶ ἐπίχριε τὴν κεφαλὴν ἐν βαλανίῳ.
4. βέλτιόν ἐστι καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον,
5. τὸ ἕβδομον μέρος λαδάνῳ ἐπίβαλλε καὶ χρῖε.

6. Πρὸς ὀδύνας νεφρῶν.
7. Γλήχωνι συνεψείσθωσαν πίτυρα
8. ἔξ ἀλεύρων καὶ σακκελίσας τὸν ζωμὸν καὶ σπόγγῳ
9. τοῦτο βρέξας, πυριαζέσθω οὕτως.

Cliquer un n° de page pour en afficher l’image