ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΘΡΑΣΥΒΟΥΛΟΝ
ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΑΙΡΕΣΕΩΣ.
1. Ἕκαστον τῶν ἰατρικῶν θεωρημάτων, καὶ
2. καθόλου πᾶν θεώρημα, πρῶτον μὲν ἀληθὲς εἶναι δεῖ, εἶτα
3. χρήσιμον, εἴτ’ ἀκόλουθον ταῖς ὑποτεθείσαις ἀρχαῖς. ἐκ γὰρ
4. τῶν τριῶν τούτων τὸ ὑγιὲς θεώρημα κρίνεται, ὡς, ἐάν τι
5. τῶν εἰρημένων τῷ θεωρήματι μὴ προσῇ, οὐδὲ θεώρημα
6. τοῦτο τὴν ἀρχὴν ἂν εἴη ῥητέον. ἐπειδὴ γὰρ αἱ τέχναι ἐκ
7. θεωρημάτων εἰσὶ, καὶ τούτων οὐχ οἵων ἔτυχεν, ἀλλὰ πρῶτον
8. μὲν σύστημά τι δεῖ ἔχειν τὰς καταλήψεις, εἶτα καὶ
9. πρὸς χρήσιμόν τι φέρειν, διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι, πᾶν
1. θεώρημα καὶ ἀληθὲς εἶναι, καὶ χρήσιμον, καὶ ἀκολουθίαν
2. τινὰ ἔχειν, οὐ μόνον περὶ τὰς ὑποτεθείσας ἀρχὰς, ἀλλὰ
3. καὶ πρὸς τὰ λοιπὰ θεωρήματα. καθ’ ὅσον μὲν γὰρ ὑπὸ
4. κατάληψιν πίπτει πᾶν θεώρημα, ἀληθὲς αὐτὸ ὑπάρχειν δεῖ·
5. ψευδῶν γὰρ οὐκ εἰσι καταλήψεις. καθ’ ὅσον δὲ πρός τι
6. τέλος συντείνει εἰς τὸν βίον φέρον, δεῖ ἕκαστον τῶν θεωρημάτων
7. χρήσιμον εἶναι καὶ ἀναγκαῖον. τὸ δὲ σύστημα τῶν
8. καταλήψεων πρὸς τὴν ἄλληλα συμφωνίαν τῶν θεωρημάτων,
9. καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν ἐπιζητεῖν δεῖ. ἐπεὶ δὲ
10. ὥσπερ ὑπὸ ἕνα ἄρχοντα τὸ σύστημα νοεῖται τῶν ἀρχομένων,
11. οὕτω καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν τὸ θεώρημα ἀναφέρεται.
12. διὰ τοῦτο πᾶν θεώρημα ἀληθὲς καὶ χρήσιμον καὶ
13. ἀκόλουθον εἶναι δεῖ. εἰ δὲ τοῖς τρισὶ τούτοις. πᾶν θεώρημα
14. τεχνικὸν κρίνεται, δῆλον ὅτι καὶ τὰ ἰατρικὰ θεωρήματα τοῖς
15. αὐτοῖς τούτοις κρίνοιντο ἄν. δεῖ τοίνυν, ἐπειδήπερ ἀεὶ μήτε
16. τὸ ἀληθὲς ὁποῖόν τί ἐστι, καὶ ὅπως ἂν κρίνοιτο, πρόδηλον
17. ὑπάρχει, μήτε τὸ χρήσιμον, μήτε τὸ ἀκόλουθον, εὐκατάληπτά
1. ἐστι, γνωρίσματα τούτων τινὰ καὶ κριτήρια πρὸ
2. τῶν ἄλλων παραδοῦναι.