6. Τούτων δὲ κεφαλαιῶδες τῶν νῦν ἐκτεθέντων,
7. χρήσιμον ἂν εἴη ὑπογράψαι, τί ἐστιν ἔνδειξις, καὶ πῶς
8. ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται· καὶ τί τήρησις,
9. καὶ ὅπως ἀπὸ τηρήσεως τὰ χρήσιμα τηρεῖται· καὶ τί ἀναλογισμὸς,
10. καὶ ὅπως ἀπὸ αὐτοῦ τὸ χρήσιμον καταλαμβάνεται.
11. ὥσπερ τοίνυν τῶν φαινομένων τὰ μὲν ἐξ ἑαυτῶν εἰσι
12. καταληπτὰ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν· τὰ δὲ τῇ συμπαρατηρήσει
13. καταλαμβάνεται, ὡς τὰ διὰ σημείων γιγνωσκόμενα·
14. οὕτω καὶ τὰ συμφέροντα μὲν ἐνδείξει καταλαμβάνεται.
15. συμπροσπίπτει γὰρ τοῖς ἐνδεικνυμένοις τὰ συμφέροντα, καὶ
16. οὐδενὸς λογισμοῦ χρείαν ἔχει. διὰ τοῦτο γάρ τοι καὶ τὰ
17. ἄλογα τῶν ζώων ἀπὸ ἐγκαύσεως καὶ κρύους καὶ ἁπλῶς ἀπό
18. πάντων βλάπτειν πεφυκότων ἀναχωρεῖ, συμπροσπίπτοντος
1. δηλονότι τοῦ συμφέροντος. καὶ ἐπὶ σκόλοπος ἐμπεπηγότος,
2. ἢ ἄλλου τινὸς, οὐδεὶς κατὰ λογισμὸν τὴν αἵρεσιν ποιεῖται.
3. ὅπερ οὖν ἐπὶ τῶν ἐναργῶς συγκατατεθέντων, πᾶσιν γὰρ
4. ὑπερβαίνουσιν ἔνδειξιν ἡ διάνοια ἡμῶν συγκατατίθεται τῷ
5. ἐναργεῖ, τοῦτο καὶ ἐπὶ τῶν ἐξ ἐνδείξεως καταλαμβανομένων
6. γίγνεται. σώζεται οὖν ἀναλογία τις τῇ ἐνδείξει πρὸς τὰ
7. φαινόμενα καὶ τὰ ἐναργῆ. ὅταν γὰρ τοῖς βλάπτουσι συμπίπτῃ
8. τὸ συμφέρον, τότε οὔτε παρατηρήσει, οὔτε λογισμῷ
9. χρώμεθα· αὐτὰ γὰρ τὰ βλάπτοντα ἐνδείκνυται τὸ συμφέρον.
10. ἡ δὲ τήρησις ἀναλογίαν τινα ἔχει πρὸς τὰ διὰ σημείων
11. καταλαμβανόμενα. ὡς γὰρ ἐκεῖ τῇ συμπαρατηρήσει καταλαμβάνεσθαι
12. λέγομεν, οὕτω κἀνταῦθα τοῦ συμφέροντος ἡ
13. τήρησις γίγνεται. ἐπὶ γάρ τισι πλειστάκις κατὰ τὸ αὐτὸ
14. ἀπηντηκόσιν, ἄνευ τῆς καταλήψεως τῶν ποιούντων αἰτίοιν,
15. ἡ τοῦ συμφέροντος τήρησις γίγνεται, ὡς ἐπὶ αἱμωδίας ἡ ἀνδράχνη.
16. οὔτε γὰρ. τὸ συνεκτικὸν αἴτιον ἐνταῦθά γε δηλοῖ,
17. οὔτε λογισμῷ τινι τὸ συμφέρον εὕρηται ἐπὶ τῶν ὑοσκύαμον
18. εἰληφότων, ἤ τι τοιοῦτον δηλητήριον προσενεγκαμένων, καταρχὰς
1. μὲν ἡ θεραπεία ἔκ τε τοῦ αἰτίου καὶ τοῦ τόπου
2. παραλαμβάνεται, ἀπορίᾳ δὲ τοῦ αἰτίου ὕστερον ἤδη τοῖς
3. τετηρημένοις χρώμεθα. τὸν μὲν γὰρ ἔμετον ἐν ἀρχῇ παραλαμβάνομεν,
4. τοῦ αἰτίου ἐνδεικνυμένου τὴν προαίρεσιν αὐτοῦ,
5. καὶ τοῦ τόπου τὸν τρόπον τῆς προαιρέσεως ἐπιλαμβάνοντος.
6. ὕστερον δὲ δὴ ἀγνοοῦντες τὴν αἰτίαν, τοῖς τετηρημένοις,
7. οἴνῳ καὶ γάλακτι χρώμεθα. ἀναλογισμῷ δὲ τὸ χρήσιμον καταλαμβάνεται,
8. ὅταν ἀγνοῆται μὲν ἡ αἰτία, τήρησίς τε μηδεμία
9. ὑπάρχῃ, ὁμοιότατον δ’ ἐκ τῶν συμπτωμάτων ᾖ. ἐπὶ
10. γὰρ τῶν τοιούτων ἀπὸ μὲν ἐνδείξεως τὸ χρήσιμον ληφθῆναι
11. οὐ δύναται, ἀγνοεῖται γὰρ τὸ αἴτιον· τηρήσεως δὲ οὐδεμιᾶς
12. γεγενημένης, ἀναγκαζόμεθα τῇ ὁμοιότητι τῶν συμπτωμάτων
13. προσέχοντες μεταβαίνειν ἐπὶ τὸ ὅμοιον. ὑπὸ γὰρ αἱμόῤῥου
14. τινὸς δηχθέντος, ἔπειτα αἱμοῤῥαγοῦντος, τὴν αἰτίαν, καθ’ ἣν
15. τοῦτο πάσχει, μὴ εἰδότες, μηδὲ τετηρηκότες, τοῖς πρὸς τὰς ἐκ
16. διαιρέσεως αἱμοῤῥαγίας ποιοῦσι χρώμεθα. κατὰ τοιοῦτον δή
17. τινα λόγον οἱ Κνιδιακοὶ ἰατροὶ τοὺς ἐν πνεύμονι πύον ἔχοντας
18. θεραπεύειν ἐπειρῶντο, τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενοι.
1. ἐπεὶ γὰρ πᾶν τὸ ἐν πνεύμονι ὑπάρχον διὰ βηχὸς ἀναφέρεται,
2. ἐξέλκοντες τὴν γλῶτταν, ἐνίεσάν τι εἰς τὴν ἀρτηρίαν
3. ὑγρὸν τὸ σφοδρὰν βῆχα κινῆσαι δυνάμενον, ἵνα διὰ τῆς
4. ὁμοιότητος τοῦ συμπτώματος ἀνενεχθῇ τὸ πύον. ὁ γοῦν
5. ἀναλογισμὸς γίνεται ἐπὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀναλογιζόμενοι
6. γὰρ μεταβαίνομεν ἀπὸ τῶν ὁμοίων εἰς τὰ ὅμοια. οἱ
7. δ’ Ἐμπειρικοὶ ἑτέρως, καὶ οὐχ ὡς ἡμεῖς τῇ τοῦ ὁμοίου μεταβάσει
8. κέχρηνται. φασὶ γὰρ γίγνεσθαι τὴν τοῦ ὁμοίου μετάβασιν
9. ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ἢ ἀπὸ παθῶν
10. ἐπὶ πάθη. ἀπὸ μὲν βοηθημάτων ἐπὶ βοηθήματα, οὕτως.
11. ὅταν γὰρ τὰ αὐτὰ συμπτώματα τοῖς παραλαμβανομένοις
12. προσῇ, τότε τὴν τοῦ ὁμοίου μετάβασιν ποιούμεθα, ὡς ἀπὸ
13. μήλου ἐπὶ μέσπιλον. ἀλλὰ ῥητέον πρὸς αὐτοὺς, ὅτι ἀδύνατός
14. ἐστιν ἡ τοιαύτη τοῦ ὁμοίου ὑμῖν μετάβασις. πότερον γὰρ
15. λογισμῷ χρώμενοι μεταβαίνετε ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον,
16. ἢ τηρήσει; εἰ μὲν γὰρ τηρήσει, τήρησίς ἐστι τὸ γινόμενον,
17. καὶ γινωσκόμενον, καὶ οὐχ ὁμοίου μετάβασις. εἰ δὲ λογισμῷ,
18. ἐρωτητέον αὐτοὺς, πότερον τῇ πάντων τῶν συμπτωμάτων
1. ὁμοιότητι προσέχοντες μεταβαίνουσιν ἀπὸ τοῦ ὁμοίου
2. ἐπὶ τὸ ὅμοιον, ἤ τινων. εἰ μὲν οὖν τῇ πάντων φήσουσιν,
3. οὐδὲν εὑρεθήσεται κατὰ πάντων τινὶ ὅμοιον. τὰ γὰρ κατὰ
4. μηδ’ ὁτιοῦν διαφέροντα ἀλλήλων ταὐτά ἐστι, καὶ οὐχ ὅμοια.
5. εἰ δὲ τῇ τινων συμπτωμάτων ὁμοιότητι φήσουσιν ἀρκεῖσθαι,
6. πότερον ταῖς κατὰ τὸ σχῆμα ἢ χρῶμα ὁμοιότησι, φήσομεν,
7. προσέχετε, ἢ ταῖς κατὰ σκληρότητα, ἢ μαλακότητα, ἢ μᾶλλον
8. ταῖς κατὰ γεῦσιν, ἢ κατὰ τι τοιοῦτον τὴν ὁμοιότητα κρίνετε;
9. ἂν δ’ ἢ τῇ κατὰ γεῦσιν λέγωσιν, ἢ κατ’ ἀλλ’ ὁτιοῦν,
10. προδήλως ὁμολογήσουσι τὰ ὠφελοῦντα, καθ’ ὅ τι ὠφελεῖ,
11. καταλαμβάνειν. ἐξ οὗ δῆλον, ὡς καὶ τὰ βλάπτοντα, καθ’
12. ὅ τι βλάπτει, ἀναγκασθήσονται ὁμολογεῖν εἰδέναι. τῇ γὰρ
13. ἐναντιότητι τῇ πρὸς τὰ βλάπτοντα τὰ ὠφελοῦντα ὠφελεῖ.
14. εἰ τοίνυν τὸ μέσπιλον κατὰ τὸ ἐμφερῆ τῷ μήλῳ τὴν γευστὴν
15. ἔχειν ποιότητα ἐπὶ τῶν δυσεντερικῶν αἱρεῖται, ἰστέον
16. ὅτι τῇ κατὰ τὴν γεῦσιν ὠφελεῖ ποιότητι. καὶ ἐπεὶ αὕτη
17. πρόδηλός ἐστι στύφουσα, συμπροσπίπτει τῇ καταλήψει
18. ταύτῃ τὸ ἐναντίας εἶναι ποιότητος ἢ δυνάμεως τὰ βλάπτοντα.
1. εἰ δὲ καταληπτῇ αἰτίᾳ ὑπεναντιοῦται τὰ βοηθήματα,
2. δῆλον ὅτι καταληπτά ἐστι τὰ κεκρυμμένα, καὶ χρήσιμα γιγνώσκεσθαι.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 10, ed. Kühn, 1821, vol. 1, p. 126-131. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩