5. Δεῖ δὲ τὸν ἀντιλέγοντα τοῖς Ἐμπειρικοῖς
6. κατὰ δύο τρόπους τὴν ἐπὶ ταῖς συνδρομαῖς τήρησιν ἀποκτᾶσθαι.
7. ἡ μὲν γὰρ τῶν δυναμένων τήρησις κοινή· ἡ δὲ ἐπὶ τοῖς
8. συμπτώμασιν ἰδία ἐκείνων. ἤτοι γὰρ χρὴ ὡς ἀδύνατον αὐτὴν
9. παντάπασιν ἀναιρεῖν, ἢ συγχωρεῖν μὲν εἶναι δυνατὸν,
10. ἄνευ δὲ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατον. πρῶτον τοίνυν,
11. ὅτι καὶ ἄνευ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατος ἡ τήρησις,
12. διὰ τούτων ἄν τις ἐπιδείξειεν. ὁμολογοῦσιν οἱ Ἐμπειρικοὶ,
13. ὅτι οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις συμπτώμασι τὴν τήρησιν
14. ποιοῦνται. οὔτε γὰρ ἐπὶ ξανθότητος, φέρε, ἢ λευκότητος,
15. ἢ σιμότητος, ἢ γρυπότητος τηρεῖν φασι. καίτοι καὶ ἐπὶ χρωμάτων
16. διαφορὰν τηροῦσί τινα, ὡς ἐπὶ τῶν ἰκτερικῶν, καὶ ἐπὶ
17. σχήματος, ὡς ἐπὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρήσεων.
18. ἀλλ’ οὔτοι γε καὶ ἐπὶ τοῖς προειρημένοις· ὥσπερ γὰρ, φασὶν,
1. οἱ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν λέγοντες οὐ
2. πάντα ἐνδείκνυσθαι λέγουσιν· οἵ τε γὰρ Μεθοδικοί τινα τῶν
3. φαινομένων ἐνδείκνυσθαί φασι, καὶ οὐ πάντα· οἵ τε Λογικοὶ
4. τῶν κεκρυμμένων, καὶ οὐ πάντα· οὕτω καὶ οἱ Ἐμπειρικοὶ
5. οὐκ ἐπὶ πᾶσι τοῖς συμπτώμασι τὴν τήρησιν, ἀλλ’ ἐπί τισι
6. ποιεῖσθαί φασιν. οὔτε γὰρ τὰ γεγονότα πάντα, οὔτε τὰ
7. παρόντα χρήσιμα οἴονται πρὸς τήρησιν εἶναι. οἷον, δέδηκταί
8. τις ὑπὸ κυνὸς λυττῶντος· πολυπραγμονεῖ παρελθὼν ὁ Ἐμπειρικὸς
9. μόνον, εἰ ὑπὸ λυττῶντος, τῶν δ’ ἄλλων τῶν προγεγονότων
10. ἐξετάζει οὐδὲ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς παροῦσιν·
11. οὐδὲ γὰρ ἐπὶ ἁπλότητι τριχῶν, ὡς ἔφην, ἢ οὐλότητι.
12. ἐπιζητεῖν οὖν ἄξιον παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν
13. οὐκ ἐπὶ πάντων τῶν συμπτωμάτων, ἀλλ’ ἐπί τινων τὰ συμφέροντα
14. τηροῦσιν, μηδὲν διαφερόντων τῶν συμπτωμάτων,
15. καθὰ φαινόμενά ἐστι, τῶν τε ἐφ’ οἷς ἡ τήρησις γίγνεται,
16. καὶ τῶν ἄλλων ἀχρήστων. τί οὖν ἐστι τὸ ἐνδεικνύμενον τὰ
17. χρήσιμα τῶν συμπτωμάτων, εἰπάτωσαν, πότερον φαινόμενον,
18. ἢ κεκρυμμένον; εἰ μὲν οὖν φαινόμενον φήσουσιν εἶναι, ᾧ
1. διακρίνεται τὰ χρήσιμα τῶν συμπτωμάτων, καὶ ἐφ’ οἷς δεῖ
2. τὴν τήρησιν γίγνεσθαι, φήσομεν πάλιν τοῦτο, φαινόμενον
3. μηδενὶ διαφέρειν τῶν συμπτωμάτων, καθ’ ὃ φαίνεται, τῶν
4. ἀχρήστων συμπτωμάτων. εἰ δ’ αὖ κεκρυμμένον φήσειεν εἶναι
5. τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, ὁμολογήσουσι
6. τὰ κεκρυμμένα πρὸς τὴν τήρησιν τῶν συμπτωμάτων
7. χρήσιμα εἶναι. ἀλλὰ μὴν τὰ κεκρυμμένα οὐδενὶ ἄλλῳ ἤ
8. λόγῳ καταληπτά εἰσιν. ὥστε, εἰ χρήσιμον μὲν ἡ ἐπὶ ταῖς
9. συνδρομαῖς τήρησίς ἐστι τῶν κεκρυμμένων, καὶ οὐδενὶ ἢ
10. λόγῳ ταῦτα καταλαμβάνεται, δῆλον ὡς ἀδύνατος ἄνευ λόγου
11. ἡ τήρησις γίνεται. διὰ τούτου μὲν οὖν τοῦ λόγου
12. προσαναγκάζειν αὐτοὺς ὁμολογεῖν, χρήσιμον εἷναι πρὸς τήρησιν
13. τὸν λόγον. οἱ δὲ, ἀπαντῶντες πρὸς ἡμᾶς, λέγουσι
14. καὶ τῶν συμπτωμάτων τὰ χρήσιμα εἶναι πείρᾳ κατειληφέναι·
15. καὶ ὅτι ἐπὶ μὲν τοῖσδε τοῖς συμπτώμασι χρὴ τηρεῖν, ἐπὶ δὲ
16. τοῖσδ’ οὐκ ἔτι, καὶ τοῦτο τετηρηκέναι. πρὸς τοῦτο βραχύς
17. ἐστιν ὁ λόγος. ἀπείρων γὰρ ὄντων συμπτωμάτων, ἐφ’
18. οἶς οὐ χρὴ τηρεῖν, ἀδύνατον ἦν τετηρηκέναι ἐφ’ ἅπασι
1. τοῦτο αὐτὸ, ὅτι οὐ χρὴ ἐπ’ αὐτοῖς τηρεῖν, ἐπ’ ἀπείροις
2. γὰρ τηρεῖν ἀδύνατον. τελευταῖον οὗν αὐτοῖς πάντοθεν συνελαυνομένοις
3. λείπεται λέγειν, κατὰ ἀποκλήρωσιν ἐληλυθέναι,
4. ἐπὶ μὲν τοῖσδέ τισι συμπτώμασι τηρεῖν, ἐπὶ δὲ τοῖσδε μηκέτι·
5. οὗ τί ἂν εἴη γελοιότερον; οὗτος μὲν οὖν ὁ λόγος ταύτῃ τελευτᾷ.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 12, ed. Kühn, 1821, vol. 1, p. 132-135. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩