6. Ὅτι δ’ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς
7. τήρησις, διὰ τούτων ἐπιδείξομαι. φασὶ τοίνυν οἱ Ἐμπειρικοὶ,
8. ὅτι ἡ τήρησις οὐκ ἐφ’ ἑνὶ, οὔτ’ ἐπὶ δύο. ἀλλ’ ἐπὶ
9. πλείστοις καὶ πλειστάκις τεθεωρημένοις καὶ ὡσαύτως ἔχουσι
10. γίνεται. πυνθανομένων οὖν αὐτῶν, εἰ ἐπὶ τοῖς αὐτοῖς γένεσι
11. τῶν συμπτωμάτων τὰ συμφέροντα τηροῦσιν, ἐξ ἀνάγκης
12. ἐπὶ τοῖς αὐτοῖς γένεσι τηρεῖν φήσουσιν. ἐὰν γὰρ ἐπὶ
13. μὲν τοῦδε πυρετὸς, φέρε, ᾖ καὶ φλεγμονὴ, ἐπὶ δὲ τοῦδε
14. ἀπόκρισις χολῆς δι’ ἐμέτου ἢ δι’ ἕδρας γένηται, οὐχ οἷον
15. τὴν αὐτὴν ποιήσασθαι τήρησιν. ὅτι οὗν ἐξαρκεῖ κατὰ τὸ
16. γένος τὰ αὐτὰ εἶναι συμπτώματα, οὐδαμῶς φήσουσιν, ἀλλὰ
1. κατὰ τὸν ἀριθμὸν ἴσα εἶναι δεῖ. ἐὰν γὰρ τὰ αὐτὰ μένῃ
2. συμπτώματα, μὴ πάντα δὲ, ἢ πλείω, ἐξαλλάσσεται ἡ συνδρομὴ,
3. καὶ ἑτέρας χρεία τηρήσεως. δεῖ γὰρ ἐπὶ τοῖς αὐτοῖς
4. γένεσι καὶ τοῖς ἴσοις ἀριθμοῖς τὴν τήρησιν γίγνεσθαι. ὅπως
5. δ’ ἐξαλλάσσεται ἡ πᾶσα θεραπεία περὶ τοῦ πλεονασμοῦ
6. καὶ ἐνδείας συμπτωμάτων, ἐντεῦθεν σκεπτέον. ἔστιν οὖν τις
7. ἐπὶ τῇς φλεγμονῆς τετηρημένη θεραπεία. ἂν οὖν ἕν τι
8. σύμπτωμα περιέλῃ τῆς φλεγμονῆς, οἷον τὴν αἴσθησιν, ἐξαλλάσσεται
9. καὶ ἡ θεραπεία. ἀντὶ γὰρ φλεγμονῆς σκίῤῥος γίνεται,
10. καὶ οὐχ ἡ αὐτὴ θεραπεία ἁρμόζει. οὕτω μὲν
11. οὖν παρὰ ἔνδειαν συμπτώματος ἐξαλλάσσεται ἡ θεραπεία.
12. παρὰ δὲ πλεονασμὸν οὕτως. ἂν τῇ φλεγμονῇ πυρετὸς ἢ
13. συγκοπὴ προσγένηται, ἅμα τῷ πλεονασμῷ τῶν συμπτωμάτων
14. διαφέρουσα μὲν γίνεται ἡ συνδρομὴ, διαφέρουσα δὲ
15. καὶ ἡ θεραπεία παραλαμβάνεται. καὶ οὐ μόνον κατὰ γένος
16. ταὐτὰ εἶναι δεῖ συμπτώματα, καὶ κατὰ τὸν ἀριθμὸν ἴσα,
17. ἀλλὰ καὶ κατὰ τὸ μέγεθος δεῖ μήθ’ ὑπερβάλλειν, μήτ’
18. ἐλλείπειν. καὶ γὰρ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων
1. ἐξαλλάσσεται ἡ θεραπεία. τὰς μὲν γὰρ ἐπιπολῆς διαιρέσεις
2. οὐ ῥάπτομεν, ἀλλ’ οὐδ’ ἀσιτίᾳ ἄν τις χρήσαιτο. διαιρέσεως
3. δὲ μεγάλης γεγενημένης, καὶ ἀσιτίαν παραλαμβάνομεν,
4. καὶ φλεβοτομίαν, καὶ ἀγκτῆρας, καὶ τὰ ὅμοια. καὶ οὐκ
5. ἐπαρκεῖ τῷ γένει τὰ αὐτὰ εἶναι συμπτώματα, καὶ τῷ ἀριθμῷ
6. ἴσα, καὶ τῷ μεγέθει ὅμοια, ἀλλὰ καὶ χρόνον δεῖ τηρήσει·
7. παραλαμβάνεσθαι. ἄλλα γὰρ ἀρχομένων τῶν νοσημάτων
8. βοηθήματα παραλαμβάνεται, ἄλλα δ’ ἀκμαζόντων. ἀρχομένων
9. γὰρ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κινέειν· ἀκμαζουσῶν
10. δὲ, ἡσυχίην ἔχειν, ἔφη Ἱπποκράτης. καὶ φλεγμονῆς
11. δὲ ἀρχομένης μὲν, τοῖς ἀποκρουστικοῖς χρώμεθα, μετὰ δὲ
12. τοῦτο καταπλάσμασι καὶ τοῖς διαφορεῖν τὸ ἐπενεχθὲν δυναμένοις.
13. δεῖ δὲ καὶ τὴν τάξιν τοῖς εἰρημένοις συμπαρατηρεῖν,
14. καὶ γὰρ παρὰ τὴν τάξιν ἐξαλλάσσεται ἡ συνδρομή. διὰ
15. τοῦτο δὲ καὶ τὴν θεραπείαν ἐξαλλάσσεσθαι ἀναγκαῖον. ἄλλως
16. γὰρ τοὺς μανέντας, εἶτα πυρέξαντας θεραπεύομεν, καὶ
17. ἄλλως τοὺς πυρέξαντας, εἶτα μανέντας. καὶ γὰρ ὀλέθρια
18. καὶ οὐκ ὀλέθρια παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς
1. ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, τὰ πάθη γίνεται. πυρετὸς
2. μὲν ἐπὶ σπασμοῦ οὐ μόνον ἀκίνδυνος, ἀλλὰ καὶ
3. λύει τὸ νόσημα· ἐπὶ πυρετοῦ δὲ σπασμὸς ὀλέθριος. ἐξαλλασσομένης
4. δὲ τῆς συνδρομῆς, παρὰ τὴν τάξιν τῶν συμπτωμάτων,
5. ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, ἀναγκαῖον
6. ὁμολογεῖν, καὶ τὴν θεραπείαν διαφέρειν. ἐπεὶ τοίνυν οὐ μόνον
7. ταὐτὰ τῷ γένει τὰ συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα τε
8. καὶ τῷ μεγέθει ὅμοια εἶναι δεῖ, ἀλλὰ καὶ τὸν αὐτὸν χρόνον
9. καὶ τὴν τάξιν τὴν αὐτὴν φυλάττεσθαι ἀναγκαῖον, εἰ
10. μέλλοι ὑγιὴς ἡ τήρησις ἔσεσθαι, ἀδύνατον δ’ ἐν ἅπαντι τῷ
11. βίῳ, μὴ ὅτι, πλείοσιν, ἀλλὰ καὶ δύο ἀῤῥώστοις τὰ εἰρημένα
12. πάντα ὁμοίως συμβῆναι, δῆλον ὡς ἀδύνατος ἔσται ἐπὶ τῇ
13. συνδρομῇ τήρησις. ὅτι δ’ ἀδύνατον τὰ εἰρημένα πάντα
14. ἐπὶ πᾶσιν ἢ πλείοσι συγχωρῆσαι, διὰ τούτων ἄν τις ἐπιδείξειε.
15. παρὰ τὴν αἰτίαν, καὶ τοὺς πάσχοντας τόπους, καὶ
16. τὰς ἡλικίας, καὶ παρὰ τὰ ἔθη, καὶ παρὰ τὰ μεγέθη τῶν
17. συμπτωμάτων, καὶ παρὰ τὰς φύσεις, καὶ παρὰ τὰς ὥρας,
18. καὶ τὰς χώρας διαφέροντα τὰ πάθη γίγνονται· ἀδύνατον
1. πάντως δυσὶ συγχωρῆσαι ἀνθρώποις, ὡς ὁμοίως κατὰ πάντα
2. ἔχουσι. διόπερ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις.
3. κἂν δύο δ’ ἀπαράλλακτοι εὑρεθῶσιν, οὐδ’ οὕτως ἡ
4. τήρησις δυνατὴ, διότι ἐπὶ πλειόνων αὐτὴν γενέσθαι δεῖ.
5. ἀλλὰ πῶς, φασὶ, τὸ ἑαυτῶν ὑμεῖς κατασκευάζετε δόγμα;
6. δοκοῦμεν γὰρ αὐτοῖς ἀδυνατοῦντες τηρεῖν, καὶ ἐπὶ τοῖς
7. συμπτώμασι, καὶ ἐπὶ ταῖς δυνάμεσι. ὅτι γὰρ ὁ ἑλλέβορος
8. καθαίρει καὶ τὰ ἐπὶ τῶν ἰοβόλων, τηρήσει κατείληπται.
9. καὶ ἐπὶ τῇ αἱμωδίᾳ ἡ αἰτία οὐ μὴν κατείληπται, ὅτι
10. δ’ ἀνδράχνη λύει αὐτὴν, τετήρηται. ῥητέον οὖν πρὸς αὐτοὺς,
11. ὅτι ἡμεῖς μὲν τὰ χρήσιμα τῶν συμπτωμάτων περιορίζοντες
12. τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, καὶ τῇ χρείᾳ τὸ
13. χρήσιμον κρίνομεν. κατειληφότες οὖν καὶ τὰ ἀπὸ τῶν αἰτιῶν
14. ἐπιφερόμενα ἅπαντα συμπτώματα, ὡς τὸ βάρος, καὶ
15. τὰ ἀπὸ τῶν τόπων, ὡς τὸ δυσπνοεῖν, καὶ τὰ ἀπὸ τῆς δυνάμεως,
16. ὡς τὸ λειποθυμεῖν, εὑρίσκομεν, ὅτι ταῦτα μὲν χρήσιμα,
17. τὰ λοιπὰ δ’ ἄχρηστα. ἐπεὶ οὖν περιεγράψαμεν τὰ
18. χρήσιμα τῶν συμπτωμάτων τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ,
1. ὅσα μὲν αἰτίας, ἢ τόπου, ἢ δυνάμεώς ἐστι συμπτώματα,
2. ταῦτα χρήσιμα νομίζομεν, ὅσα δὲ μὴ, ἄχρηστα. κἂν μὴ καταλαμβάνωμεν
3. οὖν μήτε τὰς νοσαζούσας αἰτίας, μήτε τοὺς
4. πεπονθότας τόπους, τῷ δύναμιν ἔχειν διακριτικὴν, ὡς ἔφην,
5. συμπτωμάτων χρησίμων τε καὶ ἀχρήστων, κἂν μὴ δυνάμεθα
6. τὰς τηρήσεις ποιεῖσθαι ἐπὶ τοῖς ποιήσασιν, ὡς ἐπ’ αἰτίοις,
7. ἢ πεπονθόσι τόποις, οἶον αἵματος ἐνοχλοῦντος, μὴ κατειληφότες,
8. ὅτι αἷμά ἐστι τὸ νοσάζον, ἀπὸ δὲ τοῦ βάρους τοῦ
9. ἐπιφερομένου συμπτώματος, ὅτι αἰτία ἐστὶ τὸ βάρος, ὁρμώμενοι
10. τηρεῖν ἐπ’ αὐτοῖς δυνάμεθα. οὕτω καὶ ἐπὶ τῇ δυσπνοίᾳ,
11. οὐκ εἰδότες, ὅτι κοιλίας, ἢ πνεύμονος, ἢ ἥπατος,
12. ἢ διαφράγματος, ἤ τινος ἑτέρου τόπου πάσχοντός ἐστι σύμπτωμα,
13. μόνον δ’, ὅτι τόπος ἐστὶ, εἰδότες, τηρῆσαι ἐπ’ αὐτοῖς
14. δυνάμεθα, ὡσεὶ καὶ ἐπὶ τῷ τόπῳ αὐτῷ. ὅσα δὲ μήτε
15. τόπου ἐστὶ συμπτώματα, μήτε αἰτίας, μήτε δυνάμεως, ὡς
16. παρέλκοντα παραιτούμεθα. τὴν εὐχρηστίαν οὖν καὶ τὴν
17. ἀχρηστίαν, ἐφ’ οἷς τηροῦμεν σκοποῖς, πρὸς τοὺς Ἐμπειρικοὺς
18. ῥητέον· ὅτι ἡμεῖς ἐπὶ μόνοις τοῖς γένεσι τῶν συμπτωμάτων
1. τηροῦμεν, ἐφ’ ὧν μήτε δυνάμεως, μήτε καιροῦ, μήτε
2. μεγέθους, μήτε τάξεως, μήτ’ ἄλλου τινὸς χρεία, ὡς ἐπὶ
3. αἱμωδίᾳ τὴν ἀνδράχνην. τί οὖν κωλύει, φήσουσιν ἴσως, καὶ
4. ἡμᾶς οὕτω τηρεῖν; ἂν ἐπὶ τούτων, φήσομεν, ἐφ’ ὧν
5. γένος συμπτωμάτων τηρεῖται, ὥσπερ καὶ ἡμεῖς ἔμπροσθεν,
6. τῶν λοιπῶν, ἐφ’ ὧν χρεία καιροῦ καὶ μεγέθους καὶ δυνάμεως,
7. μηκέτι συμφωνεῖτε ἡμῖν. ἐὰν δὲ λέγωσιν, ὅτι ἐπὶ αἱμόῤῥου
8. δήγματος πλείονα παρακολουθεῖ συμπτώματα, καὶ
9. οὐδὲν ἐπὶ τούτων τετηρήκατε, τίν’ ἂν φήσομεν, ὅτι οὐκ
10. ἐπὶ τοῖς συμπτώμασιν, ἀλλ’ ἐπὶ τῷ προκαταρκτικῷ αἰτίῳ
11. τηροῦμεν; ἐπιζητοῦμεν δὲ τὰ συμπτώματα εἰς κατάληψιν
12. τῶν προκαταρκτικῶν αἰτίων, ἐφ’ οἷς τετηρήκαμεν. ἀγνοοῦντες
13. γὰρ τὴν αἰτίαν, καὶ ἀποροῦντες κατ’ ἔνδειξιν θεραπείας,
14. τὴν ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις τήρησιν παραλαμβάνομεν.
15. τηροῦμεν δὲ οὐ μόνον ἐπὶ αἰτίοις, ἀλλὰ καὶ ἐπὶ τόπῳ
16. ἑνί. ἐπὶ οὖν τῇ τοῦ ἥπατος πείσει καὶ ἐπὶ σπληνὸς πείσει
17. τετηρήκαμέν τινα. ἂν δὲ λέγωσιν, ἓν ἑκάστῳ τούτων σύμπτωμα
18. παρακολουθεῖ, φήσομεν, ἔστιν ὅτε οὐχ ἓν, ἀλλὰ
1. πολλά. πολυπραγμονοῦμεν δὲ τὰ πολλὰ, καὶ οὐχ ἵνα ἐπ’
2. αὐτοῖς τηρήσωμεν, ἀλλ’ ἵν’, ἐφ’ ᾧ τηροῦμεν, καταλάβωμεν·
3. ἐπὶ τῶν ἡπατικῶν πεπονθέναι τὸ ἧπαρ, ἐφ’ ᾧ τήρησις
4. γίγνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὡς ἐπὶ τὸ πολὺ δὲ
5. ἐπὶ τῇ προκαταρκτικῇ αἰτίᾳ τήρησις γίγνεται. οὐ γὰρ ἐπὶ
6. τῇ αἱμωδίᾳ ἡ ἀνδράχνη τετήρηται, ἀλλ’ ἐπὶ τῇ ἀπὸ τῶν
7. ὀξέων ἢ στρυφνῶν γεγενημένῃ διαθέσει. τοὺς γοῦν ἀπὸ ῥεύματος
8. αἱμωδιῶντας, ἢ δι’ ἔμετον, ἢ πριόντων τινῶν, οὐδὲν
9. ὠφελεῖ ἡ ἀνδράχνη. ἐπιζητήσαντες οὖν πρότερον τὴν αἰτίαν,
10. ἀφ’ ἧς γέγονεν ἡ αἱμωδία, ἔπειθ’ οὕτως αὐτῇ χρώμεθα.
11. τὰ δὲ παραλαμβανόμενα ἐπὶ τῶν τοιούτων οὐκ ἐναντιοῦται
12. ταῖς προκαταρκτικαῖς αἰτίαις. οὐ γάρ ἐστιν ἄλλα ταῖς συνεκτικαῖς.
13. ταῦτα μὲν οὖν πρὸς τὸ ταῖς ἐπιδρομαῖς τήρησιν
14. ἔχειν εὐλόγως ἂν λέγοιτο. προσπυθέσθαι δὲ δεῖ τὸν
15. Ἐμπειρικὸν, πῶς οἱ καιροὶ τῆς προσαγωγῆς τῶν βοηθημάτων
16. τηροῦνται, ἢ τὰ μέτρα τῶν βοηθημάτων, ἢ οἱ καιροὶ
17. τῶν προσφόρων, ἢ τὸ ποσὸν αὐτῶν.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 13, ed. Kühn, 1821, vol. 1, p. 135-142. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩