Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 14, ed. Kühn, 1821, vol. 1, p. 142-149. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:14

18. Ὅτι δὲ καὶ ἡ ἱστορία ἡ κατ’ αὐτοὺς ἄχρηστός
19. τε καὶ ἀδύνατός ἐστι, νῦν ἐπιδείξομαι. προσχρῶνται
1. δὲ τῇ ἱστορίᾳ οἱ Ἐμπειρικοὶ διὰ τοιαύτην τινὰ αἰτίαν. πολλάκις
2. γίνεταί τινα νοσήματα, ἐφ’ οἷς οὐδὲν βοήθημα αὐτοῖς
3. τετήρηται. ἵν’ οὖν ἔχοιεν καὶ ἐν τούτῳ εὐπορεῖν τινων, καὶ
4. μὴ τὸ αὐτόματον παραμένειν, τῇ ἱστορίᾳ προσχρῶνται, καὶ οὐ
5. διὰ τοῦτο μόνον, ἀλλὰ συντόμου ἕνεκα παραδόσεως. ἀδύνατον
6. γάρ ἐστι τὸν μανθάνοντα πᾶσι τοῖς συμπτώμασιν ἐντυχεῖν,
7. καὶ αὐτὴν τὴν τήρησιν ἐπὶ τούτων ποιήσασθαι. ἵν’
8. οὖν μὴ τῷ αἰῶνι μανθάνῃ τις, ἀλλὰ χρήσαιτό ποτε καὶ τῇ
9. τέχνῃ, διὰ τοῦτο χρήσιμον πρὸς τὸ ἰατρεύειν τὴν ἱστορίαν
10. φασὶν εἶναι. γίνεται δὲ ἡ ἱστορία, ἤτοι τῶν παρόντων, ὡς τὸ
11. Ἄνδρας μὲν κτείνουσι, πολὺ δέ τε πῦρ ἀμαθύνει.
12. ἢ τῶν προγεγενημένων, ὡς τὸ
13. Κουρῆτές τ’ ἐμάχοντο, καὶ Αἰτωλοὶ μενεχάρμαι.
14. οὐδέποτε δὲ τῶν μελλόντων. τὸ γὰρ
15. Ἔσσεται ἦμαρ, ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή.
16. οὐχ ἱστορία, ἀλλὰ πρόγνωσις μᾶλλόν ἐστι. κέχρηνται οἱ
17. Ἐμπειρικοὶ ὡς τὸ πολὺ τῇ προγεγενημένῃ ἱστορίᾳ. λέγουσι
1. γὰρ ἱστορίαν εἶναι τὴν τῶν πεπειραμένων πολλάκις κατὰ
2. ταὐτὰ διήγησιν. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι, εἰ μὲν πάντα
3. τὰ ἱστορούμενα λέγουσιν ἀληθῆ, τινὰ κριτὴν εἶχεν καλῶς
4. ἂν περιδέχεσθαι τὴν ἱστορίαν. ἐπεὶ δ’ οὐχ οὕτως
5. ἔχει, δεῖ κριτήριόν τι εὑρῆσθαι τῆς ἱστορίας, ᾧ διακρινοῦμεν
6. τὴν ἀλήθειαν ἀπὸ τῶν ψευδῶν. καὶ γὰρ δὴ οὐ μόνον
7. οὐχ ὁμογνωμονοῦσι περὶ τοῦ αὐτοῦ οἱ ἰατροὶ, ἀλλὰ καὶ τἀναντία
8. δοξάζουσι. τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ
9. ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δ’ ἐξ ἀρχῆς πτισάνην
10. ἐδίδοσαν· ἄλλοι δ’ ἐφυλάσσοντο, μή ποτε κριθὴν καταπίῃ
11. ὁ ἀῤῥωστῶν. Πετρονᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ
12. οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν
13. ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος,
14. οἱ Ἱπποκράτους ἀκροαταὶ, οὐχ ὅπως οἶνον, ἀλλ’ οὐδὲ ὕδωρ
15. ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους, οἳ ἦσαν
16. δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων
17. δύο ἢ τρεῖς παρεμέτρουν τοῖς ἀῤῥωστοῦσι. τοσαύτης οὖν
1. οὔσης ἐναντιότητος, πῶς οὐχὶ δεῖ κριτήριον τῆς ἱστορίας
2. πεπορίσθαι; προσαναγκάσαντες οὖν αὐτοὺς ὁμολογῆσαι, ὅτι
3. οὐδὲ ἄχρηστον παραδέχεσθαι τὴν ἱστορίαν, ἄχρηστον γὰρ
4. οὕτως ἐπιδείξομεν τὴν ἱστορίαν, ἐρωτήσομεν, πότερον λόγῳ
5. ἢ πείρᾳ κρίνουσι τὴν ἱστορίαν. ἀλλὰ τῷ μὲν λόγῳ οὐ δύνανται.
6. ἐκβάλλουσί τε γὰρ αὐτὸν, καὶ ἄλλως, ᾧ καταλαμβάνεται
7. ἕκαστον, τούτῳ καὶ κρίνεται. πείρᾳ δὲ τὰ ὠφελοῦντα
8. κατειλῆφθαι λέγουσι· πείρᾳ γ’ οὖν καὶ κριθῆναι
9. δεῖ. ὡς γὰρ ἐπὶ τῶν ἄλλων ἔχει, οὕτω καὶ ἐνταῦθα ἱστόρησέ
10. τις, ὅτι ἡ χιὼν ψύχει. εἰ μέλλει κριθήσεσθαι ἡ ἱστορία,
11. δεῖ τῷ αὐτῷ κριτηρίῳ χρήσασθαι, ὥσπερ ὁ ἱστορῶν κατέλαβεν.
12. ὁ μὲν οὖν λογικὸς ἀπὸ τῆς αἰτίας ἱστορίαν κρῖναι δυνήσεται.
13. ἱστορήσαντος γάρ τινος, ὅτι ἀνθρώπῳ διατεταμένα
14. τὰ ἀγγεῖα ἔχοντι καὶ βαρυνόμενα αἱμοῤῥαγία ἐγγενομένη
15. περιέγραψε τὸ δυσαρέστημα, καὶ τὸ βάρος ἐπικρίνει τοῦτο,
16. εἰ ἔστιν ἀληθὲς, εἰς τὴν αἰτίαν ἀφορῶν τὴν ἐπιφέρουσαν
17. τὰ συμπτώματα, καὶ σκοπῶν, εἰ οἵα τε εἴη ἡ αἱμοῤῥαγία
18. ὑπεναντιοῦσθαι τῇ αἰτίᾳ. εὑρίσκων δ’, ὅτι τὸ μὲν βάρος
1. καὶ ἡ διάτασις ἐκ πλήθους συμβαίνει, ἡ δ’ αἱμοῤῥαγία
2. μειωτικὴ τοῦ πλήθους ἐστὶ, κατείληφεν, ὅτι ἡ ἱστορία
3. ἀληθής ἐστι, καὶ οὐδενὸς ἑτέρου πρὸς τὴν ἐπίκρισιν προσδεῖται.
4. ἐφ’ ὧν δὲ τὴν αἰτίαν οὐ καταλαμβάνομεν, τὴν
5. ἱστορίαν αὕτη ἡ πεῖρα κρίνει. ἂν γὰρ ἱστορεῖν τις αὐτῷ
6. φαίνηται, ὅτι αἱμωδίαν ἀνδράχνη ἔλυσε, τῇ πείρᾳ πρὸς τὴν
7. κρίσιν χρήσεται. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ τὸν Ἐμπειρικὸν
8. τῇ πείρᾳ τὴν κρίσιν τῆς ἱστορίας ποιήσασθαι. εἰ δὲ
9. πεῖρα τὴν ἱστορίαν κρίνει, περιττὴ γίγνεται ἡ ἱστορία καὶ
10. ἄχρηστος. ἀλλὰ λέγουσί τινες τῶν Ἐμπειρικῶν, ὅτι τῇ
11. ἀξιοπιστίᾳ τῶν ἱστορούντων προσέχοντες κρίνομεν τὴν ἱστορίαν.
12. πυνθανομένων δὲ ἡμῶν, πῶς τὴν ἀξιοπιστίαν κρίνετε,
13. ἄλλων ἐν ἄλλοις διαμαρτανομένων καὶ κατορθούντων,
14. ὅτι μὴ διὰ φιλοδοξίαν τινὰ, φασὶν, ὁ ἱστορῶν ἱστορῇ, μήτε
15. διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ, τότε
16. ἀληθὲς εἶναί φαμεν ἡμεῖς τὸ ἱστορούμενον. πρὸς τοῦτο δὲ
17. ῥητέον, πρῶτον μὲν διὰ μηδὲν τῶν εἰρημένων, ἐξαπατηθεὶς
1. δ’ ὁ ἱστορῶν ἱστορεῖ. ἆρά γε, διότι, μήτε διὰ δόξαν,
2. μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ
3. ἱστορεῖται, ἀληθές ἐστι τὸ ἱστορηθέν; δεύτερον δ’, ὅταν
4. ἰατρὸν σοφὸν ἀξιῶσι τὸν ἱστοροῦντα εἶναι. ἐκβάντες μὲν
5. τὸ κρίνειν τὴν ἱστορίαν, κρίνουσιν ἄνδρα σοφόν· ἡ δὲ τοιαύτη
6. κρίσις φιλοσόφοις καὶ ἰατροῖς ἐπιβάλλει. πόθεν δὲ
7. καὶ δυνατόν ἐστι κρῖναι, ὅτι μήτε διὰ δόξαν, μήτε διὰ
8. δόγματα πρὸς τὸ πάθος, μήτε διὰ φιλονεικίαν ἱστορεῖται
9. τὸ ἱστορούμενον; πρὸς δὲ τοῖς εἰρημένοις, καὶ εἰς τὴν
10. κρίσιν τῆς ἀξιοπιστίας κέχρηνται κριτηρίῳ ἀποδοκιμαζομένῳ
11. ἐπ’ αὐτῶν· λέγοντες γὰρ, ὅτι, ἐπειδὰν μήτε διὰ δόξαν, μήτε
12. διὰ φιλονεικίαν ἱστορῆται, αἰτίας ἐκτίθενται, δι’ ἃς χρὴ πιστεύειν
13. τῷ ἱστοροῦντι. ὥστε, εἰ καὶ διὰ μηδὲν ἕτερον, ἀλλὰ
14. διὰ τοῦτο χρήσιμοί εἰσιν αἱ ἐπιζητούμεναι αἰτίαι. καὶ ἡμεῖς
15. οὐδὲν πλέον ποιοῦμεν, ἀλλά φαμεν δεῖν τὸ διότι πολυπραγμονεῖν,
16. ὅπερ καὶ αὐτοὶ ἐν τῇ τῆς ἱστορίας κρίσει φαίνονται
17. ποιοῦντες. ἀλλ’ ἡμεῖς μὲν τῷ διότι χρώμεθα, καὶ
1. τὸ σύνολον τῇ αἰτίᾳ εἰς τὴν τοῦ λεγομένου πράγματος κρίσιν,
2. οἱ δ’ Ἐμπειρικοὶ εἰς τὸ ἐπικρῖναι τὸν τοῦ ἱστοροῦντος
3. τρόπον. τὸ δὲ κρίνειν τὰ ἤθη, οὐ τῶν ἰατρῶν, ἀλλὰ τῶν
4. φιλοσόφων ἐστὶν ἴδιον. ἔτι καὶ τοῦτο λέγουσιν οἱ Ἐμπειρικοὶ,
5. πρὸς τὸ μὴ δεῖν τῇ πείρᾳ κρίνειν τὴν ἱστορίαν. φασὶ
6. γὰρ, ὅτι, ὥσπερ ὑμεῖς, διότι Κρήτη νῆσός ἐστιν, ἱστορούντων
7. τινῶν, κατειλήφατε, ὅτι ἐστί τις Κρήτη νῆσος, καίτοι
8. αὐτόπται τῆς Κρήτης οὐ γεγόνατε, οὕτω καὶ ἡμεῖς, πολλῶν
9. περὶ τῶν αὐτῶν συμφωνούντων, οὐ δεόμεθα πείρᾳ
10. κρίνειν τὴν ἱστορίαν, ἀλλὰ πεπιστεύκαμεν τῇ τῶν πολλῶν
11. δόξῃ. ἀλλ’ ἡμεῖς μὲν, φήσομεν, πεπιστεύκαμεν περὶ τῆς Κρήτης,
12. ὅτι ἔστι, ἀπὸ τούτων τῶν εὐλόγων γοῦν ὁρμώμενοι, ὅτι
13. πλεῖ τις ἐκεῖθεν δεῦρο, καὶ πάλιν ἔνθεν ἐκεῖ, καὶ ὅτι φίλοι
14. τινὲς Κρῆτές εἰσιν ἐνταῦθα, ἢ καὶ πάλιν οἷς ἐπιστέλλομεν,
15. καὶ παρ’ ὧν γράμματα ἡμῖν διακομίζεται. ἔτι τε ὅτι
16. καὶ πάντες ἄνθρωποι περὶ τῆς αὐτῆς ὁμολογοῦσι, καὶ οἱ
17. ἔχθιστοι. περὶ δὲ τῶν κατὰ τὴν ἰατρικὴν σχεδὸν περὶ
1. οὐδὲν συμφωνοῦσι, καὶ ταῦτα ὀλίγοι πρὸς τοὺς ἅπαντας
2. ἀνθρώπους ὄντες οἱ ἰατροὶ, καὶ οὐ μόνον οὐ συμφωνοῦσιν,
3. ἀλλὰ καὶ τὰ ἐναντιώτατα δοξάζουσιν, ὡς μικρῷ πρόσθεν
4. ὑπεδείξαμεν· διὰ ταῦτα οὖν κριτηρίου τινός ἐστι χρεία,
5. πρὸς τὸ ἐπικρίνειν τὴν ἐν τῇ ἰατρικῇ ἱστορίαν. ἐπεὶ δὲ
6. καὶ λέγουσιν οἱ Ἐμπειρικοὶ, ὅτι τὰ καταλαμβανόμενα, ἃ
7. μὲν αἰσθήσει καταλαμβάνεται, ὡς τὸ ἔρευθος, ἃ δὲ ὑπομνηστικῶς,
8. ὡς τὰ διὰ σημείων τινῶν καταλαμβανόμενα·
9. ἐνδεικτικῶς δὲ οὐδὲν καταλαμβάνεται, οὔθ’ ἑτέρῳ τῶν ἐκκρινομένων
10. ὑπ’ αὐτῶν τρόπῳ· ὅτι δὲ Κρήτη νῆσός ἐστι,
11. καταλαμβάνουσι, δῆλον ὡς ἤτοι οὐ κατειλήφασιν, ὅτι Κρήτη
12. νῆσος ἐγένετο. εἰ δὲ κατειλήφασιν, ἐστί τις ὁ τρίτος καταλήψεως
13. τρόπος. ταῦτα μὲν οὖν εἰς παράστασιν τοῦ περιττὴν
14. εἶναι τὴν ὑπ’ αὐτῶν θρυλλουμένην ἱστορίαν, εἴρηται.

Cliquer un n° de page pour en afficher l’image