4. Ἐρωτᾶν οὖν ἄξιόν ἐστιν αὐτοὺς, πρῶτον
5. μὲν ἐπὶ τῶν βοηθημάτων, πῶς κέχρηνται, πότερον τῇ
6. ὁμοιότητι τῆς δυνάμεως. προσέχοντες, ἢ τῇ τῶν προσόντων
7. συμπτωμάτων ὁμοιότητι, οἷον ὅταν τὸ μέσπιλον ἀντὶ τοῦ
8. μήλου παραλαμβάνωσιν; πότερον κατὰ τὴν στύψιν ὁμοίως
9. ταῦτα εἶναι νομίζοντες παραλαμβάνουσιν, ἢ ὁρῶντες, ὅτι
10. στρογγύλα ἐστὶν ἄμφω, καὶ τῇ χροιᾷ καὶ τῇ ἁφῇ ὅμοια;
11. εἰ μὲν γὰρ τῇ δυνάμει, λέγω δὴ τῇ στύψει προσέχοντες,
12. μεταβαίνειν φήσουσιν, ὁμολογοῦσιν ἐπιζητεῖν στύψεως τὰς
13. αἰτίας, καθ’ ἃς ὠφελεῖ τὰ ὠφελοῦντα. συγκαταλαμβάνεται
14. δὴ τῇ τῶν ὠφελούντων δυνάμει καὶ ἡ τῶν βλαπτόντων δύναμις.
15. ἀλλὰ καὶ πλέον τι ἐπιζητῆσαι αὐτοὺς δεῖ, οὐ μόνον ὅτι
16. στύφει, πολλὰ γὰρ στύφει μὲν, οὐ τὸ αὐτὸ δὲ ποιεῖ, ὡς ἡ
17. λεπὶς στύφουσα καθαίρει καὶ τὰ μόρια. ἐὰν γὰρ γνωσθῇ,
18. ὅτι πέπερι κατὰ τὸ θερμαίνειν ὠφελεῖ, κατείληπται, ὅτι τὸ
1. βλάπτον νῦν κατὰ τὸ ψύχον βλάπτει. εἰ δὲ τῇ ὁμοιότητι
2. τῶν συμπτωμάτων φήσουσι προσέχοντες αἱρεῖσθαι τὰ ὅμοια,
3. πότερον, φήσομεν, ἂν πάντα τὰ συμπτώματα ὅμοια ᾖ, οὕτω
4. τὴν ὁμοιότητα λογίζεσθε; ἀλλ’ ἀδύνατόν ἐστι πάντα τὰ
5. συμπτώματα ὅμοιά τινων εἶναι. οὕτω γὰρ ἂν τὰ
6. αὐτὰ εἴη, καὶ οὐχ ὅμοια. ἀλλὰ δηλονότι τῇ τινων συμπτωμάτων
7. ὁμοιότητι προσέχοντες, φήσουσι. ἤτοι οὖν τοῖς πλείοσιν,
8. ἢ τοῖς ἴσοις, ἢ τοῖς ἐλάττοσι προσέχοντες, φήσομεν,
9. μεταβαίνετε. εἰ μὲν τοῖς ἐλάττοσι, πάντα σχεδὸν ὅμοια ἂν
10. εἴη· κατά τι γάρ ἐστιν ἐμφερῆ πάντα· εἰ δὲ τοῖς ἴσοις,
11. καὶ τοῖς πλείοσι, διὰ τί ἐπὶ τῶν αἱμοῤῥαγούντων, φήσομεν,
12. ὥσπερ κόμῃ πράσου κέχρησθε, οὕτως οὐχὶ καὶ σκορόδου καὶ
13. κρομμύου κέχρησθε κόμῃ; ὅμοια γὰρ ταῦτα κατὰ τὰ πλεῖστα.
14. καὶ ἐπὶ τῶν χειμέθλων, διὰ τί, ὥσπερ γογγύλῃ, οὐχὶ καὶ
15. ῥαφανίσι; καὶ ἐπὶ τῶν στομαχικῶν, διὰ τί, ἀψινθίου μὴ
16. παρόντος, κἀνταῦθα χυλῷ οὐ κέχρηνται πρασίου; σχεδὸν
17. γὰρ ἀπαράλλακτα ταῦτα· καὶ ἐπὶ τῶν ὑδρωπικῶν, διὰ
18. τί ἀντὶ ῥαφανίδος πολλάκις γογγυλίδι οὐ κέχρηνται; καὶ
1. ἁπλῶς σκοπεῖσθαι χρὴ τοῖς τετηρημένοις ὅμοιόν τι ἐναντίον
2. δυνάμενον, καὶ πυνθάνεσθαι παρ’ αὐτῶν, εἰ διὰ τὴν
3. ὁμοιότητα ἐπὶ τῶν αὐτῶν χρηστέον τούτοις· κρῖναι δὲ τὴν
4. ὁμοιότητα ταῖς αἰσθήσεσιν, ὡς ἐκεῖνοι ἀξιοῦσιν. τῷ δ’
5. αὐτῷ ἄν τις ἐπιχειρήματι χρήσαιτο ἐπὶ τῶν λοιπῶν. αὐτίκα
6. γὰρ παραδεικτέον αὐτοῖς, ὅτι οὐδ’ ἀπὸ συμπτωμάτων
7. ἐπὶ συμπτώματα, οὔτ’ ἀπὸ παθῶν ἐπὶ πάθη μεταβῆναι
8. δύνανται. πότερον γὰρ, φήσομεν, τῇ κατὰ τὴν δύναμιν
9. ὁμοιότητι τῶν συμπτωμάτων προσέχετε; ἀλλ’ οὐ φήσουσιν.
10. οὐ γὰρ ἐξετάζουσι τὴν δύναμιν, ἀλλὰ τὴν κατὰ τὴν αἴσθησιν
11. τῶν συμπτωμάτων ὁμοιότητα. πότερον οὖν, ἐὰν κατὰ
12. πλείω, ἢ κατὰ τὰ ἴσα τῶν συμπτωμάτων ὅμοια ᾖ; ἀλλὰ
13. κατὰ τὰ πλεῖστα ὅμοιά ἐστι φλεγμονὴ καὶ σκίῤῥος. ἐναντίας
14. δὲ σχεδὸν, καὶ κατ’ οὐδένα ὁμοίας δεῖται ἀγωγῆς. καὶ οἴδημα,
15. καὶ κήλη, καὶ χοιρὰς, καὶ μελικηρὶς, πολλὴν μὲν
16. ὁμοιότητα σώζει πρὸς ἄλληλα, ὅμως δ’ ἡ θεραπεία πάμπολλα
17. διαλλάττει. ἔτι τε οἱ διὰ ῥῆξιν αἷμα ἀνάγοντες τοῖς
18. κατὰ ἀνάβρωσιν ἢ ἀναστόμωσιν ὁμοιότατα. πάντα σχεδὸν
1. ἔχουσι τὰ συμπτώματα, οὐ μὴν ἡ αὐτὴ θεραπεία ἁρμόζει
2. πᾶσιν. οὕτω μὲν οὖν ἐστιν ἐπιδεῖξαι, ὅτι ἀδύνατος κατὰ
3. τοὺς Ἐμπειρικοὺς ἡ τοῦ ὁμοίου μετάβασις.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 17, ed. Kühn, 1821, vol. 1, p. 152-155. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩