Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 18, ed. Kühn, 1821, vol. 1, p. 155-158. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:18

4. Ἑξῆς δ’ ἀκόλουθόν ἐστιν ἐπιδεῖξαι, πῶς
5. οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύνανται,
6. ὅπερ τινὲς οὐχ ὁμοίου μετάβασιν, ἀλλ’ ἀναλογισμὸν καλοῦσιν.
7. τὴν μὲν γὰρ τοῦ ὁμοίου μετάβασίν φασι τοῖς Ἐμπειρικοῖς
8. προσήκειν. τὸν δὲ παρακείμενον τῇ τοῦ ὁμοίου μεταβάσει
9. τρόπον ἀναλογισμὸν καλοῦσιν, ᾧ τοὺς Λογικούς
10. φασι κεχρῆσθαι. ἡμεῖς δὲ οὐδὲν διαφερόμεθα πρὸς τοὺς τὰ
11. ὀνόματα ἐξαλλάττοντας· τὸ δὲ πρᾶγμα αὐτὸ ὑποδείξομεν,
12. ὅπερ ἔξεστι τῷ βουλομένῳ ὡς ἂν ἐθέλοι καλεῖν. φαμὲν
13. τοίνυν, ἄλλα μὲν συμπτώματα παρακολουθεῖν τοῖς αἰτίοις,
14. ἄλλα δὲ τοῖς πάσχουσι τόποις, ἄλλα δὲ ταῖς δυνάμεσιν,
15. ἄλλα δὲ τοῖς πάσχουσιν αὐτοῖς. ταῦτα ὁ Λογικὸς διακρίνει
16. πάντα, καὶ οἶδεν, ἐφ’ οἶς τε δεῖ τοῦ τηρεῖν, καὶ ἐφ’ οἷς
17. μή. παρόντων μὲν οὖν τῶν ἄλλων, καὶ μὴ παρόντων, οὐ
18. πεφρόντικεν τῶν μηδὲν χρήσιμον εἰς θεραπείαν ἐχόντων.
1. καὶ παραλλάττειν δοκούσης τῆς συνδρομῆς παρά τι τῶν οὐ
2. χρησίμων συμπτωμάτων, τοῖς αὐτοῖς κέχρηται, ὡς ὁμοίας
3. οὔσης τῆς συνδρομῆς. ὁ δ’ Ἐμπειρικὸς, ἐπειδὴ ἐπὶ ἀθρόᾳ
4. τῇ συνδρομῇ τηρεῖ, καὶ οὐκ ἔχει δύναμιν διακριτικὴν συμπτωμάτων,
5. παντὸς οὑτινοσοῦν ἐλλείποντος ἢ πλεονάζοντος
6. συμπτώματος, ὡς ἀλλασσομένης τῆς συνδρομῆς, διαφόρῳ
7. θεραπείᾳ χρήσασθαι ὀφείλει, ἀγνοῶν, ὅτι ἐπὶ μέν
8. τινων συμπτωμάτων πλεονασμῷ ἢ ἐλλείψει τῷ ὄντι ἀλλάσσεται
9. ἡ συνδρομὴ, ὡς ἐπὶ φλεγμονῆς, καὶ σκίῤῥου, καὶ οἰδήματος,
10. καὶ κήλης, ἐπὶ δέ τινων οὐκέτι. ἐπὶ γὰρ ὀπισθοτονικῶν
11. καὶ ἐμπροσθοτονικῶν διαφέρειν μὲν δοκεῖ ἡ φλεγμονὴ,
12. ἀλλ’ ἐπεὶ τοῦ πάσχοντός ἐστι τὸ σύμπτωμα, οὔτ’
13. αἰτίας, οὔτε τόπου, οὔτε δυνάμεως, οὐκ ἐξαλλάσσεται ἡ
14. θεραπεία. ἀγνοεῖ δ’ ὁ Ἐμπειρικὸς καὶ τοῦτο, ὅτι ἐνίοτε ἡ
15. μὲν συνδρομὴ ὁμοία ἐστὶν, οὐ τῇ αὐτῇ δὲ θεραπείᾳ χρήσασθαι
16. δεῖ. ἰδοὺ γάρ ἴσα καὶ ὅμοια τὰ συμπτώματα ἐπὶ τῶν διὰ
17. ῥῆξιν καὶ ἀναστόμωσιν καὶ ἀνάβρωσιν ἀναγόντων αἷμα.
18. ἔστω δὲ καὶ βῆχα εἶναι ἐπὶ παντὸς τὴν αὐτὴν καὶ τὸ τοῦ
1. ἀναγομένου πλῆθος. ταὐτὰ καὶ τἄλλα ὅμοια, ἀλλὰ καὶ ἡ
2. θεραπεία διάφορος παραλαμβάνεται. ὁ οὖν Λογικὸς τὴν τ’
3. εὐχρηστίαν καὶ τὴν ἀχρηστίαν τῶν συμπτωμάτων εἰδὼς,
4. πολλάκις ἀνομοίου δοκούσης εἶναι τοῖς πολλοῖς τῆς συνδρομῆς,
5. τοῖς αὐτοῖς χρήσεται, οἶον ὀπισθοτονικοί τινες λέγονται,
6. καὶ ἐμπροσθοτονικοὶ, καὶ τετανικοί· οὗτοι διαφέρουσαν
7. τὴν συνδρομὴν ἔχειν δοκοῦσιν. ἀλλ’ εἰδὼς ὁ Λογικὸς, φέρε,
8. ὅτι πλῆθος αἵματος τὸ αἴτιον, καὶ μυῶν τὸ πάθος, καὶ τὸ
9. αὐτὸ ἀποτέλεσμα. φλεγμονῇ γὰρ τῇ αὐτῇ θεραπείᾳ χρήσεται.
10. τοῖς γὰρ εἰρημένοις μόνοις προσέχει συμπτώμασιν. τὸ
11. δὲ τοῦ πάσχοντος σύμπτωμα ὡς ἄχρηστον παραιτεῖται. τὸ
12. γὰρ ἔμπροσθεν ἢ ὄπισθεν ἢ ἐξ ἴσου συντείνεσθαι, τοῦ πάσχοντός
13. ἐστι σύμπτωμα. πρὸς δὲ τὴν θεραπείαν οὐδὲν
14. χρήσιμον ἔχει παραφυλαττόμενον, ὡς οὐδὲ τὸ δακρύειν. καὶ
15. ὁμοίας δὲ τῆς συνδρομῆς εἶναι δοκούσης, οὐδὲ παρὰ τὴν
16. διάνοιαν τῆς αἰτίας, διαφόρῳ χρῆται θεραπείᾳ, ὡς ἐπὶ τῶν
17. δι’ ἀνάβρωσιν ἢ διὰ ῥῆξιν αἷμα ἀναγόντων. διαιρῶν γὰρ τὰ
18. συμπτώματα ὁ Λογικὸς, κατὰ τὴν πρὸς τὰ ἐνδεικνύμενα τὸ
1. συμφέρον ἀναφορὰν, καὶ τὰ χρήσιμα τῶν συμπτωμάτων
2. ἐκλαμβάνων, καὶ τοῖς πρὸς ταῦτα τὰ συμπτώματα ἐναντιοῦσθαι
3. δυναμένοις βοηθήμασι χρώμενος, πολλάκις διαφόρου
4. εἶναι δοκούσης συνδρομῆς, ὁ δὲ τῇ αὐτῇ θεραπείᾳ χρήσεται.
5. καὶ πάλιν ὁμοίας εἶναι δοκούσης, διαφέρουσαν θεραπείαν
6. παραλήψεται. ἡ γὰρ θεραπεία σύμπτωμά ἐστι τοῖς ἐναντιοῦσθαι
7. δυναμένοις τοῖς ἐπιφέρουσιν τὰ συμπτώματα αἰτίοις.
8. ὁ μὲν οὖν Λογικὸς καταλαμβάνει ἕκαστον τῶν ἐναντιουμένων
9. τοῖς νοσοποιοῖς αἰτίοις βοηθημάτων, καὶ πρὸς ὅ
10. τι σύμπτωμα ἐναντιοῦσθαι πέφυκεν, οὐκ ἀγνοεῖ, διὰ τὸ
11. καταδιαιρεῖν, ὡς ἔφημεν, τὴν συνδρομήν. ὁ δὲ Ἐμπειρικὸς
12. ἐπὶ ἀθρόᾳ συνδρομῇ τὰ ὠφελοῦντα τηρῶν, τί τίνι ἐναντιοῦσθαι
13. πέφυκεν, οὐ δύναται εἰδέναι. τοῦτο δὲ ἀγνοῶν,
14. οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει χρήσασθαι οἷός τέ ἐστιν.
15. κατὰ τί γὰρ τὸ ὠφελοῦν ὠφέλησε, καὶ αὐτὸς ἀγνοεῖν ὁμολογεῖ.

Cliquer un n° de page pour en afficher l’image