3. Τὸ μὲν οὖν ἀληθὲς κρίνεται τῇ τοῦ λόγου
4. συμφωνίᾳ πρὸς τὰ ὑποκείμενα. ἀλλ’ ἐπεὶ τῶν ὑποκειμένων ἃ
5. μὲν φαίνεται, ἃ δὲ κρύπτεται, καὶ τῶν φαινομένων ἃ μὲν
6. εἰσὶν ἐξ αὐτῶν καταληπτὰ, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν,
7. ἃ δ’ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ἑτέρων ἐστὶ καταληπτὰ,
8. ὡς τὰ διὰ σημείων καταλαμβανόμενα· πάλιν δ’ αὖ τῶν
9. κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστι καὶ λέγεται, ὡς τὰ δὶς
10. δύο τέτταρα, ἃ δὲ διὰ ἀποδείξεως καταλαμβάνεται, ὡς
11. τὸ, ᾧ ἐστιν εὖ καὶ κακῶς χρήσασθαι, καὶ τὰ ἑξῆς· δεῖ
12. ἐπαναφέρειν ἀεὶ τὸν λόγον καὶ τὸ θεώρημα ἐπὶ τὸ εἶδος
13. τοῦ ὑποκειμένου πράγματος, περὶ οὗ ἐστι καὶ ὁ λόγος, ἢ
14. ἐφ’ ᾧ γέγονε τὸ θεώρημα. καὶ ἐὰν μὲν περί τινος τῶν
15. φαινομένων ᾖ, πρὸς ἐκεῖνο ἁρμόζειν· ἐὰν δὲ περί τινος τῶν
16. κεκρυμμένων, σκοπεῖν χρὴ, εἰ σύμφωνόν ἐστί τινι τῶν κεκρυμμένων.
17. κρίσεις δὲ τῶν φαινομένων καὶ. τῶν κεκρυμμένων
18. διάφοροι. ὅσα μὲν γὰρ τῶν φαινομένων ἐξ ἑαυτῶν
1. ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ
2. μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαινομένων
3. κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ
4. πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ
5. τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασίστρατον
6. πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνατετμηκότα
7. μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαινομένων
8. ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι
9. περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι.
10. τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται,
11. κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων
12. μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων,
13. κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ σημείων
14. καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ
15. πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ
16. δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν
17. ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν
18. Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν
1. ἐναργῶν ἐπίκρισις ἡ κοινὴ πάντων ἀνθρώπων ἔννοια· τῶν
2. δὲ δι’ ἀποδείξεως καταλαμβανομένων ἐπίκρισις ἡ πρὸς τὰ
3. ὁμολογούμενα συμφωνία. σχίζεται δ’ αὖ πάλιν ἡ τοῦ ὁμολογουμένου
4. ἐπίκρισις εἰς πλείονα. ἤτοι γὰρ τῇ πρὸς τὰ
5. φαινόμενα τὸ ὁμολογούμενον κρίνεται, ἢ τῇ πρὸς τὰ ἐναργῆ,
6. ἢ τῇ πρὸς τὰ ἀποδεδειγμένα. πῶς μὲν οὖν δεῖ κρίνειν τὸ
7. ἀληθές τε καὶ τὰ φέροντα πρὸς τὴν τοῦ ἀληθοῦς κρίσιν, εἴρηται.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 2, ed. Kühn, 1821, vol. 1, p. 108-110. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩