Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 21, ed. Kühn, 1821, vol. 1, p. 162-165. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:21

1. Ἐπεὶ οὖν ὡς ἐν κεφαλαίῳ ἀντειρήκαμεν
2. τοῖς Ἐμπειρικοῖς, ἑξῆς πρὸς τοὺς Μεθοδικοὺς ῥητέον. χρὴ δὲ
3. τὸν ἀντιλέγοντα αὐτοῖς τὰ μὲν κοινὰ τῶν αἱρέσεων συγχωρεῖν, τὸ
4. δὲ διαλλάττον ἐκείνων ἀναιρεῖν. οἱ μὲν οὖν Ἐμπειρικοὶ τὸ ἀπὸ
5. ἐνδείξεως τὰ συμφέροντα λαμβάνεσθαι πειράσονται ἀδύνατον
6. ἀποφαίνειν, ἀντιλέγοντες τοῖς Μεθοδικοῖς· ἡμεῖς δὲ τὸ ἀπὸ ἐνδείξεως
7. τὰ συμφέροντα λαμβάνειν δυνατὸν εἶναι συγχωρήσομεν.
8. τὸ μέντοι ἀπὸ φαινομένων τὴν ἔνδειξιν γίγνεσθαι οὐκ ἔτι
9. συγχωρήσομεν αὐτοῖς. ἔτι κἀκεῖνο συγχωρήσομεν τοῖς Μεθοδικοῖς,
10. τὸ ἀπὸ συμπτωμάτων, μήθ’ ἑνὸς, μήτε πλειόνων
11. ἔνδειξιν γίγνεσθαι. ἐκεῖνο δὲ οὐκ ἔτι συγχωρήσομεν, τὸ
12. παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. δοκεῖ γὰρ ἡμῖν
13. πολλάκις δηλωτικὰ γίγνεσθαι τὰ συμπτώματα τῶν τὸ συμφέρον
14. ἐνδείξασθαι δυναμένων, εἰς δὲ ἔνδειξιν παντάπασιν
15. ἄχρηστ’ εἶναι τὰ συμπτώματα. τοιούτους τινὰς οἱ Μεθοδικοὶ
16. προφέρονται λόγους. φασὶ γὰρ, ὅτι, τῶν αὐτῶν συμπτωμάτων
17. ὄντων, διαφερόντων δὲ τῶν παθῶν, ἐφ’ οἷς τὰ
18. συμπτώματα, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα, οἶον ἐπὶ
1. φρενίτιδος, τῆς τε κατὰ στέγνωσιν, τῆς τε κατὰ ῥοῶδες.
2. καὶ πάλιν τῶν αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν
3. συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ, φασὶ, χρώμεθα, ὡς ἐπὶ
4. πλευρίτιδος καὶ φρενίτιδος, ἐὰν ἀμφότερα κατὰ στέγνωσιν τὰ
5. πάθη ὑπάρχῃ. ἐπεὶ οὖν καὶ τῶν αὐτῶν συμπτωμάτων ὄντων
6. διαφερούσῃ ἀγωγῇ χρώμεθα, καὶ διαφερόντων, ἔστιν ὅτε τῇ
7. αὐτῇ, διὰ τοῦτο ἄχρηστα παντάπασιν εἶναι πρὸς θεραπείαν
8. τὰ συμπτώματα. ἀναιρουμένων γὰρ τῶν παθῶν, συναναιρεῖται
9. καὶ τὰ συμπτώματα, καὶ συνισταμένων, συνίσταται.
10. καὶ διὰ τοῦτο τὰ μὲν πάθη χρήσιμα εἶναί φασιν, ἐφ’ οἷς
11. συνισταμένοις ταῦτα γίνεται, καὶ λυομένοις λύεται· τὰ δὲ
12. συμπτώματα ἄχρηστα, οὐδεμίαν ἰσχὺν ἐπὶ αὐτῶν ἔχονται. εἰ
13. δὲ καὶ ἐνδεικνύναι φασὶ τὰ συμπτώματα, οὐδὲν συμφέρον, ἀλλὰ
14. βλαβερόν τι μᾶλλον ἐνδείκνυται, ὡς ὁ πυρετὸς τὸ ψύχειν,
15. ἢ νὴ Δία γε προσφέρειν ποτὸν, ἢ ἐπιθυμία οἴνου καὶ βαλανείου,
16. τὸ διδόναι οἶνον, καὶ εἰς βαλανεῖον ἀπάγειν. ἐπεὶ
17. οὖν τὰ μὲν συμπτώματα ἤτοι οὐδὲν ἐνδείκνυται, ἢ οὐδὲν
18. τὸ χρήσιμον, ἀλλὰ καὶ μᾶλλον ἐπιβλαβὲς, διὰ τοῦτο τὰ μὲν
1. συμπτώματα, φασὶ, διωθούμεθα, τὰ δὲ πάθη. ὡς τὸ συμφέρον
2. ἐνδείξασθαι δυνάμενα, προσιέμεθα. ἐρωτῶσι δὲ καὶ
3. τοιούτους τινὰς λόγους πρὸς ἔνδειξιν τοῦ μὴ εἶναι τὰ συμπτώματα
4. τῶν συμφερόντων. εἰ τὸ αὐτὸ ἐναντίον οὐκ ἐνδείκνυται,
5. οἱ δὲ δυσφοροῦντες ἐπὶ στεγνώσει καὶ ῥύσει τῶν
6. ἐναντίων δέονται· ἀπὸ δυσφορίας ἔνδειξις τῶν συμφερόντων
7. οὐ γίνεται. ἀναστρέψαι δὲ πρὸς αὐτούς ἐστι τοῦτον τὸν
8. λόγον, καὶ δεῖξαι, ὅτι οὐδὲ πάθος ἐνδείκνυται οὕτως. εἰ
9. οἱ στεγνούμενοι τὸ σῶμα ὑπὸ κρύους καὶ διαφθορᾶς διαφόρων
10. δέονται, τὸ δ’ αὐτὸ διαφόρων ἐνδεικτικὸν οὐ γίνεται,
11. οὐχ ὑποδείκνυσιν ἡ στέγνωσις τὸ συμφέρον. ἄλλως ἐρωτῶσιν
12. οὕτως οἱ Μεθοδικοί. εἰ τὰ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται,
13. οἱ δὲ πυρέσσοντες καὶ βήσσοντες τὸ αὐτὸ ἔστιν ὅτε
14. ἐνδείκνυνται, ἀπὸ πυρετοῦ καὶ βηχὸς ἔνδειξις οὐ γίνεται.
15. ἡμεῖς δὲ οὕτως ἀναστρέψομεν. εἰ καὶ οἱ στρεβλούμενοι καὶ
16. χαλώμενοι ὑπὸ χολῆς τῶν αὐτῶν δέονται, τὰ δὲ διάφορα
17. τὸ αὐτὸ οὐκ ἐνδείκνυται, ὑπὸ στεγνώσεως καὶ ῥύσεως
18. τὸ συμφέρον οὐχ ὑποδείκνυται. τοιαῦτα μὲν οὖν τινα
1. πρὸς τὸ ἄχρηστα ἐπιδεῖξαι τὰ συμπτώματα προφέρονται
2. οἱ Μεθοδικοί.

Cliquer un n° de page pour en afficher l’image