Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 22, ed. Kühn, 1821, vol. 1, p. 165-167. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:22

3. Ἡμεῖς δὲ πρῶτον μὲν ἐπιδείξομεν, ὅτι δι’
4. ὧν πράττουσιν αὐτοὶ, ὁμολογοῦσιν μὴ εἶναι ἄχρηστα παντάπασι
5. τὰ συμπτώματα. τὴν δὲ χρείαν, ἣν παρέχεται τὰ
6. συμπτώματα, προηγουμένως ἐν τῇ ἐκθέσει τῆς Λογικῆς αἱρέσεως
7. ὑποδείξομεν. ὅτι τοίνυν χρήσιμα πρὸς θεραπείαν τὰ
8. συμπτώματα νομίζουσιν εἶναι οἱ Μεθοδικοὶ, ἐκ τῶνδ’ ἂν
9. γένοιτο δῆλον. ἀξιοῦσιν αὐτοὶ τοὺς ὁπωσοῦν παραπαίοντας
10. ἐν σκότῳ κατακλίνειν, ἐάν τε διὰ ῥύσιν, ἐάν τε διὰ στέγνωσιν
11. παραπαίωσιν. τὸ γὰρ φῶς οἴονται παραύξειν τὴν
12. παρακοπήν. τοὺς δὲ ληθαργικοὺς οὐκ ἐν αὐτῷ κατακλίνειν
13. φασὶ δεῖν, ἐάν τε διὰ στέγνωσιν, ἐάν τε διὰ ῥύσιν καταφέρωνται.
14. τὸ γὰρ σκότος οἴονται συλλαμβάνειν τῇ καταφορᾷ.
15. πῶς ποτ’ οὖν, φαμὲν, εἰ μηδὲν ἐνδείκνυται τὰ
16. συμπτώματα, τοὺς διὰ στέγνωσιν παραπαίοντας ἐν σκότει
17. κατακλίνετε, τοῦ σκότους ἐπιτείνοντος τὴν στέγνωσιν; καὶ
1. πάλιν τοὺς διὰ ῥύσιν ληθαργικοὺς ἐν αὐγῇ, ὑπὸ ταύτης
2. ἐπιτεινομένης τῆς ῥύσεως. ἐπὶ γὰρ τῶν τοιούτων ἀμελεῖν
3. μὲν ἐοίκασι παντάπασι τῶν παθῶν, προσέχειν δὲ ψιλοῖς
4. τοῖς συμπτώμασι. πῶς οὖν εἴη ἂν ἄχρηστα, ἅγε τοσαύτην
5. φαίνεται ἰσχὺν ἔχοντα, ὥστε καὶ ἀμελεῖν ἀναγκάζει τῶν ὑποκειμένων
6. σκοπῶν, καὶ οὐ μόνον ἀμελεῖν, ἀλλὰ καὶ τοὐναντίον
7. πράττειν τῶν ἀπὸ τῶν σκοπῶν ἐνδεικνυμένων; ἡ μὲν
8. γὰρ στέγνωσις χαλᾷν ἐνδείκνυται· οἱ δ’ εἰς τὸ σκότος παραπαίοντας
9. συγκλείοντες οὐ χαλῶσι, στεγνῶσι δὲ τὸ ἐναντίον,
10. καὶ τῆς ῥύσεως στέλλειν ἐνδεικνυμένης. οἱ δὲ τοὺς
11. διὰ ῥύσιν ληθαργικοὺς εἰς αὐγὴν ἄγοντες τοῖς αὐτοῖς ἐπιτείνουσι
12. τὴν ῥύσιν. πρὸς ταῦτα λέγουσιν· οὐκ, ἐπειδὴ τὸ
13. σύμπτωμα ἐνδείκνυται, ταῦτα παραλαμβάνομεν, ἀλλ’ ἐπειδὴ
14. ἀντεδείκνυτο ἡμῖν τὸ σύμπτωμα, καὶ οὐ κωλύει παραλαμβάνειν,
15. ὅπερ ὁ σκοπὸς ἐπιδείκνυσι. τὸ γὰρ ἀντιδεικνύμενον
16. λέγουσιν, ἐνδείκνυσθαι μὲν τὸ συμφέρον, μὴ ἐπιτρέπειν δὲ
17. πράττειν, ὅπερ ὑπαγορεύει τὸ πάθος. πρὸς τοῦτό φαμεν
18. ἡμεῖς, ὅτι, εἰ τὰ ἀντιδεικνύμενα ἄχρηστά ἐστι, καὶ ἡ δύναμις
1. ἡ μὴ ἐῶσα πολλάκις, ὃ ἐνδείκνυται ὁ σκοπὸς, παραλαμβάνειν,
2. ἄχρηστος ἂν εἴη. ἀλλὰ τὴν δύναμιν ἐπισκοπεῖν
3. δεῖ, χρησίμου τινὸς ἡμῖν ἐξ αὐτῆς εἰς θεραπείας παραγενομένου,
4. καίτοι ἀντενδείκνυται καὶ ἡ δύναμις. ὥσπερ οὖν τὴν
5. δύναμιν ἀντενδεικνυμένην εὔχρηστον εἶναι νομίζετε, ἀναγκαῖόν
6. ἐστιν ὑμῖν καὶ τὰ συμπτώματα ὁμολογεῖν χρήσιμα εἶναι.
7. πρὸς τούτῳ δὲ καὶ γελοίως τὸ σκότος ἐπὶ τῶν φρενιτικῶν
8. παραλαμβάνουσιν. εἰ γὰρ τὸ σκότος ἐπιτείνει τὴν στέγνωσιν,
9. ἐπιτεινομένη δὲ ἡ στέγνωσις ἐπιτείνει τὴν παρακοπήν·
10. ἐπιτείνεται γὰρ καὶ ἀνίεται τὰ συμπτώματα τοῖς πάθεσιν·
11. δηλονότι τὸ ἐναντίον πράττουσιν, ἢ δεῖ. παραύξοντα γὰρ
12. τὸ πάθος παραύξουσι καὶ τὴν παρακοπήν. ὁ μὲν οὖν περὶ
13. τῶν συμπτωμάτων τοιοῦτός ἐστι λόγος.

Cliquer un n° de page pour en afficher l’image