Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 23, ed. Kühn, 1821, vol. 1, p. 167-173. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:23

14. Ὅτι δὲ οὐκ ἐνδείκνυται τὰ πάθη τὸ
15. συμφέρον, ὡς οἴονται οἱ Μεθοδικοὶ, δι’ ὧν αὐτοὶ ἐπειρῶντο
16. ἀποφαίνειν ἄχρηστα τὰ συμπτώματα, διὰ τῶν αὐτῶν ἡμεῖς,
17. ὅτι μηδ’ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὑποδείξομεν.
18. φαμὲν γὰρ, ὅτι τῶν αὐτῶν ὄντων παθῶν, διαφερουσῶν δὲ
1. τῶν αἰτιῶν, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. ἰσχουρία γὰρ
2. ἕν τι πάθος ἐστὶν, ἀλλ’ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν,
3. ἂν δὲ διὰ φλεγμονὴν, καταπλάσσομεν, ἂν δὲ δι’
4. ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, ἢ, ὥσπερ ὁ Ἐρασίστρατος,
5. ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀῤῥωστοῦντα, ἀφρονίτρῳ
6. ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς. εἰ
7. δέ γε ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων
8. ἐγγίγνονται, τοῦ αὐτοῦ ὄντος πάθους, καὶ συμφέροντος τοῦ
9. αὐτοῦ αἱ αὐταὶ ἐνδείξεις ἐγγίγνονται. οὐ γίνονται δὲ, οὐκ
10. ἂν τὰ διαφέροντα πάθη τὸ αὐτὸ ἐνεδείκνυντο. νυνὶ δὲ, τῆς
11. μὲν αὐτῆς οὔσης αἰτίας, τῶν δὲ παθῶν διαφερόντων,
12. τὴν αὐτὴν θεραπείαν παραλαμβάνομεν. χολέρα γὰρ καὶ
13. ἴκτερος, διαφέροντα πάθη, σχεδὸν ὁμολογοῦσι καὶ αὐτοὶ,
14. ὅτι τὸ μὲν στεγνὸν, τὸ δὲ ῥοῶδες, ἀλλ’ ἐπ’ ἀμφοτέρων
15. κένωσιν παραλαμβάνομεν. ἐπεὶ οὖν, ἀναιρουμένων τῶν αἰτιῶν,
16. συναναιρεῖται καὶ τὰ παθήματα, καὶ συνισταμένων,
17. συνίσταται. καὶ ἔτι διαφόρων μὲν ὄντων τῶν αἰτίων, κἂν
18. τὰ αὐτὰ πάθη ᾖ, διαφόρῳ χρώμεθα τῇ θεραπείᾳ. τῶν
1. δ’ αὐτῶν ὄντων αἰτίων, κἂν τὰ πάθη διάφορα ᾖ, τῇ αὐτῇ
2. θεραπείᾳ χρώμεθα. διὰ τοῦτο τά τε πάθη καὶ τὰ αἴτια,
3. καὶ τοὺς πεπονθότας τόπους ἐξετάζομεν. ἔστι δὲ καὶ ἐκ
4. τῶνδε ὑποδεῖξαι τὸ ὅμοιον ὑπὸ διαφερουσῶν αἰτιῶν τὸ
5. αὐτὸ πάθος γιγνόμενον, οἷον στεγνόν. πῦρ τε γὰρ προσπεσὸν
6. ὑποπυκνοῖ τὴν ἐπιφάνειαν, καὶ κρύος ὁμοίως. ἀλλὰ, καίτοι
7. τοῦ αὐτοῦ πάθους ὄντος, διαφόρῳ θεραπείᾳ χρώμεθα διὰ
8. τὴν διαφορὰν τῶν αἰτιῶν. τὸ μὲν γὰρ ἀπὸ πυρὸς καταντλήσεσι
9. καὶ καταπλάσμασι τοῖς τὰς ἐσχάρας ἀποστῆσαι δυναμένοις
10. ἰώμεθα· τὸ δ’ ἀπὸ κρύους πυριάμασι, γογγύλης ἀποξέσμασι,
11. καὶ ὁμοίοις τισίν. εἰ δὲ χαλαστικὴν φήσουσιν ἀπ’ ἀμφοτέρων
12. καὶ τὴν αὐτὴν ἀγωγὴν παραλαμβάνεσθαι, φήσομεν, ὅτι, εἰ
13. μηδὲν διαφέρουσα ἡ ἀγωγὴ, καὶ ἐναλλάττοντες οὐδὲν ἁμαρτήσομεν·
14. ἀλλὰ καὶ τὸν ἀπὸ πυρὸς πυριάσομεν τοῖς αὐτοῖς,
15. καὶ τὸν ἀπὸ κρύους καταπλάσομεν, καὶ τοῖς πρὸς τὰς ἐσχάρας
16. ποιοῦσι φαρμάκοις χρησόμεθα ἐπ’ αὐτοῦ. ἀλλ’ οὐ ποιοῦμεν
17. τοῦτο· βλάπτονται γάρ· διόπερ οὐ τὴν αὐτὴν θεραπείαν
18. εἶναι ῥητέον. ἔτι καὶ τὸ αὐτὸ αἴτιον διάφορα ἀποτελεῖ
1. πάθη. διὰ γὰρ πλῆθος οἱ μὲν φλεγμαίνουσιν, ἡ δὲ
2. φλεγμονὴ στέγνωσίς ἐστιν· ἄλλοι δ’ αἱμοῤῥαγοῦσιν, αἱ δ’
3. αἱμοῤῥαγίαι ῥύσεις εἰσί· ἀλλὰ παρὰ τὴν διαφορὰν τῶν παθῶν
4. οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. κένωσις γὰρ ἐπ’ ἀμφοτέρων
5. λύσις, ἐναντία τῷ πάθει. οὐ γὰρ ἀπὸ τῶν ἀποτελούντων,
6. ἀλλ’ ἀπὸ τῶν ἀποτελουμένων, ὡς καὶ αὐτοὶ ὁμολογοῦσι,
7. χρὴ τὰς ἐνδείξεις γίγνεσθαι. τὰ δὲ παραδέχονται
8. μὲν ὡς αἴτια οἱ Μεθοδικοὶ, ἐπειδὴ τῶν συμπτωμάτων ἐστὶ
9. ποιητικὰ, ἀλλ’ οὐχὶ ὡς αἴτια εἶναι, φασὶν, ἐνδείκνυται,
10. ἀλλ’ ὡς κοινότητες. οὐδὲν δὲ κωλύει τὸ αὐτὸ; φασὶ, καὶ
11. ὡς αἴτιον εἶναι, καὶ ὡς κοινότητα, καὶ ὡς ἕτερα. ὡς γὰρ
12. τὸ μῆλον γευστὸν καὶ ὁρατὸν καὶ ἁπτόν ἐστιν, ὅταν δὲ
13. λέγωμεν γλυκὺ εἶναι, οὐ, καθ’ ὅσον τῇ ἁφῇ ὑποπίπτει,
14. γλυκὺ λέγομεν, οὕτω καὶ τὰ πάθη οὐδὲν κωλύει εἶναι
15. μὲν ἑτέρων ἀποτελέσματα, εἶναι δὲ καὶ ποιητικά τινων.
16. ἀλλ’ ὅταν, φασὶ, λέγωμεν ἐνδείκνυσθαι αὐτὰ, οὔτε
17. ᾗ ἀποτελέσματά ἐστιν, οὔτε ᾗ ποιητικά τινων, ἐνδείκνυσθαι
18. λέγομεν, ἀλλ’ ὡς κοινότητας. ὡς οὖν τὰ συμπτώματα οἱ
1. Μεθοδικοὶ, διὰ τὸ ἀπὸ διαφερόντων γίνεσθαι τὰ αὐτὰ,
2. καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, οὐδὲν ἐνδείκνυσθαι συμφέρον
3. λέγουσιν, οὕτω καὶ ἡμεῖς, ἐπειδήπερ ὁρῶμεν ὑπὸ διαφερόντων
4. αἰτίων τὰ αὐτὰ πάθη γινόμενα, καὶ ἀπὸ τῶν αὐτῶν
5. διαφέροντα, ἄχρηστά φαμεν αὐτὰ πρὸς ἔνδειξιν τῶν συμφερόντων
6. εἶναι. οὐ γὰρ ἓν ἐνδείκνυται ἀεὶ τὸ αὐτό. ἰσχουρίας
7. οὖν οὔσης δηλονότι, ἀεὶ ἂν τῇ αὐτῇ θεραπείᾳ χρῴμεθα.
8. ὡς οὖν αὐτοὶ τὸ ἔρευθος μὴ ἐνδείκνυσθαι λέγουσι,
9. τὸ εἶδος ἀποτελέσματος εἶναι νομίζοντες, οὕτω καὶ ἡμεῖς τὰ
10. πάθη ἄχρηστα εἶναι πρὸς ἔνδειξιν ἐροῦμεν, ὁτὲ μὲν αἰτιῶν,
11. ὁτὲ δὲ ἀποτελεσμάτων. καίτοι φαίη ἄν τις πρὸς αὐτοὺς,
12. πῶς οὐκ ἐνδείκνυται τὸ ἔρευθος τὴν ἀλλοίωσιν αὐτοῦ; καὶ
13. γὰρ καὶ κοινότητα θεωρεῖσθαι ὑπ’ αὐτοῦ, ἐπὶ πλειόνων
14. γὰρ διαφερόντων ὁρᾶσθαι. ἔστι δ’ ἡ κοινότης ταὐτότης ἐν
15. πλείοσιν. εἰ τοίνυν καὶ ἐνδείκνυται, καὶ κοινόν ἐστι πλειόνων,
16. διὰ τί οὐκ ἀπὸ τούτου καὶ τῶν τοιούτων συμπτωμάτων
17. σαφῶς φαινομένων ποιεῖσθε τὰς ἐνδείξεις, ἀλλ’
18. ἀπὸ τῶν παθῶν, στεγνότητος καὶ ῥύσεως οὐδαμῶς φαινομένων;
1. καὶ ἀνεπιδείκνυται, ὅπερ πάθος ἐστὶ, γελοιότατον,
2. πάθος ἀναίσθητον εἶναι λέγειν. εἰ μὲν οὖν ἡ ῥύσις καὶ ἡ
3. στέγνωσις μόναι ἦσαν κοινότητες, εἶχεν ἄν τινα πιθανότητα
4. τὸ ταύτας λέγειν ἐνδείκνυσθαι μόνας. ἐπειδὴ καὶ τὰ συμπτώματά
5. ἐστι κοινὰ πλειόνων, διὰ τί μὴ καὶ ἀπὸ τῶν
6. συμπτωμάτων ἔνδειξις γίνεται συμφερόντων; οἱ δέ φασιν,
7. ἀλλ’ ὅτι μή εἰσι προσεχῆ καὶ ἀναγκαῖα τοῖς ἰατρεύουσι κοινότητες,
8. διὰ τοῦτο παραιτούμεθα τὰ συμπτώματα. τῶν
9. γὰρ αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων,
10. τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. καὶ διαφερόντων τῶν
11. παθῶν, διαφερούσῃ ἀγωγῇ χρώμεθα, ὥς που δέδεικται.
12. διὰ ταῦτα δὴ καὶ ἡμεῖς ὁρῶντες, φήσομεν, καὶ ἐπὶ τῶν
13. παθῶν τὸ ὅμοιον τυγχάνειν, ὅπερ ὑμεῖς ἐπὶ τῶν συμπτωμάτων
14. παρεφυλάξετε, ὡς ἄχρηστα νῦν αὐτὰ παραιτούμεθα.
15. ἐκ περιουσίας γάρ ἐστι καὶ τοῦτο κατασκευάσαι, ὅτι ἄχρηστος
16. ἡ κατάληψις τῶν παθῶν. ἐπαρκεῖ γὰρ πρὸς θεραπείαν
17. αἰτίας κατάληψις, τόπου ἐπίγνωσις τοῦ ἐνοχλουμένου,
18. καὶ δυνάμεως μέτρον. εἰ δὲ στέγνωσις, ἢ ῥύσις, περιττόν
1. φημι καταλαμβάνειν. ἀλλ’ οὗτος μὲν ὁ λόγος ὕστερον εἰρήσεται,
2. ὅταν διεξίωμεν, ἥντινα χρείαν ἡ κατάληψις τῶν παθῶν παρέχεται.

Cliquer un n° de page pour en afficher l’image