Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 25, ed. Kühn, 1821, vol. 1, p. 174-175. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:25

5. Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθημάτων
6. ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν
7. θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται
8. οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ
9. πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ
10. πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως,
11. συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος.
12. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ
13. βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς
14. συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ
15. πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεναντίον
16. ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ
17. κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα
18. τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς
19. σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια
1. εὕροις ἂν ὑπεναντιούμενα, πρὸς δὲ τὸ πάθος οὐδέν. ἔτι δὲ καὶ
2. ἐκ τούτου ἄν τις μάθοι, ὅτι, εἰ μὲν ἡ στέγνωσις βοήθημα
3. οὐδὲν, οὐδ’ ἡ ῥύσις, ἀλλὰ μᾶλλον πάθος τι ἐνδείκνυται, τῇ
4. δὲ στεγνώσει ἐναντία ἐστὶν ἡ ῥύσις, οὐ κένωσιν, ἀλλὰ ῥύσιν
5. ἐνδείκνυται ἡ στέγνωσις. ὁμοίως δὲ καὶ ἡ ῥύσις στέγνωσιν
6. ἐνδείξεται. ὅπερ οὖν παραλαμβάνομεν, ταὐτὸν ἐνδείκνυται
7. πάθος. τὰ δὲ αἴτια τὰ βλάπτοντα τὸ ἐναντίον
8. αὐτῶν ἐνδείκνυται· καὶ ὅπερ ἐνδείκνυται ταῦτα, παραλαμβάνομεν.
9. διόπερ οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὸ συμφέρον
10. ἐνδείκνυται. ὅτι μὲν οὖν τὰ συμπτώματα οὐκ ἔστιν ἄχρηστα
11. παντάπασι, καὶ τὰ πάθη οὐχ οἶά τέ ἐστιν ἐνδείκνυσθαι
12. τὸ συμφέρον, τὰ δ’ αἴτια ἐνδείκνυται, αὐτάρκως ὑποδέδεικται.

Cliquer un n° de page pour en afficher l’image