Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 26, ed. Kühn, 1821, vol. 1, p. 175-182. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:26

13. Ἑξῆς ἐπισκεπτέον, εἴτε φαίνονται αἱ κοινότητες,
14. ἃς ὑποτίθενται οἱ Μεθοδικοὶ, εἴτε καὶ μή· καὶ
15. εἰ αἱ ἐνδείξεις ἀπὸ τῶν κοινοτήτων δύνανται γίνεσθαι, ἢ
16. οὔ. ὁριζόμενοι τοίνυν τὴν ἰατρικὴν κατὰ τὴν αὐτῶν δόξαν
17. γνῶσιν εἶναι τῶν φαινομένων κοινοτήτων, τὸ δὲ φαινόμενον
1. οὐχ ὡς δι’ αἰσθήσεως καταληπτὸν εἶναι λέγουσι. οὐδεμία
2. γὰρ διάθεσις δι’ αἰσθήσεως καταλαμβάνεται, ἀλλὰ φαινόμενον
3. ἐκεῖνοι λέγουσι τὸ ἐξ αὑτοῦ καταληπτὸν, κἂν μὴ
4. ὑποπίπτῃ ταῖς αἰσθήσεσι. σχεδὸν γὰρ τὸ ἐναργὲς ἐκεῖνοι
5. φαινόμενον λέγουσι. δεῖ μὲν οὖν τὸν ἀντιλέγοντα καὶ τοῦτο
6. παραδεικνύειν, ὅτι οὐκ ἴσασι τοῖς ἑλληνικοῖς ὀνόμασι χρήσασθαι.
7. ἵνα δὲ μὴ δοκῶμεν λέξει προσπλέκεσθαι, συγχωρήσαντες
8. αὐτοῖς τὸ φαινόμενον, ὡς ἐκεῖνοι λέγουσιν, ἐπιδείξομεν,
9. ὅτι οὐκ ἐξ ἑαυτῶν εἰσιν αἱ κοινότητες καταληπταί.
10. καὶ πρῶτόν γε τὸν τῆς αἱρέσεως αὐτῶν ἄρξαντα Θεσσαλὸν
11. ἐπιδείξομεν, σημεῖα ἐκθέμενοι τῶν κοινοτήτων, ὡς οὐκ ἐξ
12. ἑαυτῶν δηλονότι καταλαμβάνεσθαι πεφυκυιῶν. ἐν γὰρ τῷ
13. κάμνοντι τὴν στέγνωσιν, φησὶ, καταλαμβάνειν ἐστὶν ἐκ τοῦ
14. δυσδιαφόρητα εἶναι τὰ σώματα. ὁμοίως δὲ καὶ τῆς ῥύσεώς
15. τινα γνωρίσματα ἐκτίθεται. ἀλλ’ ἴσως φήσουσιν, ὅτι πρὸς
16. ἄνδρα, καὶ οὐχὶ πρὸς τὴν αἵρεσιν αὐτῶν ἀντιλέγετε. ἐάσαντες
17. οὖν τὸν Θεσσαλὸν, ἐπιδείξομεν τὸ προκείμενον. πρῶτον
18. οὖν κοινῷ τινι ἐπιχειρήματι ἐπὶ τῶν δύο διαθέσεων
1. χρησόμεθα, ὑποδεικνύντες, ὅτι οὐ φαίνονται, οὐδ’ ἐξ ἑαυτῶν
2. εἰσι καταληπταί· ἔπειτα καὶ ἰδίᾳ ἑκατέραν τῶν διαθέσεων
3. δείξομεν μὴ ἐξ ἑαυτῶν καταλαμβανομένην. ὁμολογοῦσι
4. τοίνυν καὶ αὐτοὶ, ὅτι οὐ πᾶσα πύκνωσις σώματος, οὐδ’
5. ἐποχὴ ἀποκρίσεως, στέγνωσίς ἐστιν. οἱ γὰρ ἀγροῖκοι ἐν ταῖς
6. συγκρίσεσίν εἰσιν, οὐ μὴν ἐν στεγνότητί εἰσιν. καὶ ἡ ἐποχὴ
7. δὲ τῶν οἰκείων οὐκ ἔστι στέγνωσις, ἐπειδὰν καὶ κάθαρσις
8. γυναικὸς διὰ τὴν κύησιν ἐπέχηται, ἐποχὴ μέν ἐστι συνήθους
9. ἀποκρίσεως, στέγνωσις δ’ οὐκ ἔστι. ἔτι δ’ οὐ πᾶσα ἀραίωσις
10. σωμάτων καὶ ἀπόκρισις ῥύσις ἐστίν. οἱ γὰρ παῖδες, καὶ τὰ
11. γύναια, καὶ οἵτινες ἁβροδίαιτοι ἄνδρες, κατὰ φύσιν εἰσὶν
12. ἀραιοὶ, καὶ ἀπόκρισίς τις, οὐ ῥύσις ἐστὶν ἡ τῶν περιττωμάτων.
13. ἀλλ’ οὐδὲ τοὺς διὰ κοιλίας, ἢ οὔρων, ἢ ἱδρώτων, ἢ αἱμοῤῥαγιῶν
14. κρινομένους, ἐν ῥύσει εἶναι ἐροῦσιν· ἐνίστασθαι
15. γὰρ αὐτοὺς τῇ ἐκκρίσει ἔδει. ἐπεὶ οὖν οὐ πᾶσα πύκνωσις,
16. καὶ ἐποχὴ στέγνωσίς ἐστιν, οὐδὲ πᾶσα ἀραίωσις, ἢ ἔκκρισις,
17. ῥύσις, δῆλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι προσέχοντι
1. ψιλοῖς, ἀδύνατόν ἐστιν ῥύσιν ἢ στέγνωσιν καταλαβεῖν, ἐξ
2. ἑτέρων δ’ ἐπικρίνειν αὐτὰ δεῖ. ὡς γὰρ καὶ τὰ ἄλλα συμπτώματα,
3. εἴτε κατὰ φύσιν ἐστὶν, εἴτε παρὰ φύσιν, οὐκ
4. ἐξ ἑαυτῶν, ἀλλ’ ἐξ ἑτέρων καταλαμβάνεται, οὕτως οὐδὲ
5. στέγνωσις καὶ ῥύσις. τὸ δὲ λεγόμενον διὰ τούτων ἂν γένοιτο
6. δῆλον. τὰ κατὰ φύσιν συμπτώματα πρὸς τὰ παρὰ
7. φύσιν πολλὴν ἔχει τὴν ὁμοιότητα. τὰ γὰρ αὐτὰ, οἷς μὲν
8. κατὰ φύσιν, οἷς δὲ παρὰ φύσιν. οἷον τὸ μέλαν χρῶμα τὸ
9. παρὰ φύσιν ὅμοιόν ἐστι τῷ κατὰ φύσιν. ἡμῖν μὲν γὰρ παρὰ
10. φύσιν, τοῖς Ἰνδοῖς δὲ κατὰ φύσιν. καὶ τὰ σχήματα δὲ τὰ παρὰ
11. φύσιν ἔοικε τοῖς κατὰ φύσιν. ἄλλοι γὰρ ἄλλων ἔξαρθροι
12. πεφύκασι μᾶλλον. καὶ ῥὶς ὀξεῖα, καὶ ὀφθαλμοὶ κοῖλοι, οἷς
13. μὲν θανατικὰ συμπτώματα, ἄλλοις δὲ τὰ αὐτὰ ταῦτα κατὰ
14. φύσιν. καὶ κίνησις καὶ ἀκινησία, ἂν μὲν ὑπὸ προαιρέσεως
15. γένηται, κατὰ φύσιν, ἂν δ’ ἀπροαιρέτως, παρὰ φύσιν. ἐκ δὲ
16. τούτων εὔδηλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι μόνοις οὐχ
17. οἶόν τ’ ἐστὶ προσέχοντας γνωρίζειν τὸ κατὰ φύσιν, καὶ τὸ
1. παρὰ φύσιν, ἀλλὰ δεῖ ἐπ’ ἐνίων μὲν τὴν ἐπιφέρουσαν αἰτίαν
2. ἐξετάσαι, ὡς ἐπὶ τῆς κινήσεως, πότερον ὑπὸ προαιρέσεως,
3. ἢ ἀπροαιρέτως· καὶ ἐπὶ τοῦ χρώματος. ἐπεὶ γὰρ τὸ
4. χρῶμα ἀπὸ τῶν χυμῶν, ἐπιφαίνεται δὲ ἀπὸ τοῦ χρώματος
5. τὸ αἷμα, δεῖ σκοπεῖν, εἰ κατὰ φύσιν ἔχει τὸ αἷμα. ὄψει δὲ
6. ἐκ τῆς χρείας. ἂν γὰρ τὴν λοιπὴν ἅπασαν χρείαν τὸ αἷμα
7. ἀνεμπόδιστον παρέχηται καὶ μήτε διατείνῃ, μήτε βαρῇ, φήσεις
8. κατὰ φύσιν εἶναι τὸ χρῶμα. τὸ σχῆμα εἰ κατὰ φύσιν
9. ἐστὶν, ἀπὸ τῆς τοῦ μέλους χρείας καταλήψῃ, ὡς ἐπὶ τοῖς
10. ἐξαρθρηθεῖσιν. ἔνια δὲ ἐκ τοῦ τόπου, ἐν ᾧ γίνεται, εἰ κατὰ
11. φύσιν ἐστὶ, καταλαμβάνεται. οὕτω καὶ ἡ πύκνωσις καὶ ἡ ἀραίωσις
12. οἷς μὲν κατὰ φύσιν ἐστὶν, οἷς δὲ παρὰ φύσιν. ἡ μὲν γὰρ
13. τῶν γερόντων πύκνωσις, αὐτοῖς μὲν κατὰ φύσιν, παιδίοις
14. δὲ παρὰ φύσιν. ἡ δ’ αὖ τῶν παιδίων ἀραίωσις, αὐτοῖς μὲν
15. κατὰ φύσιν, γέρουσι δὲ παρὰ φύσιν. καὶ διαγωγῇ βίων πεπύκνωνταί
16. τινες, ὡς οἱ ἀγροῖκοι, καὶ κατὰ περιστάσεις ἄλλοι,
17. καὶ ὅμως κατὰ φύσιν διάκεινται. διὰ τοῦτο οὐχ οἶόν
1. τε εἰς τὴν πύκνωσιν τῶν σωμάτων ψιλὴν, καὶ τὴν ῥύσιν
2. ἀποβλέποντας, καταλαμβάνειν τὰς διαθέσεις. δεῖ δὲ καὶ
3. πρὸς ἕτερόν τι καὶ ταῦτα ἀναφέροντας ἐπικρίνειν, εἴτε κατὰ
4. φύσιν, εἴτε πάθη ἐστίν. λέγουσι γὰρ, ὅτι τῇ συμμετρίᾳ
5. καὶ ἀμετρίᾳ διακρίνομεν τὰ κατὰ φύσιν συμπτώματα
6. ἀπὸ τῶν παρὰ φύσιν. ὅταν μὲν γὰρ συμμέτρως τὸ σῶμα
7. πυκνώσεώς τε καὶ ἀραιώσεως ἔχῃ, ὑγιαίνει τὸ ζῶον· ὁπόταν.
8. δέ τι αὐτῶν ἐπιταθὲν ἐκβῇ τὴν συμμετρίαν, νοσεῖν ἀνάγκη.
9. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι τὸ σύμμετρον καὶ ἄμετρον,
10. ἕτερον παρὰ τὰς διαθέσεις. εἰ δὲ τῇ ἀμετρίᾳ κρίνοιτο τὰ
11. πάθη, οὐκ ἐξ ἑαυτῶν καταληπτὰ εἶναι ὁμολογεῖται. εἶτα
12. οὕτως· εἰ τὸ σύμμετρον καὶ τὸ ἄμετρον οὐ φαίνεται, ἀλλ’
13. ἐκ τῶν ἀποτελεσμάτων καταλαμβάνεται. ἂν μὲν γὰρ ὠφελῇ,
14. σύμμετρόν ἐστι· ἂν δὲ βλάπτῃ, ἄμετρον. πῶς οὖν τοῦτο
15. σύμμετρον καὶ ἄμετρον μὴ φαινόμενον, τὰ ἐκ τούτου καταλαμβανόμενα
16. φαίνοιτ’ ἄν; εἰ δὲ δὴ καὶ πρὸς τὴν δύναμιν
17. τὸ σύμμετρον καὶ ἄμετρον κρίνοιτο, οὐδ’ οὕτω πρόδηλον ἂν
1. εἴη τὸ ἄμετρον· ἡ γὰρ δύναμις οὐ φαίνεται· τοῦ δ’ ἀμέτρου
2. μὴ φαινομένου, δηλονότι οὐδὲ αἱ κοινότητες φαίνονται.
3. καὶ γὰρ αὗται ἀμετρίαι τινές εἰσιν. ἔτι τε ῥητέον πρὸς αὐτοὺς,
4. ὅτι οὐδὲν τῶν κατὰ φύσιν παρὰ φύσιν φαίνεται, ἀλλ’ ὡς μὲν
5. κατὰ φύσιν, ἢ παρὰ φύσιν φαίνεται. τὸ γὰρ ἄλγημα καὶ
6. ἄλλα τοιουτότροπα παρὰ φύσιν φαίνεται. οἱ δ’ ἰατροὶ βούλονται
7. καταλαβεῖν, οὐχ οἷά ἐστι παρὰ φύσιν, ἀλλ’ ὡς ἔστι.
8. ῥὶς γὰρ ὀξεῖα καὶ ὀφθαλμοὶ κοῖλοι πᾶσιν ἀνθρώποις φαίνεται·
9. εἰ δὲ κατὰ φύσιν, ἢ παρὰ φύσιν, τοῖς ἰατροῖς μόνον.
10. ταύτῃ γὰρ διαφέρουσιν οἱ ἰατροὶ τῶν ἰδιωτῶν, ὅτι ἐπὶ
11. τοῖς φαινομένοις κεκρυμμένον τι καταλαμβάνειν δύνανται, ὃ
12. οὐκ ἔτι δύνανται οἱ ἰδιῶται καταλαβεῖν. ἔπειτα παρὰ φύσιν
13. οὐ φαίνεται, καὶ αἱ κοινότητες παρὰ φύσιν εἰσὶν, δηλονότι
14. οὐ φαίνονται. ἄξιον δὲ κἀκεῖνο ἐννοῆσαι, εἴ τις πώποτε
15. τῶν ἀνθρώπων μετεπέμψατό τινα τῶν ἰατρῶν, ὡς
16. ὑπὸ πυκνότητος ἢ ἀραιότητος ἀμέτρου ἀνιώμενος. εἰ δὲ
17. μηδεὶς εἰς αἴσθησιν ἦλθε τῶν κοινοτήτων, πῶς εὔλογόν
1. ἐστι λέγειν φαίνεσθαι αὐτάς; μὴ φαινομένων δὲ τῶν κοινοτήτων,
2. πῶς οἴονται τὴν τέχνην τὴν γνῶσιν εἶναι φαινομένων κοινοτήτων;

Cliquer un n° de page pour en afficher l’image