2. Τὴν δὲ ῥύσιν ὁριζόμενοί φασιν εἶναι
3. ἄμετρον ἀραίωσιν τῶν σωμάτων, καὶ ἀπόκρισιν τῶν ὑπομονῆς
4. δεομένων. ὅτι μὲν οὖν ἄμετρος ἀραίωσις ἐξ αὑτῆς οὐ
5. καταλαμβάνεται, δέδεικται. τὰ δὲ ἀποκρινόμενα, εἴτε δεῖ
6. ὑπομένειν, εἴτε καὶ μὴ, πόθεν καταλαμβάνουσιν; ἐξ ἑαυτῶν
7. γὰρ οὐ πέφυκε καταλαμβάνεσθαι· δῆλον ὅτι οὐδὲ ἡ
8. ῥύσις αὐτόθεν ἂν καταλαμβάνοιτο. ἵνα μὲν γὰρ τὴν ῥύσιν
9. ἐπιγνῶμεν, δεῖ προκαταλαβεῖν τὸ οἰκεῖον· τὸ δ’ οἰκεῖον ἐκ
10. τῆς χρείας κριθῆναι δεῖ· τὴν δὲ χρείαν ἐκ τῶν ἀποτελεσμάτων
11. πολλῶν, καὶ τούτων ἐξ ἑαυτῶν, μὴ καταλαμβανομένης
12. τῆς ῥύσεως γιγνωσκομένης. πῶς οὖν εὔλογον φαίνεσθαι αὐτὴν
13. λέγειν; καὶ σχεδὸν ὅπερ οἱ Λογικοὶ δυσκολώτατόν φασιν
14. εἶναι καταλαμβάνειν, τοῦτο οἱ Μεθοδικοὶ φαίνεσθαι λέγουσιν.
15. οὐδενὶ γὰρ, ἢ ὀνόματι διαφέρει ἡ ὑπὸ τούτων καλουμένη
16. ῥύσις τῆς ὑπὸ τῶν ἀρχαίων συντήξεως ὀνομαζομένης.
1. οὕτω δὲ δυσδιάκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε
2. καὶ ἔκκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χαλεπωτάτην
3. τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν
4. δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν. ὁ δ’
5. Ἱπποκράτης περὶ τὴν εὐφορίαν καὶ δυσφορίαν ἀναπέμπει
6. τὴν κρίσιν, λέγων· ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται,
7. ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. δύο οὖν παλαιῶν
8. ἀνδρῶν, περὶ τῶν πρωτείων ἁμιλλωμένων, καὶ ἀμφοτέρων
9. ὁμογνωμονούντων περὶ τοῦ δυσδιάκριτον εἶναι ἔκκρισιν
10. ἀπὸ συντήξεως, καὶ τοῦ μὲν οὐδὲ σημεῖον τῆς ἐκκρίσεως
11. ἐκθεμένου, ἀλλὰ μόνην τὴν χαλεπότητα τοῦ πράγματος
12. ὑποδείξαντος, τοῦ δ’ ἐπὶ κανόνα δυσκατάληπτον ἀνενεγκόντος
13. τὴν κρίσιν, οἱ Μεθοδικοὶ τοῦτο φαίνεσθαι νομίζουσιν.
14. ἔτι δ’ ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων, πόθεν
15. καταλαμβάνειν φήσουσι τὴν ῥύσιν; ἀπὸ γὰρ τῆς
16. συμπτώσεως οὐ δύνανται, ὅτι σύμπτωσις οὐ μόνον ἐπὶ
17. ῥύσει κενουμένων τῶν σωμάτων γίνεται, ἀλλὰ καὶ ἐπὶ
18. στεγνώσει ἐμμήνων ἐπεχομένων. καὶ γὰρ διόγκωσις οὐκ ἐπὶ
1. στεγνώσει μόνον ἐπεχομένων τῶν ἀποκρίσεως δεομένων γίγνεται,
2. ἀλλὰ καὶ ἐπὶ ῥύσει χεομένων τῶν ὑγρῶν καὶ διατεινόντων
3. τὰ σώματα. ὅτι δ’ οὐ ταὐτόν ἐστι σύμπτωσις
4. αἰσθητὴ καὶ ῥύσις, δῆλον ἄν ἐκ τοῦδε γένοιτο. εἰ ἡ σύμπτωσις
5. αἰσθητὴ, τῇ δὲ συμπτώσει ἐναντία ἐστὶν ἡ διόγκωσις, καὶ
6. ἓν ἑνί ἐστιν ἐναντίον· τῇ ῥύσει οὐχ ἡ διόγκωσις, ἀλλ’ ἡ
7. στέγνωσις ἐναντίον ἔσται. ἐὰν δὲ λέγωσιν, ὅτι ταὐτόν ἐστι
8. τῇ στεγνώσει ἡ διόγκωσις, ἐπιδεῖξαι δεῖ αὐτοῖς τὴν τῶν
9. ὅρων ἐναντιότητα. λέγουσι γὰρ, τὴν στέγνωσιν πίλησιν καὶ
10. σφίγξιν τῶν σωμάτων εἶναι. ἔστι τοίνυν σφίγξις καὶ πίλησις
11. τῶν σωμάτων ἡ στέγνωσις. ἡ δὲ διόγκωσις χύσις καὶ
12. διάτασίς ἐστι τῶν σωμάτων. διατείνεται δὲ τὰ σώματα ἢ
13. διὰ πλῆθος, ἢ διὰ χύσιν. φαίνεται οὖν, ὅτι οὐ ταὐτόν
14. ἐστι στέγνωσις καὶ διόγκωσις. ἐὰν δ’ ὁμολογῶσιν, ἕτερόν τι
15. τὴν σύμπτωσιν τῆς ῥύσεως εἶναι, καὶ τὴν διόγκωσιν τῆς
16. στεγνώσεως εἶναι, λέγουσιν, ὅτι οὐκ ἐκ τούτων καταλαμβάνονται
17. αἱ κοινότητες, καὶ ὁμολογοῦσιν, ὅτι ἐξ ἑτέρων καὶ οὐκ
18. ἐξ ἑαυτῶν αἱ διαθέσεις καταλαμβάνονται, εἴπερ ἐκ συμπτώσεως
1. καὶ διογκώσεως καταλαμβάνουσιν, ἅπερ ἕτερά ἐστι
2. τῶν διαθέσεων.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 28, ed. Kühn, 1821, vol. 1, p. 183-186. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:28
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩