Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 32, ed. Kühn, 1821, vol. 1, p. 189-193. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:32

14. Οἱ δὲ Μεθοδικοὶ τὰς κοινότητας αὐτὰς
15. οἴονται ἐνδείκνυσθαι τὰ συμφέροντα. τὸ μὲν γὰρ στεγνὸν
16. πάθος ἐνδείκνυσθαί φασι τὸ δεῖν χαλᾷν, τὸ δὲ ῥοῶδες
17. τὴν σταλτικὴν ἀγωγὴν ἐπιζητεῖν, καὶ τὰς λοιπὰς δὲ
18. κοινότητας ὑποτίθενται διαφέροντα φανερὰ ἐνδείκνυσθαι,
1. περὶ ὧν εἰρήσεται· ὅτι δ’ οὐκ ἐνδείκνυνται αἱ κοινότητες,
2. διὰ τούτων παραστήσομεν. ὧν ἀναιρεθέντων οἱ νοσοῦντες
3. ὑγιεῖς γίγνονται, τούτων ἐστὶν ἀναιρετικὰ βοηθήματα. ὧν
4. δ’ ἐστὶν ἀναιρετικὰ προηγουμένως βοηθήματα, ἀπὸ τούτων
5. ἔνδειξις τῶν συμφερόντων γίνεται· ἀναιρετικὰ δ’ ἐστὶ προηγουμένως
6. τὰ βοηθήματα τῶν ἐπὶ μέρους αἰτίων, καὶ εἰ ἄρα
7. νοσημάτων, τὰ ἐπὶ μέρους ἄρ’ αἴτια, καὶ εἰ ἄρα νοσήματα
8. ἐνεδείκνυντο ἂν τὸ συμφέρον, καὶ οὐχ αἱ κοινότητες τῷ
9. εἶναι κοινότητες τὸ συμφέρον ἐνδείκνυνται. καὶ εἰ τὰ παραλαμβανόμενα
10. βοηθήματα ἀναιρετικὰ τῶν ἐνδειξαμένων,
11. ἀπὸ τῶν ἐπὶ μέρους βοηθημάτων ἀναιροῦνται αἱ κοινότητες.
12. τῆς δὲ κοινότητος ἀναιρουμένης οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν
13. ὑπὸ τῆς αὐτῆς κοινότητος νοσήσαντες ὑγιεῖς ἂν ἐγένοντο,
14. οὐδενός τινος ὑπ’ αὐτῆς ἀναιρεθέντος. εἰ δὲ, ὅπερ ἐνδείκνυται,
15. τοῦτο ἀναιρεῖται, αἱ δὲ κοινότητες ἐνδείκνυνται,
16. δῆλον, ὅτι αἱ κοινότητες ἀναιρεθήσονται. πρὸς τοῦτο λέγουσιν
17. οἱ Μεθοδικοὶ, ὅτι τὴν κοινότητα ἡμεῖς τὴν αὐτὴν
18. καὶ μίαν λέγομεν εἶναι, οὐχ ὅτι ἕν τί ἐστι σῶμα συναφὲς
1. αὐτὸ ἑαυτῷ, εἴ τις ἐπὶ πλειόνων θεωροῖτο, ἀλλ’ ᾗ τὸ αὐτὸ
2. εἶδός ἐστιν. ὡς γὰρ καὶ ἡ ἀνθρωπότης κοινότης τις λέγεται
3. εἶναι, οὐκ ἔτι δὲ σῶμα ἓν ἡνωμένον, εἶτα ἐπὶ πάντων τῶν
4. ἀνθρώπων θεωρεῖται, ἀλλ’ ὁμοιότης τις ἐν πλείοσιν, οὕτω
5. καὶ περὶ τῆς κοινότητός φασι δεῖν ὑπολαμβάνειν. ὥσπερ
6. οὖν, φασὶν, ἑνὸς ἀνθρώπου ἀναιρουμένου, οὐ συναναιρεῖται
7. ἡ ἀνθρωπότης, ἣν ἐπὶ πάντων ὁρῶμεν, ἀλλ’ ἄρα ἡ ἑνός
8. τινος ἀνθρωπότης· οὕτως καὶ ἐπὶ μέρους κοινότητος ἀναιρουμένης,
9. οὐχ ἡ ἐπὶ πάντων κοινότης ἀναιρεῖται, ἀλλ’ ἡ ἐπὶ
10. μέρους μόνον. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἴπερ αἱ κοινότητες,
11. καθ’ ὃ κοινότητές εἰσιν, ἐνδείκνυνται τὸ συμφέρον,
12. καὶ ἡ ἀνθρωπότης, κοινότης οὖσα, ἐνεδείκνυτο ἂν τὸ συμφέρον.
13. οὐδὲν δὲ ἡ ἀνθρωπότης ἐνδείκνυται, οὐδ’ οὖν ἄλλη
14. τις κοινότης ἐνδεικτικὴ ἂν εἴη συμφέροντος. ἔτι δὲ, εἴπερ ἡ
15. κοινότης ταὐτότης ἐστὶν ἐν πλείοσι, καὶ αἱ κοινότητες, καθ’
16. ὃ κοινότητές εἰσιν, ἐνεδείκνυντο· καὶ ἡ δυσφορία καὶ ἡ ἐρυθρότης
17. ἐπὶ πλειόνων παθῶν θεωρουμένη, ἐνεδείκνυντο ἄν
1. τι συμφέρον, οὐδὲν δὲ ἐνδείκνυνται· οὐδ’ αἱ λοιπαὶ ἄρα
2. κοινότητες φύσιν ἔχουσιν ἐνδεικτικήν. ἐπιζητῆσαι δὲ χρὴ
3. καὶ τοῦτο παρ’ αὐτῶν, πότερον αἱ κοινότητες πάθη εἰσὶν,
4. ἢ οὔ. εἰ μὲν πάθη, πῶς οὐδεὶς πώποτε ᾔσθετο αὐτῶν.
5. ἀλλὰ πυρετοῦ μὲν, καὶ φλεγμονῆς, καὶ βάρους, καὶ
6. διατάσεως ἀντιλαμβάνονται ἄνθρωποι, καὶ τοὺς ἰατροὺς διὰ
7. ταῦτα μεταπέμπονται, στεγνότητος δὲ καὶ ῥοωδίας οὐδεὶς
8. πώποτε ᾔσθετο. οὐδὲ μὰ Δία ἔπεμψέ τις καὶ πρὸς ἰατρὸν,
9. ὡς ὑπὸ ἀμέτρου στεγνώσεως ἢ ἀραιώσεως ἐνοχλούμενος. εἰ
10. δὲ μή ἐστι πάθη, πῶς ἀπὸ τῶν παθῶν τὰς ἐνδείξεις
11. γίγνεσθαι λέγουσι, τῆς στεγνώσεως καὶ ῥοωδίας οὐκ ὄντων
12. παθῶν; ἔτι τε κἀκεῖνο ῥητέον, ὅτι, εἴπερ αἱ κοινότητες
13. φύσιν εἶχον ἐνδεικτικὴν, πάντων ἂν μάλιστα ἡ τῶν κοινοτήτων
14. κοινότης ἐνεδείκνυτο ἄν. καὶ γὰρ τῆς στεγνώσεως καὶ
15. ῥύσεως ὁμοιότης τις, καθ’ ὃ κοινότητές εἰσιν ἀμφότεραι.
16. οὐδὲν δ’ ἐνδείκνυται αὕτη· οὐδ’ ἄρα αἱ λοιπαί. οὐ μόνον
17. δὲ δύο κοινότητάς φασιν εἶναι, ἀλλὰ καὶ πλείους, καὶ ἄλλας
1. μὲν ἐν διαίτῃ, ἄλλας δὲ ἐν χειρουργίᾳ· καὶ ἐν μὲν διαίτῃ,
2. τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, καὶ τὸ ἐπιπεπλεγμένον μέγεθος. καὶ
3. καιροὺς τῶν νοσημάτων εἶναι τέσσαρας, ἀρχὴν, ἐπίδοσιν,
4. ἀκμὴν, καὶ παρακμήν. καὶ τὸ ὀξὺ, καὶ τὸ χρόνιον, καὶ τὴν
5. ἐπίτασιν, καὶ τὸ διάλειμμα. ἐν δὲ χειρουργίᾳ, τὸ φύσει ἀλλότριον,
6. τόπῳ, καιρῷ, καὶ ἄλλα πλείονα. ἀλλ’ οὐ νῦν ἀκριβολογεῖσθαι
7. περὶ τῶν ἐν χειρουργίᾳ σκοπῶν χρή· ἀποχρήσει γὰρ
8. πρὸς τὸ προκείμενον οἱ ἐν διαίτῃ αὐτῶν ἐκτεθέντες σκοποί.

Cliquer un n° de page pour en afficher l’image