Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 37, ed. Kühn, 1821, vol. 1, p. 197-200. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:37

3. Ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἰ οἱ αὐτοί
4. εἰσι καιροὶ τῶν βοηθημάτων καὶ τῶν νοσημάτων, καὶ ὑποστάσει
5. μὴ διαφέρουσιν, ἐχρῆν ἐν ἅπαντι καιρῷ νοσήματος εἶναι
6. καὶ καιρὸν βοηθήματος· οὐκ ἐν ἅπαντι δὲ καιρῷ νοσήματος
7. προσάγομεν τὰ βοηθήματα· ἀρχομένων γὰρ, φησὶ, τῶν νούσων,
8. ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δ’, ἡσυχίην
9. ἔχειν βέλτιον. οὐκ ἄρα οἱ αὐτοὶ καιροί εἰσι νοσημάτων καὶ
10. βοηθημάτων. πολλάκις δὲ παραλαμβάνομεν βοηθήματα,
11. οἷον κάθαρσιν, ἢ φλεβοτομίαν, οὐκ ὄντος μὲν νοσήματός
12. τινος, ὑποπτευομένου δὲ ἔσεσθαι. ὥσπερ ἀμέλει οἱ χειρουργοὶ
13. ἐπὶ τῶν κηλοτομουμένων, ὅταν ὁρῶσιν αὐτοὺς περιπληθεῖς
14. ὄντας, παραλαμβάνουσι φλεβοτομίας. καὶ
15. ὁ Ἱπποκράτης δὲ παραινεῖ λύειν τὴν ἄκραν εὐεξίαν μὴ
16. βραδέως, ἡ δὲ λύσις διὰ βοηθημάτων γίγνεται. εἰ δ’,
17. ἀκμῆς παρούσης τῶν νοσημάτων, οὐκ εἰσὶ καιροὶ τῶν
1. βοηθημάτων, καὶ μὴ ὄντων νοσημάτων, εἰσὶ καιροὶ βοηθημάτων,
2. φανερὸν, ὅτι οὐκ ἐπινοίᾳ μόνον, ἀλλὰ καὶ ὑποστάσει
3. διαφέρουσιν. ἔτι δὲ ἐν ἑνὶ καιρῷ νοσήματος πλείονας παραλαμβάνει
4. τις βοηθημάτων καιρούς. ἐν γὰρ παρακμῇ, φέρε,
5. νοσήματος κλυστὴρ παραλαμβάνεται, καὶ ἄλειμμα, καὶ κατάπλασμα
6. καὶ τροφή. τούτων δ’ ἑκάστου ἴδιός ἐστι καιρός. καὶ
7. ἐν πλείοσι δὲ νοσημάτων καιροῖς τὸ αὐτὸ ἔστιν ὅτε βοήθημα
8. ἐκκρίνομεν. ἐν ἀρχῇ γὰρ τῶν νοσημάτων φλεβοτομία παραλαμβάνεται
9. καὶ ἐν ἐπιδόσει. ἐκ τούτων οὖν φαίνεται, ὅτι κατὰ τὴν
10. ὑπόστασίν ἐστί τις τῶν καιρῶν διαφορά. πρὸς δὲ τοῖς εἰρημένοις
11. κἀκεῖνο γιγνώσκειν δεῖ, ὅτι τῶν μὲν νοσημάτων τέσσαρές
12. εἰσι καιροὶ, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. τῶν δὲ βοηθημάτων·
13. οὐκ εἰσὶν οὗτοι καιροί. οὔτε γὰρ ἀρχὴ, οὔτ’ ἐπίδοσις,
14. οὔτ’ ἀκμὴ, οὔτε παρακμὴ καιροί εἰσιν βοηθήματος,
15. ἔτι τε οἱ μὲν καιροὶ τῶν νοσημάτων γράφονται, οἱ καθόλου
16. καὶ οἱ ἐπὶ μέρους. οἱ δὲ τῶν βοηθημάτων, οἱ μὲν καθόλου
17. ἀναγράφεσθαι δύνανται, οἱ δ’ ἐπὶ μέρους οὐκ ἔτι διὰ τοιαύτην
1. τινὰ αἰτίαν. οἱ μὲν τῶν νοσημάτων καιροὶ τῶν τε
2. καθόλου καὶ τῶν ἐπὶ μέρους ἑνὶ καὶ τῷ αὐτῷ ἐπικρίνονται
3. κριτηρίῳ, καὶ τὸ κριτήριον ἀναγράφεσθαι δύναται. οἱ δὲ
4. τῶν βοηθημάτων καιροὶ οὔτε τὸ αὐτὸ κριτήριον ἔχουσιν,
5. οὔτε τῶν ἐπὶ μέρους καιρῶν δυνατόν ἐστιν ἀναγράψαι τὰ
6. κριτήρια. ὅπως δὲ, νῦν ὑποδείξομεν. οἱ καιροὶ τῶν νοσημάτων
7. κρίνονται τῇ ποιᾷ κινήσει τοῦ αἰτίου, καὶ ἔστιν ἀρχὴ,
8. ἀνάβασις, ἀκμὴ καὶ παρακμὴ, ἅπερ τῶν νοσημάτων καιροὺς
9. καλοῦμεν, ὀνόματα τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου. ἐὰν δὲ
10. ἡ μὴ οὖσα πρότερον κίνησις ἐν ἡμῖν ἄρχηται συνίστασθαι,
11. καὶ ἀνιᾷ συνισταμένη, τὴν τοιαύτην κίνησιν ἀρχὴν νοσήματος
12. λέγομεν· ἐὰν δ’ ἐπὶ τὸ μεῖζον ἡ κίνησις προκόπτῃ, ἐπίδοσιν·
13. ἐὰν δὲ στάσιν λάβῃ ἡ ἐπίδοσις, ἀκμὴν ὀνομάζομεν·
14. ἐὰν δὲ μειῶνται αἱ κινήσεις, παρακμὴν προσαγορεύομεν.
15. ἐπεὶ οὖν τῶν καιρῶν τὰ αὐτά ἐστιν ὀνόματα, τῶν τε καθόλου
16. νοσημάτων, καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, καὶ τὰ
17. αὐτά ἐστι κριτήρια, ἐκ γὰρ τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου
1. γίνονται, δῆλον ὡς οἶόν τ’ ἐστὶν ἀμφοτέρους τοὺς καιροὺς
2. ἀναγράφειν. οὕτω γὰρ λέγομεν ἀναγράφεσθαι ἕκαστα, οἷον
3. τὰ αἴτια, τοὺς πεπονθότας τόπους, καὶ τὰ ὅμοια, ὅταν οἱ
4. σκοποὶ, ἐξ ὧν καταλαμβάνεται τὰ ἐπὶ μέρους, ἀναγράφεσθαι
5. δύνωνται. ὅτι δὲ τὰ διαστήματα τῶν νοσημάτων οὐκ εἰσὶν
6. οἱ καιροὶ, οὐδ’ ἐκ διαστημάτων οἱ καιροὶ λαμβάνονται. οὔτε
7. γὰρ τῶν καθόλου νοσημάτων, οὔτε τῶν ἐπὶ μέρους, ἐκ τοῦ
8. μὴ ἐπὶ πάντων καιρῶν ταὐτὰ διαστήματα εἶναι, τὸ δ’ αὐτὸ
9. καιροὺς λέγεσθαι, δῆλόν ἐστιν. ὅτι δὲ διαφέρουσιν οἱ καιροὶ
10. τῶν τε ὅλων νοσημάτων καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν,
11. δῆλον ἐκ τοῦ ἐν ἑνὶ καιρῷ τοῦ καθόλου νοσήματος πλείονας
12. συνίστασθαι καιροὺς τῶν ἐπὶ μέρους παροξυσμῶν. ἐν
13. ἀρχῇ γὰρ εἰσβολῆς νοσήματος ἐπὶ μέρους τις παροξυσμὸς
14. καὶ ἄρχεται, καὶ ἐπιδίδωσι, καὶ ἀκμάζει, καὶ παρακμάζει.
15. καὶ ἀκμάζοντος δὲ ἤδη τοῦ ὅλου νοσήματος, ἐπὶ μέρους παροξυσμοῦ
16. τις ἀρχὴν λαμβάνει. πῶς μὲν οὖν οἱ τῶν νοσημάτων
17. καιροὶ ἀμφότεροι ἀναγράφεσθαι δύνανται, εἴρηται. τοὺς
18. δὲ τῶν βοηθημάτων καιροὺς πῶς οὐκ ἔστιν ἀμφοτέρους ἀναγράψαι,
19. νῦν ὑποδείξομεν.

Cliquer un n° de page pour en afficher l’image