Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 38, ed. Kühn, 1821, vol. 1, p. 201-204. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:38

1. Οἱ τῶν βοηθημάτων καιροὶ λαμβάνονται
2. οὐκ ἐκ τῆς τοῦ αἰτίου κινήσεως καὶ οὐσίας· τὸ αὐτὸ
3. γὰρ ἂν ἀεὶ παρελαμβάνετο, οἷον ἐν πάσῃ ἀρχῇ νοσήματος
4. φλεβοτομία. καὶ ὁ εἰπὼν δὲ, ἀρχομένων τῶν νούσων, ἤν
5. τι δοκέῃ κινεῖν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, οὐκ
6. ἀπὸ τοῦ καιροῦ ὁρμώμενος ἐκκρίνει τὰ βοηθήματα. ᾔδει
7. γὰρ, ὅτι κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ἡ δύναμις οὐ καθῄρηται,
8. καὶ διὰ τοῦτο οὐκ ἐμποδίζει τῇ παραλήψει τῶν
9. βοηθημάτων, ἐν δὲ τῇ τοῦ νοσήματος ἀκμῇ κεκμηκυῖα ἤδη
10. τὴν ἀπὸ τῶν βοηθημάτων κίνησιν οὐ φέρει. οὐκ ἀπὸ τοῦ
11. καιροῦ τοίνυν ὁρμώμενος ὁ Ἱπποκράτης, ἀλλὰ παρὰ τῆς δυνάμεως
12. τὴν τῶν βοηθημάτων ἐκκρίνει παράληψιν. οὐδὲ
13. μὴν ἐκ τοῦ διαστήματος τῶν κατὰ νοσήματα καιρῶν, ὥς τινες
14. οἴονται, ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. κατὰ πολὺ
15. γὰρ διαφερόντων τῶν διαστημάτων, ποίων ἄν τις ὑπαγόρευσιν
16. διάστημα φαίη, οὐκ ἔστιν εἰπεῖν. λαμβάνονται
17. τοίνυν οἱ καιροὶ τῶν μὲν καθόλου βοηθημάτων ἔκ τε τῆς
18. παρουσίας τῶν ἀπαιτούντων τὰ βοηθήματα· ταῦτα δ’ ἐστὶ
1. τὰ αἴτια· καὶ ἐκ τῆς ἀπουσίας τοῦ κωλῦσαι δυναμένου· τοῦτο
2. δ’ ἐστὶν ἀσθένεια δυνάμεων. οἱ δ’ ἐπὶ τῶν ἐπὶ μέρους
3. βοηθημάτων καιροὶ οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ ἐξ ἑτέρων,
4. ἅπερ γράφεσθαι ἀδύνατόν ἐστι. ἐπεὶ γὰρ μάλιστα μὲν
5. ἐν ταῖς ἀνέσεσι παραλαμβάνεται τὰ βοηθήματα, τότε γὰρ
6. τὸ ἀπαιτοῦν πάρεστιν, καὶ ἡ δύναμις ἀνέχεται, οὐ τὸ αὐτὸ
7. δὲ τῆς ἀνέσεώς ἐστι διάστημα ἐπὶ πάντων. ἀλλ’ ἔστω γε
8. ἓξ ὡρῶν τὸ διάστημα τῆς ἀνέσεως. ποῖον οὖν τινα τούτων
9. ὡρῶν τάξομεν καιρὸν τοῦ ἐπὶ μέρους βοηθήματος, οὐχ
10. ὁμοίως ἁπάντων διακειμένων; ἔστω γὰρ ἀπαιτεῖν τὴν περίστασιν
11. φλεβοτομίαν, καὶ ἡ δύναμις μὴ ἐναντιούσθω, ὅσον
12. ἐπὶ τούτῳ χρὴ παραλαβεῖν τὴν φλεβοτομίαν; ἅμα δέ τινα
13. μετὰ τὴν φλεβοτομίαν καὶ τροφὴν παραθεῖναι, διὰ τὸ μὴ
14. φέρειν ἀσιτίαν τὸν κάμνοντα, ἑτέρῳ δ’ ἀσιτῆσαι συμφέρει,
15. ἄλλοι δ’ ὕπνου πρὸ τῆς φλεβοτομίας δέονται, ἄλλοι δ’ ἄλλως,
16. ἅπερ ἅπαντα ἀναγράφειν ἐστὶν ἀδύνατον. ἐν οὖν τοσαύτη ποικιλίᾳ,
17. ποῖόν τις μέρος ὥρας καιρὸν ἁρμόζοντα παντὶ ἐπιτάξει
1. βοηθήματι, ἢ ποῖόν τις σκοπὸν ἀναγράφοι, ἐξ οὗ ληφθείη
2. ἂν ὁ ἐπὶ μέρους καιρὸς, οὐκ ἔστιν εἰπεῖν, ἄλλα γὰρ ἐπ’
3. ἄλλων τὰ συμπίπτοντά ἐστιν. ἐπεὶ τοίνυν καὶ τὰ διαστήματα
4. τῶν ἀνέσεων, ἐν οἶς παραλαμβάνομεν τὰ βοηθήματα,
5. οὐκ ἴσα ἐπὶ πασῶν ἀνέσεων, καὶ αἱ περιστάσεις ἀνόμοιαι, καὶ
6. τὰ συμπτώματα διαφέροντα, καθ’ ἕκαστον δὲ τούτων ἐξαλλάσσεται
7. καὶ ὁ ἐπὶ μέρους καιρὸς τοῦ βοηθήματος, δῆλον
8. ὡς ἀναγράφειν μὲν σκοπόν τινα, ἐξ οὖ ληφθείη ἂν, ἀδύνατόν
9. ἐστιν. ὁ δ’ ἐφεστηκὼς ἐκ τῶν παρόντων τε καὶ ἀπαιτούντων
10. τὰ βοηθήματα ὁρμώμενος, καὶ ἐκ τῆς ἀπουσίας
11. τῶν ἐμποδίζειν δυναμένων, καὶ ἐκ συλλογισμῶν τῶν μετὰ
12. τοῦτο ὀφειλόντων παραλαμβάνεσθαι βοηθημάτων, ἐκλήψεται
13. στοχασμὸν τῶν ἐπὶ μέρους καιρῶν τοῦ βοηθήματος, μήποτε
14. οὖν σκοποὶ ὑποστάσει οὐ διαφέρουσι. ἐπεὶ οὖν οἱ σκοποὶ,
15. ἐξ ὧν μὲν οἱ καθόλου καιροὶ τῶν βοηθημάτων λαμβάνονται,
16. ἀναγράφονται, ἐξ ὧν δ’ οἱ ἐπὶ μέρους καταλαμβάνονται,
17. ἀναγράφεσθαι οὐ δύνανται, διὰ τοῦτ’ εὐλόγως
18. λέγουσι, τῶν μὲν καθόλου βοηθημάτων τοὺς καιροὺς ἀναγράφεσθαι,
1. τῶν δ’ ἐπὶ μέρους μηκέτι. τούτου δὲ φανεροῦ
2. γεγονότος, εὔδηλος ἂν εἴη καὶ κατὰ τοῦτο ἡ διαφορὰ τῶν
3. κατὰ τὰ νοσήματα καιρῶν καὶ τῶν κατὰ τὰ βοηθήματα
4. εἰ γὰρ καὶ μηδ’ ὑποστάσει διέφερον, ὁμοίως ἂν τοῖς τῶν
5. νοσημάτων καιροῖς καὶ οἱ τῶν βοηθημάτων ἀμφότεροι ἀναγράφεσθαι
6. ἐδύναντο. διαφερόντων δὲ τῶν σκοπῶν, ἐξ ὧν οἱ
7. καιροὶ λαμβάνονται, κατὰ πολὺ καὶ τοὺς καιροὺς διαφέρειν
8. ἀλλήλων εὔλογον. ὡς γὰρ οἱ σκοποὶ τῶν κατὰ τὰ νοσήματα
9. καιρῶν ὑποστάσει διαφέρουσι τῶν κατὰ τὰ βοηθήματα σκοπῶν,
10. οὕτω καὶ αὐτοὺς τοὺς καιροὺς ὑποστάσει διαφέρειν
11. πιθανόν ἐστι. ταῦτα μὲν οὖν περὶ τῶν καιρῶν ἐχρῆν προεγνωκέναι.

Cliquer un n° de page pour en afficher l’image