Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 40, ed. Kühn, 1821, vol. 1, p. 205-207. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:40

13. Ἐπεὶ οὖν τὸ μὲν ἀπαιτητικόν τινος σκοπός
14. ἐστι τοῦ ἀπαιτουμένου, τὸ δὲ κωλῦον ἡμᾶς παραλαβεῖν τὸ
15. ἀπαιτούμενον οὐκ ἂν εἴη σκοπός· διὰ τοῦτο καὶ ὁ καιρὸς
16. κωλύων ἡμᾶς ἔστιν ὅτε παραλαμβάνειν τὸ ἀπαιτούμενον
17. οὐκ ἂν εἴη σκοπός. εἰ γάρ τις τὰ κωλυτικὰ πάντα σκοποὺς
1. θήσεται, καὶ τὴν δύναμιν σκοπὸν κενώσεως ἀναγκασθήσεται
2. λέγειν εἶναι, καὶ διὰ δειλίαν τοῦ κάμνοντος, καὶ
3. πατέρα, καὶ δεσπότην. καὶ γὰρ ταῦτα πολλάκις πλήθους
4. ὄντος κωλύει παραλαμβάνειν κένωσιν, καὶ δύναμις μὴ φέρουσα
5. τὴν ἀφαίρεσιν, καὶ διὰ δειλίαν ὁ νοσῶν μὴ ἐπιτρέπων,
6. καὶ πατὴρ κωλύων καὶ ἀδελφὸς ἢ δεσπότης. ὥσπερ οὖν ταῦτα
7. σκοποὺς οὐκ ἄν τις εἴποι νοῦν ἔχων, οὕτω οὐδὲ τοὺς καιροὺς,
8. διότι βοηθήμασιν ἢ προσφοραῖς χρῆσθαι κωλύσουσιν
9. ἡμᾶς πολλάκις, σκοποὺς φήσομεν εἶναι. κακῶς οὖν, ἐρεῖ
10. τις, φησὶν ὁ Ἱπποκράτης, ἐν ἀρχῇ τῶν νούσων, ἤν τι δοκέῃ
11. κινέειν, κίνει, ἀκμαζουσῶν δ’, ἡσυχίην ἄγειν βέλτιόν ἐστιν.
12. οὐ κακῶς, φήσομεν. οὐ γὰρ τὴν ἀρχὴν σκοπὸν ποιησάμενος,
13. ἀξιοῖ κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων τὰ βοηθήματα
14. προσφέρειν, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς, ὅτι μηδέπω μεμείωται τὰ
15. μέτρα τῆς δυνάμεως, σημειοῦται, καὶ ὅτι φέρειν δύναται
16. τὴν ἀφαίρεσιν, τεκμαίρεται. ἡ δὲ ἀκμὴ ἀσθένειαν ὑπαγορεύει
17. τῆς δυνάμεως. κατὰ γὰρ τὰς ἀκμὰς ἰσχυρὰ μὲν τὰ
18. αἴτια, ἀσθενὴς δὲ ἡ δύναμις· διὰ τοῦτο ἡσυχίαν ἄγειν ἀξιοῖ.
1. δόξει μὲν γὰρ εὔλογον εἶναι κατὰ τὰς ἀκμὰς τῶν νοσημάτων,
2. ὁπότε μάλιστα ἐνισχύει τὰ αἴτια τὴν περιαίρεσιν αὐτῶν
3. ποιεῖσθαι. ἀλλ’ εἰ μὲν ἦν πάντη ἀβλαβὲς τὸ
4. βοήθημα προσφέρειν, τοῦτο ἂν ἐγένετο. ἔχει δὲ οὐχ οὕτως.
5. τὰ γὰρ βοηθήματα πρῶτον μὲν, διότι. πάντα παρὰ φύσιν
6. ἐστὶν, ἀναγκαίως καὶ τὴν δύναμιν παραλυπεῖ προσαγόμενα.
7. δεύτερον δὲ, ἐπειδὴ λυπεῖ τὰ οἰκεῖα, συμπέπλεκται τοῖς
8. νοσοποιοῖς αἰτίοις, κατὰ τὰς περιαιρέσεις τῶν αἰτίων, οὐδὲν
9. ἧττον τῶν ἀλλοτρίων, ἢ τῶν οἰκείων μείωσις γίνεται.

Cliquer un n° de page pour en afficher l’image