6. Ὅν δὲ λόγον ἡ δύναμις ἔχει ἐπὶ τῶν βοηθημάτων,
7. τοῦτον ἐπὶ τῶν προσφορῶν οἱ καιροί· ὃν δὲ ἐπὶ
8. τῶν βοηθημάτων ἔχει τὰ ἀπαιτοῦντα αἴτια, τοῦτον ἐπὶ τῶν
9. προσφορῶν ἡ δύναμις. ὅτι δ’ ἡ δύναμις τὴν ὀλίγην προσφορὰν
10. ἀπαιτεῖ καὶ οὐχ ὁ καιρὸς, ἡ ἐπίτασις δηλοῖ· ἐξ ὦν τοῖς
11. ἐξ ἀῤῥωστίας ἀναλαμβάνουσιν ὀλίγην τροφὴν προσφέρομεν,
12. ἥνπερ ἀπαιτεῖ ἡ δύναμις. εἰ δέ γε ἡ ἐπίτασις τὴν ὀλίγην
13. ἐνδείκνυται τροφὴν, ἔδει τούτους ἐᾷν ἐμφορεῖσθαι. μὴ γὰρ
14. παρόντος τοῦ ὑποδεικνύντος τὴν ὀλίγην τροφὴν σκοποῦ, γελοῖος
15. ὁ παραλαμβάνων τὸ μὴ ἀπαιτούμενον, ἀλλὰ τὴν ἀρχὴν
16. ἐνδείκνυσθαί φασι τὸ δεῖν συστέλλειν. ἐπὶ πάντων οὖν
17. δῆλον, ὅτι τὴν συστολὴν παραληψόμεθα κατ’ ἀρχὰς, καὶ
1. ἐπὶ τῶν τοὺς ἀλφοὺς καὶ τὰς λεύκας ἐχόντων μέχρι τῆς ἐπιτάσεως.
2. παρατεινούσης δ’ ἐπὶ χρόνον τῆς ἀρχῆς,
3. δηλονότι κατατακήσεται ὁ τῇ τοιαύτῃ ἀγωγῇ χρώμενος. ἀλλ’
4. ἴσως φήσουσι πρὸς ἡμᾶς, διὰ ποίαν αἰτίαν ὑμεῖς ἐν ἀρχῇ
5. φέρε, τοῖς περιπνευμονικοῖς, καὶ τοῖς ὁμοίως τούτοις νοσοῦσιν
6. ὀξέως κατ’ ἀρχὰς οὐ προσφέρετε, καίτοι κατ’ ἀρχὰς ἡ
7. δύναμίς ἐστιν ἱκανή; ὅτι, φήσομεν, κωλύει ἡμᾶς προσφέρειν
8. ὁ καιρὸς ἀπαιτούσης τῆς δυνάμεως. οὐχὶ συστέλλειν
9. οὖν ἐνδείκνυται, ἀλλ’ ὅπερ ἀπαιτεῖ ἡ δύναμις, οὐκ ἐῶσα
10. ἡμᾶς παραλαμβάνειν, ἐνδεικτικὸν τοῦ ἐναντίου, οὐκ ἄν τις
11. ἀλόγως θεῖτο. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καιροὶ κωλύουσιν ἢ
12. ἐπιτρέπουσι χρῆσθαι τοῖς ἀπαιτουμένοις, ἐπειδὴ μᾶλλον ἢ
13. ἧττον ἐν αὐτοῖς ἡ δύναμις ἤμειπται. οὐ μέντοι αὕτη ἐνδείκνυταί
14. τι συμφέρον. ὅταν δὲ λέγωσι τὴν μὲν ἀκμὴν ὀλίγην
15. ἀπαιτεῖν τροφὴν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, πυνθάνεσθαι
16. δεῖ αὐτοὺς, πῶς χρήσονται τοῖς σκοποῖς, ἂν δύο τινὲς
17. ὦσιν οἱ νοσοῦντες, ὁ μὲν ὑπὸ περιπνευμονίας καὶ ὲν
1. παρακμῇ, ὁ δ’ ὑπ’ ὀφθαλμίας, ἔτι δ’ ἀκμάζει τὸ νόσημα,
2. πότερον τῷ περιπνευμονικῷ πλείονα θαρσήσουσι δοῦναι καὶ
3. ποικιλώτερα μᾶλλον τοῦ ὑπ’ ὀφθαλμίας ἐνοχλουμένου; ἀλλ’
4. οὐκ ἂν θαῤῥήσειαν προσενεγκεῖν τὴν ποικιλωτέραν τροφήν.
5. εἰ δὲ τοῦτο δῆλον, ὡς οὐκ ἐκ τῶν καιρῶν ἡ ποικιλία καὶ ἡ
6. ὀλίγη τροφὴ λαμβάνεται, ἀλλ’ ἐκ τῶν μέτρων τῆς δυνάμεως.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 43, ed. Kühn, 1821, vol. 1, p. 209-211. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:43
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩