Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 47, ed. Kühn, 1821, vol. 1, p. 216-218. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:47

6. Αὕτη δὲ ἡ ἀπάτη γέγονεν αὐτοῖς ἀφ’ ἑτέρας
7. ψευδοῦς ὑπολήψεως· νομίζοντες γὰρ, πᾶν νόσημα διὰ
8. τῶν τεσσάρων ἀπιέναι, καὶ τοῦτο ὡς ἀληθὲς ἑαυτοῖς θέμενοι,
9. τοῦτο ἀκόλουθον ᾠήθησαν δεῖν εἶναι τὸ τὴν ἀρχὴν τῶν
10. νοσημάτων ἀπαιτεῖν τὴν κώλυσιν τῆς ἐπιδόσεως. καὶ τοῦτο
11. οὖν λέληθεν αὐτοὺς, ὅτι οὐ πᾶν νόσημα καὶ ἄρχει τε καὶ
12. ἐπιδίδωσι καὶ ἀκμάζει καὶ παρακμάζει. τὰ μὲν γὰρ ὀξέα
13. τῶν νοσημάτων, ὡς ἡ ἀποπληξία, ἅμα τῇ προσβολῇ τὴν
14. ἀκμὴν ἀπολαμβάνει. καὶ τὰ κρινόμενα δὲ τῶν νοσημάτων
15. ἕνα καιρὸν τὴν παρακμὴν ἀποτέμνεται. αἱ γὰρ κρίσεις περὶ
16. τὴν ἀκμὴν λύουσι τὰ νοσήματα, ἔτι ἐπὶ τὸ μεῖζον ἐπιδιδόντα·
17. καὶ διὰ βοηθημάτων ἐστὶν ἐν ἀρχῇ λῦσαι τὸ νόσημα,
1. καὶ ὑποτέμνεσθαι τοὺς λοιποὺς καιροὺς τῶν νοσημάτων.
2. εἰ τοίνυν ἐστὶν ἐν ἀρχῇ κενῶσαί τε τὸ νόσημα, καὶ λῦσαι
3. διὰ βοηθημάτων, διὰ τί ποτε τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι
4. οἴδασιν ἐνδείκνυσθαι, καὶ οὐχὶ τὴν μείωσιν μᾶλλον ἢ
5. τὴν ἀναίρεσιν; ἐὰν δὲ λέγωσιν, τὴν μείωσιν καὶ τὴν ἀναίρεσιν
6. τῶν νοσημάτων ἐνδείκνυσθαι μὴ τὴν ἀρχὴν, ἀλλὰ τὴν
7. διάθεσιν, διὰ τί οὖν, φήσομεν πρὸς αὐτοὺς, οὐχ ὅπερ ἡ
8. διάθεσις, ἀλλ’ ὅπερ ἡ ἀρχὴ ἐνδείκνυται, παραλαμβάνετε;
9. διὰ γὰρ τὸ ὑπὸ τῆς διαθέσεως ἀπαιτούμενον καὶ τὸ ὑπὸ
10. τῆς ἀρχῆς ἐνδεικνύμενον γίνεται. ὁ γὰρ μειῶν ἢ ἀναιρῶν
11. τὴν νόσον, καὶ τὴν ἐπίδοσιν κωλύει γίνεσθαι. ἀλλ’ ἴσως
12. φήσουσιν, ὅτι προσεχεστέρα ἡ τῆς ἀρχῆς οὖσα κοινότης ἀναγκάζει
13. ἡμᾶς, ὅπερ αὐτὴ ἐνδείκνυται, παραλαμβάνειν, προσεχῶς
14. τὸ ποιητέον ὑπαγορεύουσα· ἡ δὲ διάθεσις τὸ δεῖν ἀναιρεῖν
15. τὰς νόσους ἀπαιτοῦσα, δι’ ὧν χρὴ τοῦτο ποιεῖν, οὐκ ἐνδείκνυται·
16. δι’ ὧν δὲ χρὴ κωλύειν τὴν ἐπὶ μέρους, ὧν τὸ κωλύειν
17. αὔξεσθαι ἐνδείκνυται, ἢ τὸ δι’ ὧν, ἐξ ἑτέρων λαμβάνεται,
1. κατὰ ταῦτα δὲ καὶ ἡ διάθεσις τὴν ἀναίρεσιν μόνον ἐνδείκνυται
2. τῶν νοσημάτων· τὸ δὲ δι’ ὧν χρὴ τοῦτο ποιεῖν ἐξ
3. ἑτέρου, ὡς ἔοικε, δεῖ λαβεῖν. διὸ κρεῖττόν ἐστι μὴ τῇ
4. ἀρχῇ, ἀλλὰ καὶ τῇ διαθέσει χρῆσθαι σκοπῷ. ἔπειτα κἀκεῖνο
5. πρὸς αὐτοὺς ῥητέον, ὅτι φαίνεται καθ’ ἡμᾶς πᾶσα
6. ἀρχὴ ἐπιπλοκή τις εἶναι. δύο γὰρ κοινότητες εἰς ταὐτὸν
7. συνέρχονται, ἥ τε ἀρχὴ καὶ ἡ διάθεσις, καὶ ἑκατέρα τῶν
8. κοινοτήτων διάφορόν τι ἐνδείκνυται, προσεχεστέρα δὲ καὶ
9. ἀναγκαιοτέρα κοινότης ὑμῖν εἶναι δοκεῖ μᾶλλον ἡ ἀρχὴ,
10. διότι ταύτῃ προσέχετε. δῆλον οὖν ἐκ τούτων, ὅτι
11. τὰ πάθῃ πάντα κοινοτήτων εἰσὶν ἐπιπλοκαί. πᾶσα γὰρ
12. διάθεσις ἔν τινι καιρῷ γίνεται. κοινότης οὖν οὐχ ὁ καιρὸς
13. μόνον, ἀλλὰ καὶ ἡ διάθεσις. κακῶς οὖν ποιεῖτε, μίαν
14. ἐπιπλοκὴν νομίζοντες εἶναι τὴν τῶν παθῶν, καὶ μὴ πάντα
15. τὰ πάθη ἐπιπλοκὰς εἶναι λέγοντες.

Cliquer un n° de page pour en afficher l’image