Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1

De optima secta ad Thrasybulum, 5, ed. Kühn, 1821, vol. 1, p. 115-116. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:5

8. Τῶν τεχνῶν τοίνυν αἱ μὲν ποιητικαὶ τῶν οὐκ
9. ὄντων εἰσὶν, ὡς ἡ ναυπηγικὴ, αἱ δὲ συντηρητικαὶ τῶν γεγονότων,
10. ὡς ἡ κυβερνητικὴ, αἱ δὲ ἀμφότεραι, ὡς ἡ οἰκοδομική. ἐπὶ
11. μὲν οὖν τῶν ποιουσῶν ἢ συντηρουσῶν τεχνῶν εἰς τρόπος ἐστὶ
12. τῆς ἐπιτυχίας. διὰ τοῦτο ἁπλῆ ἐστιν ἡ τοῦ χρησίμου κρίσις·
13. ἐπὶ δὲ τῶν ποιουσῶν τε καὶ συντηρουσῶν οὐκ εὐχερές. οὐ γὰρ
14. δεῖ ἄχρηστον νομίζειν τὸ μὴ φέρον ἐπὶ συντήρησιν, ἀλλὰ πολυπραγμονεῖν,
15. εἰ συντελεῖ τι πρὸς τὸ ποιῆσαι τὸ μὴ ὄν. ἰατρικὴ τοίνυν
16. τῶν ποιουσῶν καὶ συντηρουσῶν ἐστιν· οὐ μέντοι χρὴ ὑπολαβεῖν
17. διπλοῦν εἶναι τῆς τέχνης τὸ τέλος, τό τε μὴ ὂν ποιῆσαι, οἷον
1. τὴν ὑγείαν καὶ τὸ ὑπάρχον αὐτῆς διαφυλάξαι. διὰ γὰρ τῶν
2. αὐτῶν, φασὶ, ῥημάτων ποιοῦσα τὴν ὑγείαν, καὶ συντηροῦσα,
3. διπλοῦν ἂν ἔχοι τὸ τέλος. εἰ μὲν οὖν φανερῶς μὴ ἦν τὰ
4. αὐτὰ θεωρήματα, ἐπ’ ἄμφω τὰ τέλη ἄγοντα, διαφερόντων
5. καὶ τῶν τελῶν, διάφοροι ἂν ἦσαν καὶ αἱ τέχναι, καὶ δύο
6. ἰατρικαί· ἐπεὶ δὲ τὰ μὲν αὐτὰ θεωρήματα, οἱ δὲ σκοποὶ
7. διαφέρουσι, μία οὖσα τέχνη διαφέροντας ἂν ἔχοι τοὺς σκοπούς.
8. ἀγνοοῦσι δ’, ὅτι ὁ μὲν σκοπὸς τῆς τέχνης εἷς ἐστιν
9. ἡ ὑγεία, καὶ τὸ τέλος ἓν τὸ τυχεῖν ὑγείας, οἱ δὲ τρόποι
10. τῆς ἐπιτυχίας διαφέροντες. οὐκ ἐξαλλάττεται οὖν ὁ σκοπὸς,
11. οὐδὲ τὸ τέλος παρὰ τὸν τρόπον τῆς ὑγείας. ἐπιστήμονες
12. γὰρ ἡμεῖς ὄντες τῶν βλάπτειν πεφυκότων, ὅπου μὲν τὰ
13. βλάπτοντα περιαιροῦντες, περιποιοῦμεν τὴν ὑγείαν, ὅπου
14. δ’ ἐκκλίνοντες, συντηροῦμεν αὐτήν. τὸ χρήσιμον τοίνυν ἐν
15. ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας, ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι
16. τὴν ὑγείαν φέρει, ὁτὲ δὲ, τὸ συντηρῆσαι.

Cliquer un n° de page pour en afficher l’image