16. Ἐπὶ τούτῳ τῷ κοινῷ οἱ μὲν Ἐμπειρικοὶ μεμενήκασιν,
17. οὐ μόνον τὰς δυνάμεις, ἀλλὰ καὶ τὰ συμφέροντα
1. πείρᾳ εὑρῆσθαι λέγοντες. οἱ δὲ Μεθοδικοὶ ἐπὶ κοινῷ τῷ
2. προειρημένῳ λέγουσί τι διαφέρον παρὰ τοὺς Ἐμπειρικούς.
3. φασὶ γὰρ, πλὴν τοῦ τὰς δυνάμεις τῶν προσφερομένων ἐκμαθεῖν,
4. ἕτερον οὐδὲν χρήσιμον ἐκ τῆς πείρας περιγίνεσθαι.
5. οὐδὲν γὰρ, τῶν συμφερόντων αὐτῶν ἐκ τηρήσεως δύναται
6. λαμβάνεσθαι ἁπλῶς, τῶν συμφερόντων ἀπό τινων φαινομένων
7. τετηρημένων. οἱ δὲ Λογικοὶ μέσοι τούτων κεχωρήκασιν.
8. οὕτω γὰρ πάντα τὰ συμφέροντα ἐκ τηρήσεώς φασι λαμβάνεσθαι,
9. ὡς λέγουσιν οἱ Ἐμπειρικοὶ, οὐ μὴν οὐδ’ ἐκ τῆς
10. ἐνδείξεως εὑρίσκεσθαι, ὡς οἴονται οἱ Μεθοδικοὶ, ἀλλ’ ἃ
11. μὲν ἐκ τηρήσεως εὑρίσκεσθαι, ὡς τὰ θανάσιμα καὶ ἰοβόλα,
12. ἃ δ’ ἐξ ἐνδείξεως, ἐφ’ ὧν τὰ αἴτια εὑρίσκεται. ὁμογνωμονοῦσι
13. τοίνυν οἱ Μεθοδικοὶ τοῖς Λογικοῖς, καθ’ ὅσον οἴονται
14. ἐξ ἐνδείξεως τὸ συμφέρον λαμβάνεσθαι· ᾗ δὲ ἀπὸ διαφερόντων,
15. διαφωνοῦσιν. οἱ μὲν γὰρ Μεθοδικοὶ ἀπὸ φαινομένων
16. τινῶν ἐνδεικνύμενα οἴονται τὰ συμφέροντα λαμβάνεσθαι· οἱ
17. δὲ Λογικοὶ, ἀπὸ φαινομένων μὲν οὐδαμῶς, ἀπὸ δὲ κεκρυμμένων.
1. ἐπεὶ γὰρ ἀπὸ αἰτίων τὰς ἐνδείξεις ἀξιοῦσι γίνεσθαι,
2. τὰ δ’ αἴτια, ᾗ αἴτιά ἐστιν, οὐ φαίνεται, δῆλον ὡς οὐκ
3. ἀπὸ φαινομένων αὐτοῖς αἱ ἐνδείξεις γένοιντ’ ἂν, ὁδηγεῖν
4. τέ φασι τὰ φαινόμενα πρὸς τὴν τῶν ἐπιδείκνυσθαι δυναμένων
5. κατάληψιν. κατ’ αὐτὸ οὖν πάλιν συμφωνοῦσιν οἱ
6. Ἐμπειρικοὶ τοῖς Λογικοῖς, ἀπὸ μηδενὸς φαινομένου τοῦ
7. συμφέροντος ἔνδειξιν γίγνεσθαι λέγοντες. ἕτερον δὲ κοινὸν
8. τοῦτο καὶ ὁμολογούμενον ἅπασιν ἰατροῖς, τὸ τὰ φαινόμενα
9. εὔχρηστα εἶναι. οἱ μὲν Ἐμπειρικοὶ ἐπὶ τὸ τηρῆσαι τὰ ἐπὶ τοῖς
10. φαινομένοις φασὶν εὔχρηστα ὑπάρχειν τὰ φαινόμενα, διὰ τὸ
11. εἶναι τήρησιν ἐπί τισιν αὐτῶν, καὶ ὅτι ἐστὶν ἐξ αὐτῶν τὰ
12. ἐνδείκνυσθαι δυνάμενα καταλαβεῖν. οἱ δὲ Μεθοδικοὶ ὡς
13. ὄντα συμφέροντα τὰ φαινόμενα εὔχρηστα εἶναι φασιν. πάλιν
14. ἐνταῦθα κοινὸν μὲν Ἐμπειρικοῖς καὶ Μεθοδικοῖς τὸ μὴ κεκρυμμένον
15. ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, ἀφ’ οὗ
16. τὴν ἔνδειξιν τῶν συμφερόντων γίγνεσθαι. τῶν δ’ Ἐμπειρικῶν
17. πρὸς τοὺς Λογικοὺς κοινόν ἐστι τὸ ἐπὶ τοῖς
18. φαινομένοις τὰ συμφέροντα τηρεῖν. τοῖς δὲ Λογικοῖς καὶ
1. Μεθοδικοῖς κοινὸν τὸ ἐπὶ τοῖς φαινομένοις χρήσιμα καταλαμβάνεσθαι.
2. οἱ μὲν οὖν Μεθοδικοὶ αὐτό φασι τὸ συμφέρον
3. ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, οἱ δὲ Λογικοὶ
4. τὰ ἐνδείκνυσθαι τὸ συμφέρον δυνάμενα ἐκ τῶν φαινομένων
5. φασὶν εὑρίσκεσθαι, συμφέρον δὲ μηδέν. πρὸς δὲ τοὺς οἰομένους
6. ἐκ τῶν προδήλων αἰτιῶν συμφέρον εὑρίσκεσθαί τι
7. ὡς ἐπὶ τοῦ σκόλοπος, ῥητέον, ὅτι οὐχ ὡς ἀπὸ τῶν φαινομένων,
8. ἀλλ’ ὡς ἀπὸ αἰτιῶν εὑρίσκεσθαι τὸ συμφέρον ἐπὶ τούτων.
9. τὸ δ’ αἴτιον, ᾗ αἴτιόν ἐστιν, οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν
10. συμπτωμάτων καταλαμβάνεται. ἐὰν γοῦν τῇ ἐπιφανείᾳ
11. προσκείμενον ψαμμίον ἢ σκολόπιον μὴ λυπῇ, μηδ’ εἰς
12. αἴσθησιν ἡμᾶς ἄγῃ, οὐ καταλαμβάνομεν. οὐ γάρ ἐστιν
13. αἴτιόν τινος ὅ τι δὴ ποιοῦν. ὅ τι μέν ἐστιν αἴτιον, φαίνεται
14. ὡς αἴτιον. τὰ γὰρ πρός τί πως ἔχοντα, καθ’ ὃ πρός
15. τί πως ἔχει, οὐ φαίνονται· αὐτὰ δὲ τὰ πρός τι φαίνεται,
16. οἷον πατὴρ, δοῦλος, ἀδελφὸς, καὶ τὰ τοιαῦτα, αὐτὰ μὲν
17. ἕκαστα φαίνεται, αἱ δὲ πρὸς ἕτερα σχέσεις αὐτῶν οὐ φαίνονται.
⟨
(De opt. secta ad Thrasyb.) [n° 005 Fichtner] [GalLat]
De optima secta ad Thrasybulum
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
De optima secta ad Thrasybulum, 1821, vol. 1, p. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1
De optima secta ad Thrasybulum, 8, ed. Kühn, 1821, vol. 1, p. 118-121. urn:cts:greekLit:tlg0530.tlg043.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩